Book Read Free

Delphi Complete Works of Sophocles

Page 52

by Sophocles


  ΑΓ. Τοῦτ’ αὔτ’ ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις

  δέσποιναν εἶναι τήνδε σήν;

  ΛΙ.      Δίκαια γάρ.

   410 ΑΓ. Τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην,

  ἤν γ’ εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;

  ΛΙ. Πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;

  ΑΓ. Οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.

  ΛΙ. Ἄπειμι· μῶρος δ’ ἦ πάλαι κλύων σέθεν.

   415 ΑΓ. Οὔ, πρίν γ’ ἂν εἴπῃς ἱστορούμενος βραχύ.

  ΛΙ. Λέγ’, εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ.

  ΑΓ. Τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους,

  κάτοισθα δήπου;

  ΛΙ.     Φημί, πρὸς τί δ’ ἱστορεῖς;

  ΑΓ. Οὔκουν σὺ ταύτην, ἣν ὑπ’ ἀγνοίας ὁρᾷς,

   420 Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν;

  ΛΙ. Ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν

  σοὶ μαρτυρήσει ταῦτ’ ἐμοῦ κλύειν παρών;

  ΑΓ. Πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίων

  ἀγορᾷ πολύς σου ταῦτά γ’ εἰσήκουσ’ ὄχλος.

   425 ΛΙ. Ναί,

  κλύειν γ’ ἔφασκον· ταὐτὸ δ’ οὐχὶ γίγνεται

  δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.

  ΑΓ. Ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων

  δάμαρτ’ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;

  ΛΙ. Ἐγὼ δάμαρτα; Πρὸς θεῶν, φράσον, φίλη

   430 δέσποινα, τόνδε τίς ποτ’ ἐστὶν ὁ ξένος.

  ΑΓ. Ὃς σοῦ παρὼν ἤκουσεν ὡς ταύτης πόθῳ

  πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδία

  πέρσειεν αὐτήν, ἀλλ’ ὁ τῆσδ’ ἔρως φανείς.

  ΛΙ. Ἅνθρωπος, ὦ δέσποιν’, ἀποστήτω. Τὸ γὰρ

   435 νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος.

  ΔΗ. Μή, πρός σε τοῦ κατ’ ἄκρον Οἰταῖον νάπος

  Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.

  Οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ,

  οὐδ’ ἥτις οὐ κάτοιδε τἀνθρώπων ὅτι

   440 χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί.

  Ἔρωτι μὲν γοῦν ὅστις ἀντανίσταται

  πύκτης ὅπως ἐς χεῖρας οὐ καλῶς φρονεῖ.

  Οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει,

  κἀμοῦ γε· πῶς δ’ οὐ χἀτέρας οἵας γ’ ἐμοῦ.

   445 Ὥστ’ εἴ τι τὠμῷ τ’ ἀνδρὶ τῇδε τῇ νόσῳ

  ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι,

  ἢ τῇδε τῇ γυναικί, τῇ μεταιτίᾳ

  τοῦ μηδὲν αἰσχροῦ μηδ’ ἐμοὶ κακοῦ τινος.

  Οὐκ ἔστι ταῦτ’. Ἀλλ’ εἰ μὲν ἐκ κείνου μαθὼν

   450 ψεύδῃ, μάθησιν οὐ καλὴν ἐκμανθάνεις·

  εἰ δ’ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν

  θέλῃς γενέσθαι χρηστός, ὀφθήσῃ κακός.

  Ἀλλ’ εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳ

  ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή.

   455 Ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται·

  πολλοὶ γάρ, οἷς εἴρηκας, οἳ φράσουσ’ ἐμοί.

  Κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ

  τὸ μὴ πυθέσθαι, τοῦτό μ’ ἀλγύνειεν ἄν·

  τὸ δ’ εἰδέναι τί δεινόν; οὐχὶ χἀτέρας

   460 πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή;

  κοὔπω τις αὐτῶν ἔκ γ’ ἐμοῦ λόγον κακὸν

  ἠνέγκατ’ οὐδ’ ὄνειδος ἥδε τ’ οὐδ’ ἂν εἰ

  κάρτ’ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφ’ ἐγὼ

  ᾤκτιρα δὴ μάλιστα προσβλέψασ’, ὅτι

   465 τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν,

  καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος

  ἔπερσε κἀδούλωσεν. Ἀλλὰ ταῦτα μὲν

  ῥείτω κατ’ οὖρον· σοὶ δ’ ἐγὼ φράζω κακὸν

  πρὸς ἄλλον εἶναι, πρὸς δ’ ἔμ’ ἀψευδεῖν ἀεί.

   470 ΧΟ. Πείθου λεγούσῃ χρηστά, κοὐ μέμψῃ χρόνῳ

  γυναικὶ τῇδε, κἀπ’ ἐμοῦ κτήσῃ χάριν.

  ΛΙ. Ἀλλ’, ὦ φίλη δέσποιν’, ἐπεί σε μανθάνω

  θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,

  πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι.

   475 Ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει·

  ταύτης ὁ δεινὸς ἵμερός ποθ’ Ἡρακλῆ

  διῆλθε, καὶ τῆσδ’ οὕνεχ’ ἡ πολύφθορος

  καθῃρέθη πατρῷος Οἰχαλία δορί.

  Καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,

   480 οὔτ’ εἶπε κρύπτειν οὔτ’ ἀπηρνήθη ποτέ·

  ἀλλ’ αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸν

  μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,

  ἥμαρτον, εἴ τι τήνδ’ ἁμαρτίαν νέμεις.

  Ἐπεί γε μὲν δὴ πάντ’ ἐπίστασαι λόγον

   485 κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν,

  καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους

  οὓς εἶπας ἐς τήνδ’ ἐμπέδως εἰρηκέναι·

  ὡς τἄλλ’ ἐκεῖνος πάντ’ ἀριστεύων χεροῖν

  τοῦ τῆσδ’ ἔρωτος εἰς ἅπανθ’ ἥσσων ἔφυ.

   490 ΔΗ. Ἀλλ’ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν,

  κοὔτοι νόσον γ’ ἐπακτὸν ἐξαρούμεθα

  θεοῖσι δυσμαχοῦντες. Ἀλλ’ εἴσω στέγης

  χωρῶμεν, ὡς λόγων τ’ ἐπιστολὰς φέρῃς,

  ἅ τ’ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,

   495 καὶ ταῦτ’ ἄγῃς. Κενὸν γὰρ οὐ δίκαιά σε

  χωρεῖν προσελθόνθ’ ὧδε σὺν πολλῷ στόλῳ.

  ΧΟ. Μέγα τι σ
θένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί·     Str.

  καὶ τὰ μὲν θεῶν

   500 παρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω,

  οὐδὲ τὸν ἔννυχον Ἅιδαν,

  ἢ Ποσειδάωνα τινάκτορα γαίας·

  ἀλλ’ ἐπὶ τάνδ’ ἄρ’ ἄκοιτιν

  ‹τίνες› ἀμφίγυοι κατέβαν πρὸ γάμων;

   505 τίνες πάμπληκτα παγκόνιτά τ’ ἐξ-

  ῆλθον ἄεθλ’ ἀγώνων;

  Ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου     Ant.

  φάσμα ταύρου,

   510 Ἀχελῷος ἀπ’ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἄπο

  ἦλθε παλίντονα Θήβας

  τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων,

  παῖς Διός· οἳ τότ’ ἀολλεῖς

  ἴσαν ἐς μέσον ἱέμενοι λεχέων·

   515 μόνα δ’ εὔλεκτρος ἐν μέσῳ Κύπρις

  ῥαβδονόμει ξυνοῦσα.

  Τότ’ ἦν χερός, ἦν δὲ τόξων πάταγος,     Epod.

  ταυρείων τ’ ἀνάμιγδα κεράτων·

   520 ἦν δ’ ἀμφίπλεκτοι κλίμακες,

  ἦν δὲ μετώπων ὀλόεντα πλήγματα

  καὶ στόνος ἀμφοῖν.

  Ἁ δ’ εὐῶπις ἁβρὰ

  τηλαυγεῖ παρ’ ὄχθῳ

   525 ἧστο, τὸν ὃν προσμένουσ’ ἀκοίταν.

  Ἐγὼ δὲ θατὴρ μὲν οἷα φράζω·

  τὸ δ’ ἀμφινείκητον ὄμμα νύμφας

  ἐλεινὸν ἀμμένει·

  κἀπὸ ματρὸς ἄφαρ βέβαχ’

   530 ὥστε πόρτις ἐρήμα.

  ΔΗ. Ἦμος, φίλαι, κατ’ οἶκον ὁ ξένος θροεῖ

  ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπ’ ἐξόδῳ,

  τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ,

  τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην,

   535 τὰ δ’ οἷα πάσχω συγκατοικτιουμένη.

  Κόρην γάρ, οἶμαι δ’ οὐκέτ’, ἀλλ’ ἐζευγμένην,

  παρεισδέδεγμαι, φόρτον ὥστε ναυτίλος,

  λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός·

  καὶ νῦν δύ’ οὖσαι μίμνομεν μιᾶς ὑπὸ

   540 χλαίνης ὑπαγκάλισμα· τοιάδ’ Ἡρακλῆς,

  ὁ πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος,

  οἰκούρι’ ἀντέπεμψε τοῦ μακροῦ χρόνου.

  Ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι

  νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ·

   545 τὸ δ’ αὖ ξυνοικεῖν τῇδ’ ὁμοῦ τίς ἂν γυνὴ

  δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;

  Ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω,

  τὴν δὲ φθίνουσαν· ὧν ἀφαρπάζειν φιλεῖ

  ὀφθαλμὸς ἄνθος, τῶν δ’ ὑπεκτρέπει πόδα·

   550 ταῦτ’ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς

  ἐμὸς καλῆται, τῆς νεωτέρας δ’ ἀνήρ.

  Ἀλλ’ οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸν

  γυναῖκα νοῦν ἔχουσαν· ᾗ δ’ ἔχω, φίλαι,

  λυτήριον λώφημα, τῇδ’ ὑμῖν φράσω.

   555 Ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲ

  θηρός, λέβητι χαλκέῳ κεκρυμμένον,

  ὃ παῖς ἔτ’ οὖσα τοῦ δασυστέρνου παρὰ

  Νέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην,

  ὃς τὸν βαθύρρουν ποταμὸν Εὔηνον βροτοὺς

   560 μισθοῦ πόρευε χερσίν, οὔτε πομπίμοις

  κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς.

  Ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον

  ξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην,

  φέρων ἐπ’ ὤμοις, ἡνίκ’ ἦν μέσῳ πόρῳ,

   565 ψαύει ματαίαις χερσίν· ἐκ δ’ ἤϋσ’ ἐγώ,

  χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖν

  ἧκεν κομήτην ἰόν· ἐς δὲ πλεύμονας

  στέρνων διερροίζησεν· ἐκθνῄσκων δ’ ὁ θὴρ

  τοσοῦτον εἶπε· “Παῖ γέροντος Οἰνέως,

   570 τοσόνδ’ ὀνήσῃ τῶν ἐμῶν, ἐὰν πίθῃ,

  πορθμῶν, ὁθούνεχ’ ὑστάτην σ’ ἔπεμψ’ ἐγώ·

  ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν

  σφαγῶν ἐνέγκῃ χερσὶν ᾗ μελαγχόλους

  ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας,

   575 ἔσται φρενός σοι τοῦτο κηλητήριον

  τῆς Ἡρακλείας, ὥστε μήτιν’ εἰσιδὼν

  στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.”

  Τοῦτ’ ἐννοήσασ’, ὦ φίλαι, δόμοις γὰρ ἦν

  κείνου θανόντος ἐγκεκλῃμένον καλῶς,

   580 χιτῶνα τόνδ’ ἔβαψα, προσβαλοῦσ’ ὅσα

  ζῶν κεῖνος εἶπε· καὶ πεπείρανται τάδε.

  Κακὰς δὲ τόλμας μήτ’ ἐπισταίμην ἐγὼ

  μήτ’ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ.

  Φίλτροις δ’ ἐάν πως τήνδ’ ὑπερβαλώμεθα

   585 τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφ’ Ἡρακλεῖ,

  μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ

  πράσσειν μάταιον· εἰ δὲ μή, πεπαύσομαι.

  ΧΟ. Ἀλλ’ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις,

  δοκεῖς παρ’ ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς.

   590 ΔΗ. Οὕτως ἔχει γ’ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν

  ἔνεστι, πείρᾳ δ’ οὐ προσωμίλησά πω.

  ΧΟ. Ἀλλ’ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδ’ εἰ δοκεῖς

  ἔχειν ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.

  ΔΗ. Ἀλλ’ αὐτίκ’ εἰσόμεσθα, τόνδε γὰρ βλέπω

   595 θυραῖον ἤδη· διὰ τάχους δ’ ἐλεύσεται.

  Μόνον παρ’ ὑμῶν εὖ στεγοίμεθ’· ὡς σκότῳ

  κἂν αἰσχρὰ πράσσῃς, οὔποτ’ αἰσχύνῃ πεσῇ.

  ΛΙ. Τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέω
ς,

  ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.

   600 ΔΗ. Ἀλλ’ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα,

  ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις,

  ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον

  δώρημ’ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.

  Διδοὺς δὲ τόνδε φράζ’ ὅπως μηδεὶς βροτῶν

   605 κείνου πάροιθεν ἀμφιδύσεται χροΐ,

  μηδ’ ὄψεταί νιν μήτε φέγγος ἡλίου

  μήθ’ ἕρκος ἱερὸν μήτ’ ἐφέστιον σέλας,

  πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς

  δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.

   610 Οὕτω γὰρ ηὔγμην, εἴ ποτ’ αὐτὸν ἐς δόμους

  ἴδοιμι σωθέντ’ ἢ κλύοιμι πανδίκως,

  στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς

  θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.

  Καὶ τῶνδ’ ἀποίσεις σῆμ’, ὃ κεῖνος εὐμαθὲς

   615 σφραγῖδος ἕρκει τῷδ’ ἐπὸν μαθήσεται.

  Ἀλλ’ ἕρπε καὶ φύλασσε πρῶτα μὲν νόμον,

  τὸ μὴ ‘πιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν·

  ἔπειθ’ ὅπως ἂν ἡ χάρις κείνου τέ σοι

  κἀμοῦ ξυνελθοῦσ’ ἐξ ἁπλῆς διπλῆ φανῇ.

   620 ΛΙ. Ἀλλ’ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην

  βέβαιον, οὔ τοι μὴ σφαλῶ γ’ ἐν σοί ποτε,

  τὸ μὴ οὐ τόδ’ ἄγγος ὡς ἔχει δεῖξαι φέρων

  λόγων τε πίστιν ὧν ἔχεις ἐφαρμόσαι.

  ΔΗ. Στείχοις ἂν ἤδη· καὶ γὰρ ἐξεπίστασαι

 

‹ Prev