Book Read Free

Delphi Complete Works of Sophocles

Page 53

by Sophocles


   625 τά γ’ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει.

  ΛΙ. Ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.

  ΔΗ. Ἀλλ’ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν

  προσδέγματ’, αὐτὴν ὡς ἐδεξάμην φίλως.

  ΛΙ. Ὥστ’ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ.

   630 ΔΗ. Τί δῆτ’ ἂν ἄλλο γ’ ἐννέποις; δέδοικα γὰρ

  μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ,

  πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα.

  ΧΟ. Ὦ ναύλοχα καὶ πετραῖα     Str. 1 .

  θερμὰ λουτρὰ καὶ πάγους

   635 Οἴτας παραναιετάοντες,

  οἵ τε μέσσαν Μηλίδα πὰρ λίμναν,

  χρυσαλακάτου τ’ ἀκτὰν Κόρας,

  ἔνθ’ Ἑλλάνων ἀγοραὶ

  Πυλάτιδες κλέονται,

   640 ὁ καλλιβόας τάχ’ ὑμῖν     Ant. 1 .

  αὐλὸς οὐκ ἀναρσίαν

  ἀχῶν καναχὰν ἐπάνεισιν,

  ἀλλὰ θείας ἀντίλυρον μούσας.

  Ὁ γὰρ Διός, Ἀλκμήνας κόρος,

   645 σεῦται πάσας ἀρετᾶς

  λάφυρ’ ἔχων ἐπ’ οἴκους·

  ὃν ἀπόπτολιν εἴχομεν παντᾶ     Str. 2 .

  δυοκαιδεκάμηνον ἀμμένουσαι

  χρόνον, πελάγιον, ἴδριες οὐ-

   650 δέν· ἁ δέ οἱ φίλα δάμαρ

  τάλαινα‹ν› δυστάλαινα καρδίαν

  πάγκλαυτος αἰὲν ὤλλυτο·

  νῦν δ’ Ἄρης οἰστρηθεὶς ἐξέλυσ’

  ἐπιπόνων ἁμερᾶν.

   655 Ἀφίκοιτ’ ἀφίκοιτο· μὴ σταίη     Ant. 2 .

  πολύκωπον ὄχημα ναὸς αὐτῷ,

  πρὶν τάνδε πρὸς πόλιν ἀνύσει-

  ε, νασιῶτιν ἑστίαν

  ἀμείψας, ἔνθα κλῄζεται θυτήρ·

   660 ὅθεν μόλοι πανίμερος,

  τῷ Πειθοῦς παγχρίστῳ συγκραθεὶς

  ἐπὶ προφάνσει θηρός.

  ΔΗ. Γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρω

  πεπραγμέν’ ᾖ μοι πάνθ’ ὅσ’ ἀρτίως ἔδρων.

   665 ΧΟ. Τί δ’ ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως;

  ΔΗ. Οὐκ οἶδ’· ἀθυμῶ δ’ εἰ φανήσομαι τάχα

  κακὸν μέγ’ ἐκπράξασ’ ἀπ’ ἐλπίδος καλῆς.

  ΧΟ. Οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων;

  ΔΗ. Μάλιστά γ’· ὥστε μήποτ’ ἂν προθυμίαν

   670 ἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν.

  ΧΟ. Δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβῇ.

  ΔΗ. Τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω,

  γυναῖκες, ὑμῖν, θαῦμ’ ἀνέλπιστον μαθεῖν.

  Ὧι γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίως

   675 ἔχριον ἀργῆτ’, οἰὸς εὐείρῳ πόκῳ,

  τοῦτ’ ἠφάνισται διάβορον πρὸς οὐδενὸς.

  τῶν ἔνδον, ἀλλ’ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει,

  καὶ ψῇ κατ’ ἄκρας σπιλάδος· ὡς δ’ εἰδῇς ἅπαν

  ᾗ τοῦτ’ ἐπράχθη, μείζον’ ἐκτενῶ λόγον.

   680 Ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος πονῶν

  πλευρὰν πικρᾷ γλωχῖνι προὐδιδάξατο,

  παρῆκα θεσμῶν οὐδέν, ἀλλ’ ἐσῳζόμην,

  χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν.

  Καί μοι τάδ’ ἦν πρόρρητα καὶ τοιαῦτ’ ἔδρων·

   685 τὸ φάρμακον τοῦτ’ ἄπυρον ἀκτῖνός τ’ ἀεὶ

  θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ,

  ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που.

  Κἄδρων τοιαῦτα· νῦν δ’, ὅτ’ ἦν ἐργαστέον,

  ἔχρισα μὲν κατ’ οἶκον ἐν δόμοις κρυφῇ

   690 μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην,

  κἄθηκα συμπτύξασ’ ἀλαμπὲς ἡλίου

  κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.

  Εἴσω δ’ ἀποστείχουσα δέρκομαι φάτιν

  ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.

   695 Τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως

  τῆς οἰὸς ᾧ προὔχριον ἐς μέσην φλόγα,

  ἀκτῖν’ ἐς ἡλιῶτιν· ὡς δ’ ἐθάλπετο,

  ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί,

  μορφῇ μάλιστ’ εἰκαστὸν ὥστε πρίονος

   700 ἐκβρώματ’ ἂν βλέψειας ἐν τομῇ ξύλου.

  Τοιόνδε κεῖται προπετές· ἐκ δὲ γῆς ὅθεν

  προὔκειτ’ ἀναζέουσι θρομβώδεις ἀφροί,

  γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ

  χυθέντος εἰς γῆν Βακχίας ἀπ’ ἀμπέλου.

   705 Ὥστ’ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω,

  ὁρῶ δ’ ἔμ’ ἔργον δεινὸν ἐξειργασμένην.

  Πόθεν γὰρ ἄν ποτ’, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρ

  ἐμοὶ παρέσχ’ εὔνοιαν, ἧς ἔθνῃσχ’ ὕπερ;

  οὐκ ἔστιν· ἀλλὰ τὸν βαλόντ’ ἀποφθίσαι

   710 χρῄζων ἔθελγέ μ’· ὧν ἐγὼ μεθύστερον,

  ὅτ’ οὐκέτ’ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.

  Μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι

  γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ·

  τὸν γὰρ βαλόντ’ ἄτρακτον οἶδα καὶ θεόν,

   715 Χείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ

  φθείρει τὰ πάντα κνώδαλ’· ἐκ δὲ τοῦδ’ ὅδε

  σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας

  πῶς οὐκ ὀλεῖ καὶ τόνδε; δόξῃ γοῦν ἐμῇ.

  Καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται,

   720 ταὐτῇ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα·

  ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν,

  ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι.

  ΧΟ. Ταρβεῖν μὲν ἔργα δείν’ ἀναγκαίως ἔχει,

  τὴν δ’ ἐλπίδ’ οὐ χρὴ τῆ
ς τύχης κρίνειν πάρος.

   725 ΔΗ. Οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν

  οὐδ’ ἐλπὶς ἥτις καὶ θράσος τι προξενεῖ.

  ΧΟ. Ἀλλ’ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ‘ξ ἑκουσίας

  ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει.

  ΔΗ. Τοιαῦτα δ’ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ

   730 κοινωνός, ἀλλ’ ᾧ μηδέν ἐστ’ οἴκοι βαρύ.

  ΧΟ. Σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον,

  εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· ἐπεὶ

  πάρεστι μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο.

  ΥΛ. Ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν σ’ ἓν εἱλόμην,

   735 ἢ μηκέτ’ εἶναι ζῶσαν, ἢ σεσωσμένην

  ἄλλου κεκλῆσθαι μητέρ’, ἢ λῴους φρένας

  τῶν νῦν παρουσῶν τῶνδ’ ἀμείψασθαί ποθεν.

  ΔΗ. Τί δ’ ἐστίν, ὦ παῖ, πρός γ’ ἐμοῦ στυγούμενον;

  ΥΛ. Τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δ’ ἐμὸν λέγω

   740 πατέρα, κατακτείνασα τῇδ’ ἐν ἡμέρᾳ.

  ΔΗ. Οἴμοι, τίν’ ἐξήνεγκας, ὦ τέκνον, λόγον;

  ΥΛ. Ὃν οὐχ οἷόν τε μὴ τελεσθῆναι· τὸ γὰρ

  φανθὲν τίς ἂν δύναιτ’ ‹ἂν› ἀγένητον ποεῖν;

  ΔΗ. Πῶς εἶπας, ὦ παῖ; τοῦ πάρ’ ἀνθρώπων μαθὼν

   745 ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φῄς;

  ΥΛ. Αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν

  πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.

  ΔΗ. Ποῦ δ’ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;

  ΥΛ. Εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.

   750 Ὅθ’ εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν,

  νίκης ἄγων τροπαῖα κἀκροθίνια,

  ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρον

  Κήναιον ἔστιν, ἔνθα πατρῴῳ Διὶ

  βωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα·

   755 οὗ νιν τὰ πρῶτ’ ἐσεῖδον ἄσμενος πόθῳ.

  Μέλλοντι δ’ αὐτῷ πολυθύτους τεύχειν σφαγὰς

  κῆρυξ ἀπ’ οἴκων ἵκετ’ οἰκεῖος Λίχας,

  τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον·

  ὃν κεῖνος ἐνδύς, ὡς σὺ προὐξεφίεσο,

   760 ταυροκτονεῖ μὲν δώδεκ’ ἐντελεῖς ἔχων

  λείας ἀπαρχὴν βοῦς· ἀτὰρ τὰ πάνθ’ ὁμοῦ

  ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα.

  Καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενὶ

  κόσμῳ τε χαίρων καὶ στολῇ κατηύχετο·

   765 ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετο

  φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός,

  ἱδρὼς ἀνῄει χρωτὶ καὶ προσπτύσσετο

  πλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος,

  χιτὼν ἅπαν κατ’ ἄρθρον· ἦλθε δ’ ὀστέων

   770 ὀδαγμὸς ἀντίσπαστος· εἶτα φοινίας

  ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο.

  Ἐνταῦθα δὴ βόησε τὸν δυσδαίμονα

  Λίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ,

  ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον·

   775 ὁ δ’ οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνης

  δώρημ’ ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον.

  Κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος

  σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο,

  μάρψας ποδός νιν ἄρθρον ᾗ λυγίζεται

   780 ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν·

  κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου

  κρατὸς διασπαρέντος αἵματός θ’ ὁμοῦ.

  Ἅπας δ’ ἀνηυφήμησεν οἰμωγῇ λεώς,

  τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου·

   785 κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν.

  Ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος

  βοῶν, ἰύζων· ἀμφὶ δ’ ἐκτύπουν πέτραι,

  Λοκρῶν ὄρειοι πρῶνες Εὐβοίας τ’ ἄκραι.

  Ἐπεὶ δ’ ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶ

   790 ῥιπτῶν ἑαυτόν, πολλὰ δ’ οἰμωγῇ βοῶν,

  τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος

  σοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμον

  οἷον κατακτήσαιτο λυμαντὴν βίου,

  τότ’ ἐκ προσέδρου λιγνύος διάστροφον

   795 ὀφθαλμὸν ἄρας εἶδέ μ’ ἐν πολλῷ στρατῷ

  δακρυρροοῦντα, καί με προσβλέψας καλεῖ·

  “Ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν,

  μηδ’ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί·

  ἀλλ’ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς

   800 ἐνταῦθ’ ὅπου με μή τις ὄψεται βροτῶν·

  εἰ δ’ οἶκτον ἴσχεις, ἀλλά μ’ ἔκ γε τῆσδε γῆς

  πόρθμευσον ὡς τάχιστα, μηδ’ αὐτοῦ θάνω.”

  Τοσαῦτ’ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει

  θέντες σφε πρὸς γῆν τήνδ’ ἐκέλσαμεν μόλις

   805 βρυχώμενον σπασμοῖσι· καί νιν αὐτίκα

  ἢ ζῶντ’ ἐσόψεσθ’ ἢ τεθνηκότ’ ἀρτίως.

  Τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασ’ ἐμῷ

  καὶ δρῶσ’ ἐλήφθης, ὧν σε ποίνιμος Δίκη

  τείσαιτ’ Ἐρινύς τ’· εἰ θέμις δ’, ἐπεύχομαι·

   810 θέμις δ’, ἐπεί μοι τὴν θέμιν σὺ προὔβαλες,

  πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ

  κτείνασ’, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.

  ΧΟ. Τί σῖγ’ ἀφέρπεις; οὐ κάτοισθ’ ὁθούνεκα

  ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ;

   815 ΥΛ. Ἐᾶτ’ ἀφέρπειν· οὖρος ὀφθαλμῶν ἐμῶν

  αὐτῇ γένοιτ’ ἄπωθεν ἑρπούσῃ καλ
ῶς·

  ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν

  μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ;

  Ἀλλ’ ἑρπέτω χαίρουσα· τὴν δὲ τέρψιν ἣν

   820 τὠμῷ δίδωσι πατρί, τήνδ’ αὐτὴ λάβοι.

  ΧΟ. Ἴδ’ οἷον, ὦ παῖδες, προσέμειξεν ἄφαρ     Str. 1 .

  τοὔπος τὸ θεοπρόπον ἡμῖν

  τᾶς παλαιφάτου προνοίας,

  ὅ τ’ ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροι

   825 δωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων

  τῷ Διὸς αὐτόπαιδι·

  καὶ τάδ’ ὀρθῶς ἔμπεδα

  κατουρίζει. Πῶς γὰρ ἂν ὁ μὴ λεύσσων

   830 ἔτι ποτ’ ἔτ’ ἐπίπονον ἔχοι θανὼν λατρείαν;

  Εἰ γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳ     Ant. 1 .

  χρίει δολοποιὸς ἀνάγκα

  πλευρά, προστακέντος ἰοῦ,

  ὃν τέκετο θάνατος, ἔτρεφε δ’ αἰόλος δράκων,

   835 πῶς ὅδ’ ἂν ἀέλιον ἕτερον ἢ τανῦν ἴδοι,

  δεινοτάτῳ μὲν ὕδρας

  προστετακὼς φάσματι,

  μελαγχαίτα τ’ ἄμμιγά νιν αἰκίζει

   840 φόνια δολιόμυθα κέντρ’ ἐπιζέσαντα;

  Ὧν ἅδ’ ἁ τλάμων ἄοκνος     Str. 2 .

  μεγάλαν προσορῶσα δόμοις βλάβαν

  νέων ἀϊσσόντων γάμων, τὰ μὲν οὔτι

  προσέβαλεν, τὰ δ’ ἀπ’ ἀλλόθρου

   845 γνώμας μολόντ’ ὀλεθρίαισ‹ι› συναλλαγαῖς

  ἦ που ὀλοὰ στένει,

 

‹ Prev