Book Read Free

Delphi Complete Works of Sophocles

Page 63

by Sophocles


  οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.

  Ποίας γὰρ ἀστῶν ἥξετ’ εἰς ὁμιλίας,

  1490 ποίας δ’ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι

  πρὸς οἶκον ἵξεσθ’ ἀντὶ τῆς θεωρίας;

  Ἀλλ’ ἡνίκ’ ἂν δὴ πρὸς γάμων ἥκητ’ ἀκμάς,

  τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα,

  τοιαῦτ’ ὀνείδη λαμβάνων ἃ τοῖς ἐμοῖς

  1495 γονεῦσιν ἔσται σφῷν θ’ ὁμοῦ δηλήματα;

  Τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ

  ὑμῶν ἔπεφνεν· τὴν τεκοῦσαν ἤροσεν,

  ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων

  ἐκτήσαθ’ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.

  1500 Τοιαῦτ’ ὀνειδιεῖσθε. Κᾆτα τίς γαμεῖ;

  οὐκ ἔστιν οὐδείς, ὦ τέκν’, ἀλλὰ δηλαδὴ

  χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.

  Ὦ παῖ Μενοικέως, ἀλλ’ ἐπεὶ μόνος πατὴρ

  ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ‘φυτεύσαμεν,

  1505 ὀλώλαμεν δύ’ ὄντε, μή σφε περιίδῃς

  πτωχὰς ἀνάνδρους ἐγγενεῖς ἀλωμένας,

  μηδ’ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.

  Ἀλλ’ οἴκτισόν σφας, ὧδε τηλικάσδ’ ὁρῶν

  πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.

  1510 Ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί.

  Σφῷν δ’, ὦ τέκν’, εἰ μὲν εἰχέτην ἤδη φρένας,

  πόλλ’ ἂν παρῄνουν· νῦν δὲ τοῦτ’ εὔχεσθέ μοι

  οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος

  ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.

  1515 ΚΡ. Ἅλις ἵν’ ἐξήκεις δακρύων· ἀλλ’ ἴθι στέγης ἔσω.

  ΟΙ. Πειστέον, κεἰ μηδὲν ἡδύ.

  ΚΡ.      Πάντα γὰρ καιρῷ καλά.

  ΟΙ. Οἶσθ’ ἐφ’ οἷς οὖν εἶμι;

  ΚΡ.           Λέξεις, καὶ τότ’ εἴσομαι κλύων.

  ΟΙ. Γῆς μ’ ὅπως πέμψεις ἄποικον.

  ΚΡ.      Τοῦ θεοῦ μ’ αἰτεῖς δόσιν.

  ΟΙ. Ἀλλὰ θεοῖς γ’ ἔχθιστος ἥκω.

  ΚΡ.         Τοιγαροῦν τεύξῃ τάχα.

  1520 ΟΙ. Φῂς τάδ’ οὖν;

  ΚΡ.         Ἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην.

  ΟΙ. Ἄπαγέ νύν μ’ ἐντεῦθεν ἤδη.

  ΚΡ.    Στεῖχέ νυν, τέκνων δ’ ἀφοῦ.

  ΟΙ. Μηδαμῶς ταύτας γ’ ἕλῃ μου.

  ΚΡ.     Πάντα μὴ βούλου κρατεῖν·

  καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο.

  ΧΟ. Ὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετ’, Οἰδίπους ὅδε,

  1525 ὃς τὰ κλείν’ αἰνίγματ’ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ,

  οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων,

  εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν,

  ὥστε θνητὸν ὄντ’ ἐκείνην τὴν τελευταίαν ἰδεῖν

  ἡμέραν ἐπισκοποῦντα μηδέν’ ὀλβίζειν, πρὶν ἂν

  1530 τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών.

  Φιλοκτήτης - PHILOCTETES

  ΟΔΥΣΣΕΥΣ

  Ἀκτὴ μὲν ἥδε τῆς περιρρύτου χθονὸς

  Λήμνου, βροτοῖς ἄστιπτος οὐδ’ οἰκουμένη,

  ἔνθ’, ὦ κρατίστου πατρὸς Ἑλλήνων τραφεὶς

  Ἀχιλλέως παῖ Νεοπτόλεμε, τὸν Μηλιᾶ

     5 Ποίαντος υἱὸν ἐξέθηκ’ ἐγώ ποτε,

  ταχθεὶς τόδ’ ἔρδειν τῶν ἀνασσόντων ὕπο,

  νόσῳ καταστάζοντα διαβόρῳ πόδα,

  ὅτ’ οὔτε λοιβῆς ἡμὶν οὔτε θυμάτων

  παρῆν ἑκήλοις προσθιγεῖν, ἀλλ’ ἀγρίαις

    10 κατεῖχ’ ἀεὶ πᾶν στρατόπεδον δυσφημίαις,

  βοῶν, στενάζων. Ἀλλὰ ταῦτα μὲν τί δεῖ

  λέγειν; ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων,

  μὴ καὶ μάθῃ μ’ ἥκοντα κἀκχέω τὸ πᾶν

  σόφισμα τῷ νιν αὐτίχ’ αἱρήσειν δοκῶ.

    15 Ἀλλ’ ἔργον ἤδη σὸν τὰ λοίφ’ ὑπηρετεῖν,

  σκοπεῖν θ’ ὅπου ‘στ’ ἐνταῦθα δίστομος πέτρα

  τοιάδ’, ἵν’ ἐν ψύχει μὲν ἡλίου διπλῆ

  πάρεστιν ἐνθάκησις, ἐν θέρει δ’ ὕπνον

  δι’ ἀμφιτρῆτος αὐλίου πέμπει πνοή·

    20 βαιὸν δ’ ἔνερθεν ἐξ ἀριστερᾶς τάχ’ ἂν

  ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν.

  Ἅ μοι προσελθὼν σῖγα σήμαιν’ εἴτ’ ἔχει

  χῶρον πρὸς αὐτὸν τόνδ’ ‹ἔτ’› εἴτ’ ἄλλῃ κυρεῖ,

  ὡς τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς,

    25 ἐγὼ δὲ φράζω, κοινὰ δ’ ἐξ ἀμφοῖν ἴῃ.

  ΝΕΟΠΤΟΛΕΜΟΣ

  Ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις·

  δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν.

  ΟΔ. Ἄνωθεν, ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ.

  ΝΕ. Τόδ’ ἐξύπερθε, καὶ στίβου γ’ οὐδεὶς κτύπος.

    30 ΟΔ. Ὅρα καθ’ ὕπνον μὴ καταυλισθεὶς κυρῇ.

  ΝΕ. Ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα.

  ΟΔ. Οὐδ’ ἔνδον οἰκοποιός ἐστί τις τροφή;

  ΝΕ. Στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ.

  ΟΔ. Τὰ δ’ ἄλλ’ ἔρημα, κοὐδέν ἐσθ’ ὑπόστεγον;

    35 ΝΕ. Αὐτόξυλόν γ’ ἔκπωμα, φλαυρουργοῦ τινος

  τεχνήματ’ ἀνδρός, καὶ πυρεῖ’ ὁμοῦ τάδε.

  ΟΔ. Κείνου τὸ θησαύρισμα σημαίνεις τόδε.

  ΝΕ. Ἰοὺ ἰού· καὶ ταῦτά γ’ ἄλλα θάλπεται

  ῥάκη, βαρείας του νοσηλείας πλέα.

    40 ΟΔ. Ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς,

  κἄστ’ οὐχ ἑκά�
� που· πῶς γὰρ ἂν νοσῶν ἀνὴρ

  κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν;

  ἀλλ’ ἢ ‘πὶ φορβῆς νόστον ἐξελήλυθεν,

  ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που.

    45 Τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν,

  μὴ καὶ λάθῃ με προσπεσών· ὡς μᾶλλον ἂν

  ἕλοιτό μ’ ἢ τοὺς πάντας Ἀργείους λαβεῖν.

  ΝΕ. Ἀλλ’ ἔρχεταί τε καὶ φυλάξεται στίβος·

  σὺ δ’ εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ.

    50 ΟΔ. Ἀχιλλέως παῖ, δεῖ σ’ ἐφ’ οἷς ἐλήλυθας

  γενναῖον εἶναι, μὴ μόνον τῷ σώματι,

  ἀλλ’ ἤν τι καινὸν ὧν πρὶν οὐκ ἀκήκοας

  κλύῃς, ὑπουργεῖν, ὡς ὑπηρέτης πάρει.

  ΝΕ. Τί δῆτ’ ἄνωγας;

  ΟΔ.       Τὴν Φιλοκτήτου σε δεῖ

    55 ψυχὴν ὅπως λόγοισιν ἐκκλέψεις λέγων.

  Ὅταν σ’ ἐρωτᾷ τίς τε καὶ πόθεν πάρει,

  λέγειν Ἀχιλλέως παῖς· τόδ’ οὐχὶ κλεπτέον·

  πλεῖς δ’ ὡς πρὸς οἶκον, ἐκλιπὼν τὸ ναυτικὸν

  στράτευμ’ Ἀχαιῶν, ἔχθος ἐχθήρας μέγα,

    60 οἵ σ’ ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν,

  μόνην ἔχοντες τήνδ’ ἅλωσιν Ἰλίου,

  οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων

  ἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ,

  ἀλλ’ αὔτ’ Ὀδυσσεῖ παρέδοσαν, λέγων ὅσ’ ἂν

    65 θέλῃς καθ’ ἡμῶν ἔσχατ’ ἐσχάτων κακά·

  τούτῳ γὰρ οὐδέν μ’ ἀλγυνεῖς· εἰ δ’ ἐργάσῃ

  μὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς·

  εἰ γὰρ τὰ τοῦδε τόξα μὴ ληφθήσεται,

  οὐκ ἔστι πέρσαι σοι τὸ Δαρδάνου πέδον.

    70 Ὡς δ’ ἔστ’ ἐμοὶ μὲν οὐχί, σοὶ δ’ ὁμιλία

  πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε·

  σὺ μὲν πέπλευκας οὔτ’ ἔνορκος οὐδενὶ

  οὔτ’ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου,

  ἐμοὶ δὲ τούτων οὐδέν ἐστ’ ἀρνήσιμον·

    75 ὥστ’ εἴ με τόξων ἐγκρατὴς αἰσθήσεται,

  ὄλωλα, καὶ σὲ προσδιαφθερῶ ξυνών·

  ἀλλ’ αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺς

  ὅπως γενήσῃ τῶν ἀνικήτων ὅπλων.

  Ἔξοιδα καὶ φύσει σε μὴ πεφυκότα

    80 τοιαῦτα φωνεῖν μηδὲ τεχνᾶσθαι κακά·

  ἀλλ’ ἡδὺ γάρ τοι κτῆμα τῆς νίκης λαβεῖν,

  τόλμα· δίκαιοι δ’ αὖθις ἐκφανούμεθα·

  νῦν δ’ εἰς ἀναιδὲς ἡμέρας μέρος βραχὺ

  δός μοι σεαυτόν, κᾆτα τὸν λοιπὸν χρόνον

    85 κέκλησο πάντων εὐσεβέστατος βροτῶν.

  ΝΕ. Ἐγὼ μὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων,

  Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ·

  ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς,

  οὔτ’ αὐτὸς οὔθ’, ὥς φασιν, οὑκφύσας ἐμέ.

    90 Ἀλλ’ εἴμ’ ἕτοιμος πρὸς βίαν τὸν ἄνδρ’ ἄγειν

  καὶ μὴ δόλοισιν· οὐ γὰρ ἐξ ἑνὸς ποδὸς

  ἡμᾶς τοσούσδε πρὸς βίαν χειρώσεται.

  Πεμφθείς γε μέντοι σοὶ ξυνεργάτης ὀκνῶ

  προδότης καλεῖσθαι· βούλομαι δ’, ἄναξ, καλῶς

    95 δρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶς.

  ΟΔ. Ἐσθλοῦ πατρὸς παῖ, καὐτὸς ὢν νέος ποτὲ

  γλῶσσαν μὲν ἀργόν, χεῖρα δ’ εἶχον ἐργάτιν·

  νῦν δ’ εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖς

  τὴν γλῶσσαν, οὐχὶ τἄργα, πάνθ’ ἡγουμένην.

   100 ΝΕ. Τί οὖν μ’ ἄνωγας ἄλλο πλὴν ψευδῆ λέγειν;

  ΟΔ. Λέγω σ’ ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν.

  ΝΕ. Τί δ’ ἐν δόλῳ δεῖ μᾶλλον ἢ πείσαντ’ ἄγειν;

  ΟΔ. Οὐ μὴ πίθηται· πρὸς βίαν δ’ οὐκ ἂν λάβοις.

  ΝΕ. Οὕτως ἔχει τι δεινὸν ἰσχύος θράσος;

   105 ΟΔ. Ἰοὺς ἀφύκτους καὶ προπέμποντας φόνον.

  ΝΕ. Οὐκ ἆρ’ ἐκείνῳ γ’ οὐδὲ προσμεῖξαι θρασύ;

  ΟΔ. Οὔ, μὴ δόλῳ λαβόντα γ’, ὡς ἐγὼ λέγω.

  ΝΕ. Οὐκ αἰσχρὸν ἡγῇ δῆτα τὸ ψευδῆ λέγειν;

  ΟΔ. Οὔκ, εἰ τὸ σωθῆναί γε τὸ ψεῦδος φέρει.

   110 ΝΕ. Πῶς οὖν βλέπων τις ταῦτα τολμήσει λακεῖν;

  ΟΔ. Ὅταν τι δρᾷς εἰς κέρδος, οὐκ ὀκνεῖν πρέπει.

  ΝΕ. Κέρδος δ’ ἐμοὶ τί τοῦτον ἐς Τροίαν μολεῖν;

  ΟΔ. Αἱρεῖ τὰ τόξα ταῦτα τὴν Τροίαν μόνα.

  ΝΕ. Οὐκ ἆρ’ ὁ πέρσων, ὡς ἐφάσκετ’, εἴμ’ ἐγώ;

   115 ΟΔ. Οὔτ’ ἂν σὺ κείνων χωρὶς οὔτ’ ἐκεῖνα σοῦ.

  ΝΕ. Θηρατέ’ ἄ‹ρα› γίγνοιτ’ ἄν, εἴπερ ὧδ’ ἔχει.

  ΟΔ. Ὡς τοῦτό γ’ ἔρξας δύο φέρῃ δωρήματα.

  ΝΕ. Ποίω; μαθὼν γὰρ οὐκ ἂν ἀρνοίμην τὸ δρᾶν.

  ΟΔ. Σοφός τ’ ἂν αὑτὸς κἀγαθὸς κεκλῇ’ ἅμα.

   120 ΝΕ. Ἴτω· ποήσω, πᾶσαν αἰσχύνην ἀφείς.

  ΟΔ. Ἦ μνημονεύεις οὖν ἅ σοι παρῄνεσα;

  ΝΕ. Σάφ’ ἴσθ’, ἐπείπερ εἰσάπαξ συνῄνεσα.

  ΟΔ. Σὺ μὲν μένων νυν κεῖνον ἐνθάδ’ ἐκδέχου,

  ἐγὼ δ’ ἄπειμι, μὴ κατοπτευθῶ παρών,

   125 καὶ τὸν σκοπὸν πρὸς ναῦν ἀποστελῶ πάλιν·

  καὶ δεῦρ’, ἐάν μοι τοῦ χρόνου δοκῆτέ τι

  κατασχολάζειν, αὖθις ἐκπέμψω πάλιν

  τοῦτον τὸν αὐτὸν ἄνδρα, ναυκλήρου τρόποις

  μορφὴν δολώσας, ὡς ἂν ἀγνοία προσῇ·

   130 οὗ δῆτα, τέκνον, π
οικίλως αὐδωμένου

  δέχου τὰ συμφέροντα τῶν ἀεὶ λόγων.

  Ἐγὼ δὲ πρὸς ναῦν εἶμι, σοὶ παρεὶς τάδε·

  Ἑρμῆς δ’ ὁ πέμπων Δόλιος ἡγήσαιτο νῷν

  Νίκη τ’ Ἀθάνα Πολιάς, ἣ σῴζει μ’ ἀεί.

   135 ΧΟΡΟΣ

  Τί χρή, τί χρή με, δέσποτ’, ἐν ξένᾳ ξένον           Str. 1 .

  στέγειν, ἢ τί λέγειν πρὸς ἄνδρ’ ὑπόπταν;

  Φράζε μοι·

  τέχνα γὰρ τέχνας ἑτέρας

  προὔχει καὶ γνώμα παρ’ ὅτῳ

   140 τὸ θεῖον Διὸς σκῆπτρον ἀνάσσεται·

  σὲ δ’, ὦ τέκνον, τόδ’ ἐλήλυθεν

  πᾶν κράτος ὠγύγιον· τό μοι ἔννεπε

  τί σοι χρεὼν ὑπουργεῖν.

  ΝΕ. Νῦν μέν, ἴσως γὰρ τόπον ἐσχατιαῖς

   145 προσιδεῖν ἐθέλεις ὅντινα κεῖται,

  δέρκου θαρσῶν· ὁπόταν δὲ μόλῃ

  δεινὸς ὁδίτης, τῶνδ’ ἐκ μελάθρων

  πρὸς ἐμὴν αἰεὶ χεῖρα προχωρῶν

  πειρῶ τὸ παρὸν θεραπεύειν.

   150 ΧΟ. Μέλον πάλαι μέλημά μοι λέγεις, ἄναξ,           Ant. 1 .

  φρουρεῖν ὄμμ’ ἐπὶ σῷ μάλιστα καιρῷ·

  νῦν δέ μοι

  λέγ’ αὐλὰς ποίας ἔνεδρος

 

‹ Prev