Book Read Free

Delphi Complete Works of Sophocles

Page 64

by Sophocles


  ναίει καὶ χῶρον τίν’ ἔχει·

   155 τὸ γάρ μοι μαθεῖν οὐκ ἀποκαίριον,

  μὴ προσπεσών με λάθῃ ποθέν·

  τίς τόπος ἢ τίς ἕδρα, τίν’ ἔχει στίβον,

  ἔναυλον ἢ θυραῖον;

  ΝΕ. Οἶκον μὲν ὁρᾷς τόνδ’ ἀμφίθυρον

   160 πετρίνης κοίτης.

  ΧΟ. Ποῦ γὰρ ὁ τλάμων αὐτὸς ἄπεστιν;

  ΝΕ. Δῆλον ἔμοιγ’ ὡς φορβῆς χρείᾳ

  στίβον ὀγμεύει τόνδε πέλας που·

  ταύτην γὰρ ἔχειν βιοτῆς αὐτὸν

   165 λόγος ἐστὶ φύσιν, θηροβολοῦντα

  πτηνοῖς ἰοῖς, στυγερὸν στυγερῶς,

  οὐδέ τιν’ αὐτῷ

  παιῶνα κακῶν ἐπινωμᾶν.

  ΧΟ. Οἰκτίρω νιν ἔγωγ’, ὅπως,           Str. 2 .

   170 μή του κηδομένου βροτῶν,

  μηδὲ ξύντροφον ὄμμ’ ἔχων,

  δύστανος, μόνος αἰεί,

  νοσεῖ μὲν νόσον ἀγρίαν,

  ἀλύει δ’ ἐπὶ παντί τῳ

   175 χρείας ἱσταμένῳ· πῶς ποτε, πῶς

  δύσμορος ἀντέχει;

  Ὦ παλάμαι θνητῶν,

  ὦ δύστανα γένη βροτῶν

  οἷς μὴ μέτριος αἰών.

   180 Οὗτος πρωτογόνων ἴσως           Ant. 2 .

  οἴκων οὐδενὸς ὕστερος,

  πάντων ἄμμορος ἐν βίῳ

  κεῖται μοῦνος ἀπ’ ἄλλων,

  στικτῶν ἢ λασίων μετὰ

   185 θηρῶν, ἔν τ’ ὀδύναις ὁμοῦ

  λιμῷ τ’ οἰκτρὸς ἀνήκεστα μερι-

  μνήματ’ ἔχων βαρεῖ·

  ἁ δ’ ἀθυρόστομος

  ἀχὼ τηλεφανὴς πικρὰς

   190 οἰμωγὰς ὑποχεῖται.

  ΝΕ. Οὐδὲν τούτων θαυμαστὸν ἐμοί·

  θεῖα γάρ, εἴπερ κἀγώ τι φρονῶ,

  καὶ τὰ παθήματα κεῖνα πρὸς αὐτὸν

  τῆς ὠμόφρονος Χρύσης ἐπέβη,

   195 καὶ νῦν ἃ πονεῖ δίχα κηδεμόνων,

  οὐκ ἔσθ’ ὡς οὐ θεῶν του μελέτῃ,

  τοῦ μὴ πρότερον τόνδ’ ἐπὶ Τροίᾳ

  τεῖναι τὰ θεῶν ἀμάχητα βέλη,

  πρὶν ὅδ’ ἐξήκοι χρόνος ᾧ λέγεται

   200 χρῆναί σφ’ ὑπὸ τῶνδε δαμῆναι.

  ΧΟ. Εὔστομ’ ἔχε, παῖ.           Str. 3 .

  ΝΕ.         Τί τόδε;

  ΧΟ.        Προὐφάνη κτύπος,

  φωτὸς σύντροφος ὡς τειρομένοιο,

  ἤ που τῇδ’ ἢ τῇδε τόπων·

   205 βάλλει, βάλλει μ’ ἐτύμα

  φθογγά του στίβον κατ’ ἀνάγκαν

  ἕρποντος, οὐδέ με λάθει

  βαρεῖα τηλόθεν αὐδὰ

  τρυσάνωρ· διάσημα γὰρ θροεῖ.

   210 ΧΟ. Ἀλλ’ ἔχε, τέκνον, -           Ant. 3 .

  ΝΕ.           Λέγ’ ὅ τι.

  ΧΟ.    φροντίδας νέας·

  ὡς οὐκ ἔξεδρος, ἀλλ’ ἔντοπος ἁνήρ,

  οὐ μολπὰν σύριγγος ἔχων,

  ὡς ποιμὴν ἀγροβάτας,

   215 ἀλλ’ ἤ που πταίων ὑπ’ ἀνάγκας

  βοᾷ τηλωπὸν ἰωάν,

  ἢ ναὸς ἄξενον αὐγά-

  ζων ὅρμον· προβοᾷ γὰρ αἴλινον.

  ΦΙΛΟΚΤΗΤΗΣ

  Ἰὼ ξένοι,

   220 τίνες ποτ’ ἐς γῆν τήνδε ναυτίλῳ πλάτῃ

  κατέσχετ’ οὔτ’ εὔορμον οὔτ’ οἰκουμένην;

  Ποίας πάτρας ἂν ἢ γένους ὑμᾶς ποτε

  τύχοιμ’ ἂν εἰπών; Σχῆμα μὲν γὰρ Ἑλλάδος

  στολῆς ὑπάρχει προσφιλεστάτης ἐμοί·

   225 φωνῆς δ’ ἀκοῦσαι βούλομαι· καὶ μή μ’ ὄκνῳ

  δείσαντες ἐκπλαγῆτ’ ἀπηγριωμένον,

  ἀλλ’ οἰκτίσαντες ἄνδρα δύστηνον, μόνον,

  ἔρημον ὧδε κἄφιλον, καλούμενον

  φωνήσατ’, εἴπερ ὡς φίλοι προσήκετε.

   230 Ἀλλ’ ἀνταμείψασθ’· οὐ γὰρ εἰκὸς οὔτ’ ἐμὲ

  ὑμῶν ἁμαρτεῖν τοῦτό γ’ οὔθ’ ὑμᾶς ἐμοῦ.

  ΝΕ. Ἀλλ’, ὦ ξέν’, ἴσθι τοῦτο πρῶτον, οὕνεκα

  Ἕλληνές ἐσμεν· τοῦτο γὰρ βούλει μαθεῖν.

  ΦΙ. Ὦ φίλτατον φώνημα· φεῦ τὸ καὶ λαβεῖν

   235 πρόσφθεγμα τοιοῦδ’ ἀνδρὸς ἐν χρόνῳ μακρῷ.

  Τίς σ’, ὦ τέκνον, προσέσχε, τίς προσήγαγεν

  χρεία; τίς ὁρμή; τίς ἀνέμων ὁ φίλτατος;

  Γέγωνέ μοι πᾶν τοῦθ’, ὅπως εἰδῶ τίς εἶ.

  ΝΕ. Ἐγὼ γένος μέν εἰμι τῆς περιρρύτου

   240 Σκύρου· πλέω δ’ ἐς οἶκον· αὐδῶμαι δὲ παῖς

  Ἀχιλλέως, Νεοπτόλεμος· οἶσθ’ ἤδη τὸ πᾶν.

  ΦΙ. Ὦ φιλτάτου παῖ πατρός, ὦ φίλης χθονός,

  ὦ τοῦ γέροντος θρέμμα Λυκομήδους, τίνι

  στόλῳ προσέσχες τήνδε γῆν, πόθεν πλέων;

   245 ΝΕ. Ἐξ Ἰλίου τοι δὴ τανῦν γε ναυστολῶ.

  ΦΙ. Πῶς εἶπας; Οὐ γὰρ δὴ σύ γ’ ἦσθα ναυβάτης

  ἡμῖν κατ’ ἀρχὴν τοῦ πρὸς Ἴλιον στόλου.

  ΝΕ. Ἦ γὰρ μετέσχες καὶ σὺ τοῦδε τοῦ πόνου;

  ΦΙ. Ὦ τέκνον, οὐ γὰρ οἶσθά μ’ ὅντιν’ εἰσορᾷς;

   250 ΝΕ. Πῶς γὰρ κάτοιδ’ ὅν γ’ εἶδον οὐδεπώποτε;

  ΦΙ. Οὐδ’ οὔνομ’ οὐδὲ τῶν ἐμῶν κακῶν κλέος

  ᾔσθου ποτ’ οὐδέν, οἷς ἐγὼ διωλλύμην;

  ΝΕ. Ὡς μηδὲν εἰδότ’ ἴσθι μ’ ὧν ἀνιστορεῖς.

  ΦΙ. Ὦ πόλλ’ ἐγὼ μοχθηρός, ὦ πικρὸς θεοῖς,

   255 οὗ μηδὲ κληδὼν ὧδ’ ἔχοντος οἴκαδε

  μηδ’ Ἑλλάδος γῆς μηδαμοῦ διῆλθέ που,

  ἀλλ’ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ

  γελῶσι σῖγ’ ἔχο
ντες, ἡ δ’ ἐμὴ νόσος

  ἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται.

   260 Ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως,

  ὅδ’ εἴμ’ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως

  τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων,

  ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ

  δισσοὶ στρατηγοὶ χὠ Κεφαλλήνων ἄναξ

   265 ἔρριψαν αἰσχρῶς ὧδ’ ἔρημον, ἀγρίᾳ

  νόσῳ καταφθίνοντα, τῇδ’, ἀνδροφθόρου

  πληγέντ’ ἐχίδνης ἀγρίῳ χαράγματι,

  ξὺν ᾗ μ’ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε

  ᾤχοντ’ ἔρημον, ἡνίκ’ ἐκ τῆς ποντίας

   270 Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ.

  Τότ’ ἄσμενοί μ’ ὡς εἶδον ἐκ πολλοῦ σάλου

  εὕδοντ’ ἐπ’ ἀκτῆς ἐν κατηρεφεῖ πέτρῳ,

  ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς

  λιπόντες ᾤχονθ’, οἷα φωτὶ δυσμόρῳ

   275 ἐπωφέλημα σμικρόν· οἷ’ αὐτοῖς τύχοι.

  Σὺ δή, τέκνον, ποίαν μ’ ἀνάστασιν δοκεῖς

  αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;

  ποῖ’ ἐκδακρῦσαι, ποῖ’ ἀποιμῶξαι κακά;

  ὁρῶντα μὲν ναῦς ἃς ἔχων ἐναυστόλουν

   280 πάσας βεβώσας, ἄνδρα δ’ οὐδέν’ ἔντοπον,

  οὐχ ὅστις ἀρκέσειεν, οὐδ’ ὅστις νόσου

  κάμνοντι συλλάβοιτο, πάντα δὲ σκοπῶν

  ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν,

  τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον.

   285 Ὁ μὲν χρόνος δὴ διὰ χρόνου προὔβαινέ μοι,

  κἄδει τι βαιᾷ τῇδ’ ὑπὸ στέγῃ μόνον

  διακονεῖσθαι· γαστρὶ μὲν τὰ σύμφορα

  τόξον τόδ’ ἐξηύρισκε, τὰς ὑποπτέρους

  βάλλον πελείας· πρὸς δὲ τοῦθ’ ὅ μοι βάλοι

   290 νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας

  εἰλυόμην, δύστηνον ἐξέλκων πόδα,

  πρὸς τοῦτ’ ἄν· εἴ τ’ ἔδει τι καὶ ποτὸν λαβεῖν,

  καί που πάγου χυθέντος, οἷα χείματι,

  ξύλον τι θραῦσαι, ταῦτ’ ἂν ἐξέρπων τάλας

   295 ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν,

  ἀλλ’ ἐν πέτροισι πέτρον ἐκτρίβων, μόλις

  ἔφην’ ἄφαντον φῶς, ὃ καὶ σῴζει μ’ ἀεί.

  Οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα

  πάντ’ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.

   300 Φέρ’, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς.

  Ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών·

  οὐ γάρ τις ὅρμος ἔστιν, οὐδ’ ὅποι πλέων

  ἐξεμπολήσει κέρδος ἢ ξενώσεται.

  Οὐκ ἐνθάδ’ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν.

   305 Τάχ’ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε

  ἐν τῷ μακρῷ γένοιτ’ ἂν ἀνθρώπων χρόνῳ.

  Οὗτοί μ’, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις

  ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος

  προσέδοσαν οἰκτίραντες, ἤ τινα στολήν·

   310 ἐκεῖνο δ’ οὐδείς, ἡνίκ’ ἂν μνησθῶ, θέλει,

  σῶσαί μ’ ἐς οἴκους, ἀλλ’ ἀπόλλυμαι τάλας

  ἔτος τόδ’ ἤδη δέκατον ἐν λιμῷ τε καὶ

  κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.

  Τοιαῦτ’ Ἀτρεῖδαί μ’ ἥ τ’ Ὀδυσσέως βία,

   315 ὦ παῖ, δεδράκασ’, οἷ’ Ὀλύμπιοι θεοὶ

  δοῖέν ποτ’ αὐτοῖς ἀντίποιν’ ἐμοῦ παθεῖν.

  ΧΟ. Ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα

  ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον.

  ΝΕ. Ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις,

   320 ὡς εἴσ’ ἀληθεῖς οἶδα, συντυχὼν κακῶν

  ἀνδρῶν Ἀτρειδῶν τῆς τ’ Ὀδυσσέως βίας.

  ΦΙ. Ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις

  ἔγκλημ’ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών;

  ΝΕ. Θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε,

   325 ἵν’ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θ’ ὅτι

  χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ.

  ΦΙ. Εὖ γ’, ὦ τέκνον· τίνος γὰρ ὧδε τὸν μέγαν

  χόλον κατ’ αὐτῶν ἐγκαλῶν ἐλήλυθας;

  ΝΕ. Ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δ’ ἐρῶ,

   330 ἅγωγ’ ὑπ’ αὐτῶν ἐξελωβήθην μολών.

  Ἐπεὶ γὰρ ἔσχε μοῖρ’ Ἀχιλλέα θανεῖν -

  ΦΙ. Οἴμοι· φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω

  πρῶτον τόδ’· ἦ τέθνηχ’ ὁ Πηλέως γόνος;

  ΝΕ. Τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δ’ ὕπο,

   335 τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς.

  ΦΙ. Ἀλλ’ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών.

  Ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν

  πάθημ’ ἐλέγχω πρῶτον, ἢ κεῖνον στένω.

  ΝΕ. Οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σ’, ὦ τάλας,

   340 ἀλγήμαθ’, ὥστε μὴ τὰ τῶν πέλας στένειν.

  ΦΙ. Ὀρθῶς ἔλεξας· τοιγαροῦν τὸ σὸν φράσον

  αὖθις πάλιν μοι πρᾶγμ’ ὅτῳ σ’ ἐνύβρισαν.

  ΝΕ. Ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα

  δῖός τ’ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός,

   345 λέγοντες, εἴτ’ ἀληθὲς εἴτ’ ἄρ’ οὖν μάτην,

  ὡς οὐ θέμις γίγνοιτ’, ἐπεὶ κατέφθιτο

  πατὴρ ἐμός, τὰ πέργαμ’ ἄλλον ἢ ‘μ’ ἑλεῖν.

  Ταῦτ’, ὦ ξέν’, οὕτως ἐννέποντες οὐ πολὺν

  χρόνον μ’ ἐπέσχον μή με ναυστολεῖν ταχύ,

   350 μάλιστα
μὲν δὴ τοῦ θανόντος ἱμέρῳ,

  ὅπως ἴδοιμ’ ἄθαπτον· οὐ γὰρ εἰδόμην·

  ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν,

  εἰ τἀπὶ Τροίᾳ πέργαμ’ αἱρήσοιμ’ ἰών.

  Ἦν δ’ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι,

   355 κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ

  κατηγόμην· καί μ’ εὐθὺς ἐν κύκλῳ στρατὸς

  ἐκβάντα πᾶς ἠσπάζετ’, ὀμνύντες βλέπειν

  τὸν οὐκέτ’ ὄντα ζῶντ’ Ἀχιλλέα πάλιν.

  Κεῖνος μὲν οὖν ἔκειτ’· ἐγὼ δ’ ὁ δύσμορος,

   360 ἐπεὶ ‘δάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ

  ἐλθὼν Ἀτρείδας προσφιλῶς, ὡς εἰκὸς ἦν,

  τά θ’ ὅπλ’ ἀπῄτουν τοῦ πατρὸς τά τ’ ἄλλ’ ὅσ’ ἦν.

  Οἱ δ’ εἶπον, οἴμοι, τλημονέστατον λόγον·

  “Ὦ σπέρμ’ Ἀχιλλέως, τἄλλα μὲν πάρεστί σοι

   365 πατρῷ’ ἑλέσθαι, τῶν δ’ ὅπλων κείνων ἀνὴρ

  ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος.”

  Κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι

  ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω·

  “Ὦ σχέτλι’, ἦ ‘τολμήσατ’ ἀντ’ ἐμοῦ τινι

   370 δοῦναι τὰ τεύχη τἀμά, πρὶν μαθεῖν ἐμοῦ;”

  Ὁ δ’ εἶπ’ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ·

  “Ναί, παῖ, δεδώκασ’ ἐνδίκως οὗτοι τάδε·

  ἐγὼ γὰρ αὔτ’ ἔσωσα κἀκεῖνον παρών.”

 

‹ Prev