Works of Nonnus
Page 66
μάρνατο καὶ πίπτουσα, διαΐσσουσα δὲ γαίης
ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χείρ,
435 οἷα βαλεῖν ἐθέλουσα καὶ εἰσέτι κύκλον Ὀλύμπου.
καὶ πρόμος οὐρανίων πυρόεν βέλος ὑψόθι σείων
δεξιὸν ἐκ λαιοῖο κέρας πολέμοιο νομεύων
ὑψιφανὴς πολέμιζεν: ἐς ὑδροπόρους δὲ χαράδρας
ὦρτο Γίγας πολύπηχυς, ἐπασσυτέρῳ δὲ συνάψας
440 αὐτομάτῳ σφήκωσεν ὁμόπλοκα δάκτυλα δεσμῷ
κοιλαίνων παλάμας πολυχανδέας, ᾗσιν ἀείρων
μεσσόθι χειμερίων ποταμῶν ὀρεσίδρομον ὕδωρ,
χερσὶ βαθυνομέναις μεμερισμένα χεύματα πέμπων,
ἀστεροπῇ προέηκε: χαραδραίῳ δὲ ῥεέθρῳ
445 βαλλομένη σελάγιζε δι᾽ ὕδατος αἰθερίη φλὸξ
λαβροτέρῳ σπινθῆρι, καὶ ἔζεσε δίψιον ὕδωρ
αἰθαλόεν, διερὴ δὲ δύσις τερσαίνετο μύδρῳ:
σβέσσαι γὰρ μενέαινε Γίγας θρασὺς αἰθέριον πῦρ,
νήπιος: οὐδ᾽ ἐνόησε, πυραυγέες ὅττι κεραυνοὶ
450 καὶ στεροπαὶ γεγάασιν ἀπ᾽ ὀμβροτόκων νεφελάων.
καὶ πάλιν ἰθυτμῆτας ἑλὼν σπήλυγγας ἐναύλων
στέρνα Διὸς μενέαινε βαλεῖν ἄτρωτα σιδήρῳ,
καὶ σκοπιὴ Διὸς ἄντα τιταίνετο: χείλεϊ δ᾽ ἄκρῳ
Ζεὺς ὀλίγου φύσησε, καὶ ὑψίκρημνον ἐοῦσαν
455 λεπταλέον φύσημα παρέτραπε κυκλάδα πέτρην.
χειρὶ δὲ δινήεντα λόφον νησαῖον ἀράξας
εἰς ἐνοπὴν πολύδινος ἀνῃώρητο Τυφωεύς,
καὶ Διὸς ἀρρήκτοιο κατηκόντιζε προσώπου:
ἀλλ᾽ ὁ μὲν ἀντικέλευθον ἀλεύατο μάρμαρον αἰχμὴν
460 κρᾶτα παρακλίνας, στεροπῆς δ᾽ ἐτύχησε Τυφωεὺς
θερμὸν ἀμειβομένης ἕλικα δρόμον, αἶψα δὲ πέτρη
ἀκροφαληριόωσα μελαίνετο μάρτυρι καπνῷ.
καὶ τριτάτην προΐαλλεν: ἐπεσσυμένην δὲ Κρονίων
πεπταμένης παλάμης μεσάτῳ νωμήτορι καρπῷ,
465 σφαῖραν ἅτε θρῴσκουσαν, ἀτέρμονι χειρὶ πατάξας
πέμπε πάλιν Τυφῶνι: μεταστρεφθεῖσα δὲ πολλῇ
ἠερίῃ στροφάλιγγι παλιννόστοιο πορείης
αὐτομάτη τόξευεν ὀιστευτῆρα κολώνη.
τέτρατον ἠκόντιζεν ὑπέρτερον: ἁψαμένη δὲ
470 αἰγίδος ἀκροτάτων θυσάνων ἐδιχάζετο πέτρη.
ἄλλην δὲ προέηκεν: ἀελλήεσσα δὲ πέτρη
ἡμιδαὴς σελάγιζεν ὀιστευθεῖσα κεραυνῷ.
οὐ σκοπιαὶ νέφος ὑγρὸν ἀνέσχισαν, ἀλλὰ τυπεῖσαι
ὑδρηλαῖς νεφέλῃσι διερρήγνυντο κολῶναι.
475 ξυνὴ δ᾽ ἀμφοτέροισιν ἰσόρροπος ἦεν Ἐνυὼ
καὶ Διὶ καὶ Τυφῶνι: πολυφλοίσβῳ δὲ βελέμνῳ
αἰθέρος ὀρχηστῆρες ἐβακχεύοντο κεραυνοί.
μάρνατο δὲ Κρονίδης κεκορυθμένος: ἐν δὲ κυδοιμῷ
βροντὴν μὲν σάκος εἶχε, νέφος δέ οἱ ἔπλετο θώρηξ,
480 καὶ στεροπὴν δόρυ πάλλε, Διιπετέες δὲ κεραυνοὶ
ἠερόθεν πέμποντο πυριγλώχινες ὀιστοί:
ἤδη γὰρ περίφοιτος ἀπὸ χθονίου κενεῶνος
ξηρὸς ἀερσιπότητος ἀνέδραμεν ἀτμὸς ἀρούρης,
καὶ νεφέλης ἔντοσθεν ἐελμένος αἴθοπι λαιμῷ
485 πνίγετο θερμαίνων νέφος ἔγκυον: ἀμφὶ δὲ καπνῷ
τριβομένων καναχηδὰ πυριτρεφέων νεφελάων
θλιβομένη πεφόρητο δυσέκβατος ἐνδόμυχος φλὸξ
διζομένη μέσον οἶμον, ἐπεὶ σέλας ὑψόθι βαίνειν
οὐ θέμις: ἀστεροπὴν γὰρ ἀναθρῴσκουσαν ἐρύκει
490 ὀμβρηρῇ ῥαθάμιγγι λελουμένος ἴκμιος ἀήρ,
πυκνώσας νέφος ὑγρὸν ὑπέρτερον: ἀζαλέου δὲ
νειόθεν οἰγομένοιο διέδραμεν ἁλλόμενον πῦρ.
ὡς λίθος ἀμφὶ λίθῳ φλογερὴν ὠδῖνα λοχεύων
λάινον ἠκόντιζε πολυθλιβὲς αὐτόγονον πῦρ,
495 πυρσογενὴς ὅτε θῆλυς ἀράσσεται ἄρσενι πέτρῳ:
οὕτω θλιβομένῃσιν ἀνάπτεται οὐρανίη φλὸξ
λιγνύι καὶ νεφέλῃσιν: ἀπὸ χθονίοιο δὲ καπνοῦ
λεπταλέου γεγαῶτος ἐμαιώθησαν ἀῆται.
ἄλλην δ᾽ ἐξ ὑδάτων μετανάστιον ἀτμίδα γαίης
500 ἠέλιος φλογερῇσι βολαῖς ἀντωπὸν ἀμέλγων
τινθαλέῳ νοτέουσαν ἀνείρυσεν αἰθέρος ὁλκῷ:
ἡ δὲ παχυνομένη νεφέων ὤδινε καλύπτρην,
σεισαμένη δὲ πάχιστον ἀραιοτέρῳ δέμας ἀτμῷ,
ἂψ ἀναλυσαμένη μαλακὸν νέφος εἰς χύσιν ὄμβρου,
505 ὑδρηλὴν προτέρην μετεκίαθεν ἔμφυτον ὕλην.
τοῖος ἔφυ φλογόεις νεφέων τύπος, οἶσι καὶ αὐτοὶ
ἰσότυποι στεροπῇσι συνωδὶνοντο κεραυνοί.
Ζεὺς δὲ πατὴρ πολέμιζε: κατ᾽ ἀντιβίοιο δὲ πέμπων
ἠθάδα πυρσὸν ἴαλλεν, ἀκοντιστῆρα λεόντων,
510 βάλλων ποικιλόφωνον ἀμετρήτων στίχα λαιμῶν
οὐρανίῳ πρηστῆρι: Διοβλήτου δὲ βελέμνου
ἓν σέλας ἔφλεγε χεῖρας ἀπείρονας, ἓν σέλας ὤμους
νηρίθμους ἀμάθυνε καὶ αἰόλα φῦλα δρακόντων,
καὶ κεφαλὰς ἐδάιξαν ἀτέρμονας αἰθέρος αἰχμαί,
515 καὶ πλοκάμους Τυφῶνος ἕλιξ ἀμάθυνε κομήτης
ἀντιπόρῳ σπινθῆρι δασύτριχα πυρσὸν ἰάλλων,
καὶ κεφαλαὶ σελάγιζον, ἀναπτομένων δὲ κομάων
βόστρυχα συρίζοντα κατεσφρηγίσσατο σιγὴ
οὐρανίῳ σπ�
�νθῆρι, μαραινομένων δὲ δρακόντων
520 ἰοβόλοι ῥαθάμιγγες ἐτερσαίνοντο γενείων:
μαρναμένου δὲ Γίγαντος ἐτεφρώθησαν ὀπωπαὶ
καπνῷ λιγνυόεντι, νιφοβλήτων δὲ προσώπων
χιονέαις λιβάδεσσιν ἐλευκαίνοντο παρειαί.
καὶ πισύρων ἀνέμων τετράζυγον εἶχεν ἀνάγκην:
525 εἰ γὰρ ἐς ἀντολίην σφαλερὰς ἐλέλιζεν ὀπωπάς,
ὑσμίνην φλογόεσσαν ἐδέχνυτο γείτονος Εὔρου:
εἰ κλίσιν ἐσκοπίαζε δυσήνεμον Ἀρκάδος Ἄρκτου,
χειμερίου πρηστῆρος ἀθαλπέι βάλλετο πάχνῃ:
φεύγων ψυχρὸν ἄλημα νιφοβλήτοιο Βορῆος
530 καὶ διερῷ δεδόνητο καὶ αἰθαλόεντι βελέμνῳ:
καὶ δύσιν εἰσορόων βλοσυρῆς ἀντώπιον Ἠοῦς
ἑσπερίην ἔφριξε θυελλήεσσαν Ἐνυώ,
εἰαρινῆς ἀίων Ζεφυρηίδος ἦχον ἱμάσθλης:
καὶ Νότος ἀμφὶ τένοντα μεσημβρινὸν Αἰγοκερῆος
535 ἄντυγας ἠερίας ἐπεμάστιε, θερμὸς ἀήτης,
φλογμὸν ἄγων Τυφῶνι πυραυγέι καύματος ἀτμῷ.
εἰ πάλιν ὄμβρον ἔχευε κατάρρυτον ὑέτιος Ζεύς,
λυσιπόνοις λιβάδεσσιν ὅλον χρόα λοῦσε Τυφωεὺς
θερμὰ καταψύχων κεκαφηότα γυῖα κεραυνῷ.
540 καὶ κραναοῖς βελέεσσι χαλαζαίου νιφετοῖο
παιδὸς ἱμασσομένου τραφερὴ μαστίζετο μήτηρ:
δερκομένη δὲ Γίγαντος ἐπὶ χροῒ μάρτυρα Μοίρης
λάινα πηκτὰ βέλεμνα καὶ ὑδατόεσσαν ἀκωκὴν
ἠέλιον Τιτῆνα κατηφέι λίσσετο φωνῇ,
545 ἓν φάος αἰτίζουσα θερείτατον, ὄφρά κε πυρσῷ
θερμοτέρῳ λύσειε Διὸς πετρούμενον ὕδωρ
νιφομένῳ Τυφῶνι χέων ἐμφύλιον αἴγλην:
καί οἱ ἱμασσομένῳ συνετήκετο: καιομένων δὲ
ἠλιβάτων ὁρόωσα πυριστεφὲς ἔθνος ἀγοστῶν
550 χειμερίην ἱκέτευε μολεῖν δυσπέμφελον αὔρην
εἰς μίαν ἠριγένειαν, ἵνα ψυχροῖσιν ἀήταις
διψαλέην Τυφῶνος ἀποσβέσσειεν ἀνάγκην.
Ἰσοτύπου δὲ τάλαντα μάχης ἔκλινε Κρονίων.
χειρὶ δὲ δενδρήεσσαν ἀπορρίψασα καλύπτρην
555 μήτηρ ἄχνυτο Γαῖα, Τυφαονίων κεφαλάων
καπνὸν ὀπιπεύουσα: μαραινομένων δὲ προσώπων
γηγενέος λύτο γοῦνα: προθεσπίζουσα δὲ νίκην
βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ:
ἤριπε δ᾽ οὐρανίῳ μεθύων φλογόεντι βελέμνῳ,
560 ὠτειλήν ἀσίδηρον ἔχων πολέμοιο, Τυφωεὺς
ὑψιτενής, καὶ νῶτα βαλὼν ἐπὶ μητέρι Γαίῃ
κεῖτο, περιστορέσας ὀφιώδεα γυῖα κονίῃ,
πυρσὸν ἀναβλύζων. Κρονίδης δ᾽ ἐρέθιζε γελάσσας,
τοῖον ἔπος προχέων φιλοπαίγμονος ἀνθερεῶνος:
565 ‘Καλὸν ἀοσσητῆρα γέρων Κρόνος εὗρε, Τυφωεῦ:
χθὼν μόγις υἷα λόχευσε, μέγαν γόνον Ἰαπετοῖο:
ἡδὺς ὁ Τιτήνων τιμήορος: ὡς ὁρόω δέ,
ἀδρανέες γεγάασι τάχα Κρονίδαο κεραυνοί.
δηθύνεις τέο μέχρις ἀνέμβατον αἰθέρα ναίειν,
570 ψευδόμενε σκηπτοῦχε; μένει δέ σε θῶκος Ὀλύμπου:
σκῆπτρα Διὸς καὶ πέπλα θεημάχε δέξο Τυφωεῦ
Ἀστραῖον δὲ κόμισσον ἐς οὐρανόν: ἢν δ᾽ ἐθελήσῃς,
αἰθέρι νοστήσειε καὶ Εὐρυνόμη καὶ Ὀφίων
καὶ Κρόνος ἀμφοτέροισιν ὁμόστολος: ἐρχομένῳ δὲ
575 σὺν σοὶ ποικιλόνωτον ἐς ὑψιπόρων ἴτυν ἄστρων
δεσμὰ φυγὼν δολόμητις ὁμαρτήσειε Προμηθεύς,
ἥπατος ἡβώοντος ἀφειδέα δαιτυμονῆα
οὐρανίης θρασὺν ὄρνιν ἔχων πομπῆα κελεύθου.
τί πλέον ἤθελες ἄλλο μετὰ κλόνον ἠὲ νοῆσαι
580 Ζῆνα καὶ ἐννοσίγαιον ὀπάονα σεῖο θοώκων;
Ζῆνα μὲν ἀδρανέοντα καὶ οὐ σκηπτοῦχον Ὀλύμπου,
βροντῆς καὶ νεφέων γυμνούμενον, ἀστεροπῆς δὲ
ἀντὶ πυρὸς ζαθέοιο καὶ ἠθάδος ἀντὶ κεραυνοῦ
δαλὸν ἀερτάζοντα Τυφαονίῳ παρὰ παστῷ,
585 ληιδίης ἀλόχοιο τεῆς θαλαμηπόλον Ἥρης
ὀφθαλμῷ κοτέοντι τεῶν ζηλήμονα λέκτρων:
σύζυγα δ᾽ ἐννοσίγαιον ἀποζευχθέντα θαλάσσης
ὑμετέρῃ μετὰ πόντον ὑποδρήσσοντα τραπέζῃ,
διψάδι χειρὶ φέροντα τεὸν δέπας ἀντὶ τριαίνης.
590 Ἄρεα λάτριν ἔχεις, θεράπων τεός ἐστιν Ἀπόλλων:
πέμπε δὲ Τιτήνεσσι διάκτορον υἱέα Μαίης
σὸν κράτος ἀγγέλλοντα καὶ οὐρανίην σέθεν αἴγλην:
ἐργατίνην δ᾽ Ἥφαιστον ἐθήμονι κάλλιπε Λήμνῳ,
ὄφρά κεν ἀσκήσειε νεοζεύκτῳ σέο νύμφῃ
595 ποικίλον αὐχένος ὁρμὸν ἐύχροον ἤνοπι κόσμῳ,
ἠὲ πεδοστιβέων ἀμαρύγματα φαιδρὰ πεδίλων,
οἷσι τεὴ παράκοιτις ἀγάλλεται, ἠὲ τελέσσῃ
χρυσοφαῆ θρόνον ἄλλον Ὀλύμπιον, ὄφρα γελάσσῃ
κρείσσονα θῶκον ἔχουσα τεὴ χρυσόθρονος Ἥρη:
600 καὶ χθονίους Κύκλωπας ἔχων ναετῆρας Ὀλύμπου
τεῦξον ἀρειοτέροιο νέον σπινθῆρα κεραυνοῦ.
ἀλλὰ δόλῳ θέλξαντα τεὸν νόον ἐλπίδι νίκης
χρυσῷ δῆσον Ἔρωτα μετὰ χρυσῆς Ἀφροδίτης:
χαλκῷ σφίγξον Ἄρηα κυβερνητῆρα σιδήρου.
605 ἀστεροπαὶ φεύγουσι καὶ οὐ μίμνουσιν Ἐνυώ:
πῶς στεροπῆς ὀλίγης οὐκ ἔκφυγες ἀπτόλεμον πῦ�
�;
ἢ πόθεν οὔασι σοῖσιν ἀμετρήτοισιν ἀκούων
βρονταίην ἐλάχειαν ἐδείδιες ὄμβριον ἠχώ;
τίς σε τόσον ποίησεν ἀνάλκιδα; πῇ σέθεν αἰχμαί;
610 πῇ κεφαλαὶ σκυλάκων; πῇ χάσματα κεῖνα λεόντων
καὶ χθόνιον μύκημα βαρυφθόγγων σέο λαιμῶν;
πῇ δε δρακοντείης δολιχόσκιος ἰὸς ἐθείρης;
οὐκέτι συρίζεις ὀφιώδεϊ κυκλάδι χαίτῃ;
πῇ βοέων στομάτων μυκήματα; πῇ σέο χειρῶν
615 ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί;
οὐκέτι μαστίζεις ἑλικώδεας ἄντυγας ἄστρων;
οὐκέτι λευκαίνουσι συῶν προβλῆτες ἀκωκαὶ
ἀφροκόμῳ ῥαθάμιγγι διάβροχον ἀνθερεῶνα;
πῇ μοι φρικτὰ γένεια σεσηρότα λυσσάδος ἄρκτου;
620 εἶξον ἐπουρανίοισι, πεδοτρεφές: ὑμετέρων γὰρ
χειρὶ μιῇ νίκησα διηκοσίων στίχα χειρῶν.
ἀλλὰ βαθυκρήμνοισι περισφίγγουσα κολώναις
Σικελίη τρικάρηνος ὅλον Τυφῶνα δεχέσθω
οἰκτρὰ κονιομένοις ἑκατὸν κομόωντα καρήνοις.
625 ἔμπης, εἰ νόον ἔσχες ὑπέρβιον, εἰ δὲ καὶ αὐτῷ
ἐλπίσιν ἀπρήκτοισιν ἐπεσκίρτησας Ὀλύμπῳ,
τεύξω σοι, πανάποτμε, κενήριον, ὑστάτιον δὲ
σὸν κενεὸν παρὰ τύμβον, ἀτάσθαλε, τοῦτο χαράξω:
‘Γηγενέος τόδε σῆμα Τυφωέος, ὅν ποτε πέτροις
630 αἰθέρα μαστίζοντα κατέφλεγεν αἰθέριον πῦρ.’’
ἔννεπε κερτομέων νέκυν ἔμπνοον, υἱὸν Ἀρούρης.
καὶ Διὶ παμμεδέοντι χέων ἐπινίκιον ἠχὼ
λαϊνέῃ σάλπιγγι Κίλιξ μυκήσατο Ταῦρος,