Book Read Free

Works of Nonnus

Page 67

by Nonnus


  ὑδρηλοῖς δὲ πόδεσσιν ἕλιξ ὠρχήσατο Κύδνος

  635 Ζηνὸς ἀνευάζων διερῷ βρυχήματι νίκην,

  μεσσοφανὴς προχέων ναέτην ῥόον ἥλικι Ταρσῷ.

  γαῖα δὲ πετρήεντα διαρρήξασα χιτῶνα

  ἄχνυτο κεκλιμένη, καὶ πενθάδος ἀντὶ μαχαίρης

  κοπτομένην ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην,

  640 βόστρυχον ὑλήεντος ἀποτμήξασα καρήνου

  φυλλοχόῳ ἅτε μηνί, χαραδραίας δὲ παρειὰς

  δρύψατο, καὶ κελαδεινὰ δι᾽ εὐύδρων κενεώνων

  ἔρρεε μυρομένης ποταμήια δάκρυα Γαίης.

  ἐκ δὲ Τυφαονίων μελέων στροφάλιγγες ἀέλλης

  645 κύματα μαστίζουσιν, ἐπεσσύμεναι δὲ καλύψαι

  ὁλκάδας ἀκλύστοιο καθιππεύουσι γαλήνης,

  οὐ μούνοις ῥοθίοισιν ἐπήλυδες: ἀλλ᾽ ἐνὶ γαίῃ

  πολλάκις αἰθύσσουσα θυελλήεσσα κονίη

  ὄρθιον ἡβώοντα κατέκλυσε καρπὸν ἀλωῆς.

  650 καὶ ταμίη κόσμοιο, παλιγγενέος Φύσις ὕλης,

  ῥηγνυμένης κενεῶνα κεχηνότα πῆξεν ἀρούρης,

  νησαίους δὲ τένοντας ἀποτμηγέντας ἐναύλων

  ἁρμονίης ἀλύτοιο πάλιν σφρηγίσσατο δεσμῷ.

  οὐκέτι δὲ κλόνος ἦεν ἐν ἄστρασιν: ἠέλιος γὰρ

  655 χαιτήεντα Λέοντα παρὰ σταχυώδεϊ Κούρῃ

  Ζῳδιακῆς ἔστησε παραΐξαντα κελεύθου:

  οὐρανίου δὲ Λέοντος ἐπισκαίροντα προσώπῳ

  καρκίνον ἀντικέλευθον ἀθαλπέος Αἰγοκερῆος

  ἂψ ἀνασειράζουσα διεστήριξε Σελήνη.

  660 οὐ μὲν ἀοιδοπόλοιο λελασμένος ἔπλετο Κάδμου

  Ζεὺς Κρονίδης, καλέσας δὲ τόσην ἐφθέγξατο φωνὴν

  ἠερίης σκιοειδὲς ἀποσκεδάσας νέφος ὄρφνης:

  ‘Κάδμε, τεῇ σύριγγι πύλας ἔστεψας Ὀλύμπου:

  σὸν γάμον οὐρανίῃ καὶ ἐγὼ Φόρμιγγι γεραίρω:

  665 γαμβρὸν ἐγὼ τελέσω σε καὶ Ἄρεϊ καὶ Κυθερείῃ,

  καὶ χθονίου δείπνοιο θεοὺς ἔχε δαιτυμονῆας.

  ἵξομαι εἰς σέο δῶμα: τί φίλτερον ἄλλο νοήσεις

  ἢ μακάρων βασιλῆα τεῆς ψαύοντα τραπέζης;

  εἰ δὲ τύχης ἐθέλεις ἑτερότροπα κύματα φεύγειν

  670 πορθμεύων βιότοιο γαληναίοιο πορείην,

  Ἄρεα μὲν Διρκαῖον ἀεὶ πεφύλαξο χαλέψαι,

  Ἄρεα νόσφι λόχου κεχολωμένον: ἐννύχιος δὲ

  οὐρανίοιο Δράκοντος ἐναντίον ὄμμα τιτήνας

  ῥέξον ὑπὲρ βωμοῖο λαβὼν εὔοδμον ὀφίτην,

  675 κικλήσκων Ὀφιοῦχον Ὀλύμπιον, ἐν πυρὶ καίων

  Ἰλλυρικῆς ἐλάφοιο πολυγλώχινα κεραίην,

  ὄφρα φύγῃς, ὅσα πικρὰ τεῷ πεπρωμένα πότμῳ

  Μοιριδίης ἔκλωσεν ἕλιξ ἄτρακτος ἀνάγκης,

  εἰ λίνα Μοιράων ἐπιπείθεται. ἀλλὰ τοκῆος

  680 μνῆστιν ἔα κοτέοντος Ἀγήνορος, ἀσταθέων δὲ

  ἀμφὶ κασιγνήτων μὴ δείδιθι: κεκριμένοι γὰρ

  πάντες ἔτι ζώουσιν, ἐπεὶ Νοτίην χθόνα Κηφεὺς

  νάσσατο Κηφήνων ἐπιήρανος Αἰθιοπήων,

  καὶ Θάσος εἰς Θάσον ἦλθεν, ἀερσιλόφοιο δὲ Ταύρου

  685 δύσνιφον ἀμφὶ τένοντα Κίλιξ Κιλίκεσσιν ἀνάσσει,

  Θρηικίην δ᾽ ἐπὶ πέζαν ἀπόσσυτος ἵκετο Φινεύς:

  τὸν μέν ἐγὼ κομόωντα βαθυπλούτοισι μετάλλοις

  γαμβρὸν ἐς Ὠρείθνιαν ἄγω καὶ Θρῇκα Βορῆα,

  νυμφίον ὀμφήεντα φιλοστεφάνου Κλεοπάτρης.

  690 καὶ σὺ κασιγνήτων ἰσοελκέι νήματι Μοίρης

  Καδμείων βασίλευε καὶ οὔνομα λεῖπε πολίταις:

  πλαγκτοσύνης δ᾽ ἀπόειπε παλίμπορα κύκλα κελεύθου,

  καὶ βοὸς ἄστατον ἴχνος ἀναίνεο: Κυπριδίῳ γὰρ

  σύγγονον ὑμετέρην ζυγίῳ νυμφεύσατο θεσμῷ

  695 Ἀστερίων Δικταῖος ἄναξ Κορυβαντίδος Ἴδης.

  καὶ τὰ μὲν αὐτὸς ἐγὼ μαντεύσομαι, ἄλλα δὲ Φοίβῳ

  καλλείψω: σὺ δέ, Κάδμε, μεσόμφαλον ἄξονα βαίνων

  Δελφίδος αὐδήεντα μετέρχεο τέμπεα Πυθοῦς.’

  ὣς εἰπὼν ἀπέπεμπεν Ἀγηνορίδην μετανάστην

  700 Ζεὺς Κρονίδης: καὶ κραιπνὸς ἐς αἰθερίων ἴτυν ἄστρων

  χρύσεον ἔτραπε δίφρον, ἐπεμβεβαυῖα δὲ Νίκη

  ἤλασεν οὐρανίῃ πατρώιον ἵππον ἱμάσθλῃ.

  καὶ θεὸς εἰς πόλον ἦλθε τὸ δεύτερον: ἐρχομένῳ δὲ

  οὐρανίας πετάσαντο πύλας ὑψαύχενες Ὧραι,

  705 αἰθέρα δ᾽ ἐστέψαντο: παλιννόστῳ δ᾽ ἐνὶ μορφῇ

  σὺν Διὶ νικήσαντι θεοὶ νόστησαν Ὀλύμπῳ,

  καὶ πτερόεν μίμημα μετηλλάξαντο προσώπου.

  ἁβροχίτων δ᾽ ἀσίδηρος ἐς οὐρανὸν ἦλθεν Ἀθήνη

  Ἄρεα Κῶμον ἔχουσα, Μέλος δέ οἱ ἔπλετο Νίκη:

  710 καὶ Θέμις ὅπλα Γίγαντος ὀλωλότος ἄφρονι Γαίῃ

  εἰς φόβον ἐσσομένων ἐπεδείκνυε, μητρὶ Γιγάντων,

  ὑψιπαγῆ κρεμάσασα παρὰ προθύροισιν Ὀλύμπου.

  BOOK 3

  ἐν τριτάτῳ μάστευε πολύπλανον ὁλκάδα Κάδμου Ἠλέκτρης τε μέλαθρα φιλοξενίην τε τραπέζης.

  λῦτο δ᾽ ἀγών, ὅτε χεῖμα παρήλυθεν: ἄκρα δὲ φαίνων

  ἀννεφέλῳ τελαμῶνι φαεσφόρα νῶτα μαχαίρης

  Ὠρίων ἀνέτελλε, καὶ οὐκέτι κυκλάδι λίμνῃ

  λούετο παχνήεντα δεδυκότος ἴχνια Ταύρου:

  5 οὐκέτι δ᾽ ὀμβροτόκοιο παρὰ κλίμα διψάδος Ἄρκτου

  ἴχνεσιν ἀβρέκτοισιν ὁδεύετο μάρμαρον ὕδωρ:

  οὐκέτι Μα
σσαγέτης μετανάστιον οἶκον ἱμάσσων,

  δουρατέῳ τροχόεντι διαστείβων ῥόον ὁλκῷ,

  ὑδρηλὰς ἐχάρασσε πεπηγότος αὔλακας Ἴστρου:

  10 ἤδη γὰρ Ζεφύροιο προάγγελος ἔγκυος Ὥρη

  σχιζομένων καλύκων δροσεροὺς ἐμέθυσσεν ἀήτας,

  καὶ λιγυρὴ μερόπεσσι συνέστιος εἴαρι κῆρυξ

  ὄρθριον ὕπνον ἄμερσε λάλος τρύζουσα χελιδὼν

  ἀρτιφανής, καὶ γυμνὸν ἀπ᾽ εὐόδμοιο καλύπτρης

  15 εἰαριναῖς ἐγέλασσε λελουμένον ἄνθος ἐέρσαις

  ζωογόνοις. Κιλίκων δὲ παρὰ κροκόεντας ἐναύλους

  ὑψιλόφου Ταύροιο λιπὼν πρηῶνα κεράστην

  πρώιος ἤιε Κάδμος, ὅτε ζόφον ἔσχισεν Ἠώς.

  καὶ πλόος ὥριος ἦεν: ἐπειγομένοιο δὲ Κάδμου

  20 ἐκ χθονὸς ὠχλίζοντο χαλινωτήρια νηῶν:

  ἱστὸς δ᾽ ὑψικάρηνος ὑπέρτερον ἠέρα τύπτων

  ὄρθιος ἐστήρικτο καὶ ἠρέμα πόντον ἱμάσσων

  ἄσθμασιν ἠῴοις ἐπεβόμβεε κοῦφος ἀήτης,

  πομπὸν ἔχων κελάδημα, καὶ ἀλλοπρόσαλλα θυέλλαις

  25 οἴδματα κυρτώσας διερῆς ἀνέκοψε χορείης

  σιγαλέης δελφῖνα κυβιστητῆρα γαλήνης.

  συμπλεκέες δὲ κάλωες ἐσύρισαν ὀξέι ῥοίζῳ,

  σπερχομένῳ δ᾽ ἀνέμῳ πρότονοι μύκον, ἰθυπόρου δὲ

  λαῖφος ἐκολπώθη βεβιημένον ἔγκυον αὔρης:

  30 σχίζετο δ᾽ ἄστατον οἶδμα παλιμπετές, ἄφρεε δ᾽ ὕδωρ

  οἰδαλέον, καὶ νηὸς ἐπειγομένης διὰ πόντου

  κύματι βομβήεντι περὶ τρόπιν ἤπυεν ἠχώ:

  πηδαλίου δὲ κόρυμβα διχαζομένης ἁλὸς ὁλκῷ

  κυρτὰ φαληριόωντα κατέγραφε νῶτα θαλάσσης.

  35 καὶ δεκάτης μετὰ νύσσαν ἀχείμονα κυκλάδος Ἠοῦς

  Κάδμος ἀκυμάντοισι Διὸς πεφορημένος αὔραις,

  Τρώιον ὑγρονόμοιο διασχίζων πόρον Ἕλλης,

  ἅρπαγος ἐξ ἀνέμοιο μεμυκότι σύρετο πορθμῷ

  εἰς Σάμον ἀντικέλευθον ἐγερσιμόθοιο Καμάνδρου,

  40 γείτονα Σιθονίης, ὅθι παρθένος εἰσέτι Κάδμῳ

  Ἁρμονίη πεφύλακτο: καὶ ὁλκάδα θέσπιδι Ῥείῃ

  Θρηικίην πόμπευον ἐς ᾐόνα μάντιες αὖραι.

  καὶ Σαμίης ὁρόωντες ἀκοιμήτου φλόγα πεύκης

  ἀγχίγυοι στείλαντο γεγηθότες ἱστία ναῦται:

  45 νῆα δὲ πορθμεύσαντες ἀκυμάντου σχεδὸν ὅρμου

  νήνεμον ἀκροτάτοισιν ὕδωρ ἐχάρασσον ἐρετμοῖς,

  καὶ λιμένος προσέκελσαν ὑπὸ σκέπας: ἀκλινέων δὲ

  τρητὸς ὄνυξ πετραῖος ἐδέξατο πείσματα νηῶν,

  καὶ διερῆς ψαμάθοιο βαθυνομένου διὰ κόλπου

  50 ὁλκάδος ἀγκυλόδοντες ἐπεσφήκωντο χαλινοὶ

  δυομένου Φαέθοντος: ἐπ᾽ αἰγιαλοῖο δὲ ναῦται

  ἀστορέας ψαμάθοισιν ἐπεστορέσαντο χαμεύνας

  ἑσπερίην μετὰ δαῖτα: βαρυνομένοισι δὲ φωτῶν

  ὄμμασιν ἄψοφον ἴχνος ἐπήγαγεν Ὕπνος ἀλήτης.

  55 ἀλλ᾽ ὅτε πορφυρέοιο παρὰ πτερὸν αἴθοπος Εὔρου

  ἄκρα χαρασσομένην ὑπὸ ῥωγάδα Τευκρίδος Ἴδης

  ὄρθρον ἀποπτύουσα φάνη λιμενοσκόπος Ἠώς,

  ἀντιπόρου μέλαν οἶδμα καταυγάζουσα θαλάσσης,

  Ἁρμονίην τότε Κύπρις ἵνα ζεύξειεν ἀκοίτῃ,

  60 ἄπλοα σιγαλέης ἐτανύσσετο νῶτα γαλήνης.

  ἤδη δ᾽ ἔκλαγεν ὄρνις ἑώιος ἠέρα τέμνων,

  καὶ στίχες εὐπήληκες ἐρημονόμων Κορυβάντων

  Κνώσσιον ἐκρούσαντο σακεσπάλον ἅλμα χορείης

  ἴχνεσι μετρητοῖσιν: ἐρισμαράγου δὲ βοείης

  65 τυπτομένης ἑλικηδὸν ἁμιλλητῆρι σιδήρῳ

  δίκτυπος αὐλὸς ἔμελπε, καὶ ὀρχηστῆρας ἐπείγων

  σύνθροον ἐσμαράγησε μέλος βητάρμονι παλμῷ.

  καὶ δρύες ἐψιθύριζον, ἐμυκήσαντο δὲ πέτραι,

  καὶ νοερῷ σείοντο τινάγματι θυιάδες ὗλαι,

  70 καὶ Δρυάδες κελάδησαν: ἐπεσσεύοντο δὲ πυκναὶ

  εἰς χορὸν ἀντιπόρῳ σκιρτήματι κυκλάδες ἄρκτοι,

  βρυχηθμῷ δὲ λέοντες ὁμοζήλων ἀπὸ λαιμῶν

  μυστιπόλων ἀλαλαγμὸν ἐμιμήσαντο Καβείρων

  ἔμφρονα λύσσαν ἔχοντα: φιλοσκύλακος δὲ θεαίνης

  75 μελπομένης Ἑκάτης θιασώδεες ἔβρεμον αὐλοὶ

  ἄζυγες, οὓς Κρονίη κεραοξόος εὕρατο τέχνη.

  καὶ πατάγῳ κελάδοντι φιλοσμαράγων Κορυβάντων

  πρώιος ἔγρετο Κάδμος, ὁμοπλεκέες δὲ καὶ αὐτοὶ

  ὀρθρινῆς ἀίοντες ἀσιγήτοιο βοείης

  80 Σιδόνιοι πλωτῆρες ἐυκροκάλων ἀπὸ λέκτρων

  ἀκταίης μεθέηκαν ἁλίκτυπα νῶτα χαμεύνης.

  καὶ πόλιν ἰχνεύων ἐπλάζετο Κάδμος ὁδίτης

  νῆα λιπὼν ἑτάροισιν ἀπόσσυτος: ἐρχομένῳ δὲ

  εἰς δόμον Ἁρμονίης θαλαμηπόλος ἤντετο Πειθὼ

  85 θνητῆς εἶδος ἔχουσα, καὶ ἀχθοφόρου διὰ κόλπου,

  οἷα γυνὴ ταλαεργός, ἀφυσσαμένη πόμα πηγῆς

  ἀργυρέην εὔκυκλον ἐκούφισε κάλπιν ἀγοστῷ,

  ἄγγελος ἐσσομένων, ὅτι νυμφίον ἠθάδι θεσμῷ

  ζωογόνοις πρὸ γάμοιο καθικμαίνουσι λοετροῖς.

  90 καὶ σχεδὸν ἄστεος ἦεν, ὅθι γλαφυροῖς ἐνὶ βόθροις

  συμπλεκέων ῥυπόωσαν ἐπασσυτέρων στίχα πέπλων

  ποσσὶ πολυσκάρθμοισιν ἐπιστείβουσι γυναῖκες,

  ποσσὶν ὁμοζήλοισι. καὶ ἀκροτάτων ἀπὸ ταρσῶν

>   κυανέῃ νεφέλῃ κεκαλυμμένον ἄχρι καρήνου

  95 Κάδμον ἀσημάντοιο δι᾽ ἄστεος ἤγαγε Πειθὼ

  ξεινοδόκου βασιλῆος ἐρευνητῆρα μελάθρου,

  πομπὸς ὁδοῦ Παφίης ὑπὸ νεύμασιν: ἔνθά τις ὄρνις,

  ἑζομένη γλαυκωπὸν ὑπὸ σκέπας ἁβρὸν ἐλαίης,

  ὀμφαίη στόμα λάβρον ἀναπτύξασα κορώνη

  100 ἠιθέῳ νεμέσιζεν, ἐς Ἁρμονίην ὅτι νύμφην

  ἤιε φειδομένῳ γαμίῳ ποδὶ νωθρὸς ὁδίτης,

  καὶ πτερὰ σεισαμένη φιλοκέρτομον ἴαχε φωνήν:

  ‘Νήπιος ἔπλετο Κάδμος, ἢ ἔπλετο νῆις Ἐρώτων:

  νυμφίον οὐ βραδὺν οἶδεν Ἔρως ταχύς: ἵλαθι, Πειθώ,

  105 δηθύνει σέο Κάδμος ἐπειγομένης Ἀφροδίτης.

  θερμὸς Ἔρως καλέει σε: τί, νυμφίε, νωθρὸς ὁδεύεις;

  ἡδύς, ὃς ἱμερόεντος Ἀδώνιδος ἔπλεο γείτων,

  ἡδὺς ὁ Βυβλιάδεσσιν ὁμώλακα πατρίδα ναίων.

  ἤλιτον, οὐ ῥόον εἶδες Ἀδώνιδος, οὐ χθόνα Βύβλου

  110 ἔδρακες, ἧχι πέλει Χαρίτων δόμος, ἧχι χορεύει

  Ἀσσυρίη Κυθέρεια καὶ οὐ φυγόδεμνος Ἀθήνη.

  τερπομένην δὲ γάμοισι τιθηνήτειραν Ἐρώτων

  πειθὼ πομπὸν ἔχεις, οὐκ Ἄρτεμιν: ἴσχεο μόχθων,

  Ἁρμονίης ἀπόναιο καὶ Εὐρώπην λίπε ταύρῳ:

  115 σπεῦδε, καὶ Ἠλέκτρη σε δεδέξεται, ἧς ἀπὸ χειρῶν

  ναὶ δὴ καὶ γαμίων ἐμβάλλεο φόρτον Ἐρώτων

  ἐμπορίην φιλότητος ἐπιτρέψας Ἀφροδίτῃ,

  Κυπριδίην δὲ θύγατρα φυλασσομένην σέο παστῷ

  ἄλλην δέχνυσο Κύπριν: ἐπαινήσεις δὲ κορώνην,

  120 καὶ γαμίην καλέσεις με θεοπρόπον ὄρνιν Ἐρώτων.

 

‹ Prev