Works of Nonnus
Page 79
25 Πανὶ μέλος συνάειδε καὶ ἔπλετο σύνθροος Ἠχώ,
καὶ νόμιον κερόεντος ἀμειβομένη κτύπον αὐλοῦ
εἰς χορὸν ἴχνος ἔκαμψε: πάις δ᾽ ἀλόχευτος ἐχέφρων
ἅλμασιν ἐνδομύχοισι συνεσκίρτησε τεκούσῃ
αὐλομανὲς μίμημα, καὶ αὐτοδίδακτον ἀοιδὴν
30 ἡμιτελὴς κελάδησε χέων ὑποκόλπιον ἠχώ.
ὣς ὁ μὲν ἀρσενόπαιδος ἀέξετο γαστέρος ὄγκῳ
ἄγγελος εὐφροσύνης, νοερὸν βρέφος: ἀμφὲ δὲ κούρῳ
ἀμφίπολοι Κρονίωνος ἐπέστεφον οὐρανὸν Ὧραι.
καὶ Φθόνος ὑψιμέδοντος ὀπιπεύων Διὸς εὐνὴν
35 καὶ Σεμέλης ὠδῖνα θεηγενέος τοκετοῖο
Βάκου ζῆλον ἔδεκτο καὶ ἔνδοθι γαστρὸς ἐόντος,
αὐτοπαθὴς ἄστοργος ἑῷ βεβολημένος ἰῷ.
καὶ φρενὶ κερδαλέῃ δκολιὴν ἐφράσσατο βουλὴν
Ἄρεος ἀντιτύποιο φέρων ψευδήμονα μορφὴν
40 ἔντεσι μιμηλοῖσι, καὶ οἷά περ αἵματος ὁλκῷ
ἄνθεϊ φαρμακόεντι κατέγραφε νῶτα βοείης
ποιητῇ ῥαθάμιγγι, καὶ ὡς κταμένων ἀπὸ φωτῶν
βάψας ἰσοτύπῳ δεδολωμένα δάκτυλα μίλτῳ
χεῖρας ἐρευθιόωντι νόθῳ φοινίσσετο λύθρῳ:
45 καὶ κτύπον ἐννεάχιλον ἀνήρυγεν ἀνθερεῶνος
σμερδαλέοις στομάτεσσι χέων ῥηξήνορα φωαάν:
κλεψινόοις δ᾽ ὀάροισιν ἀνεπτοίησεν Ἀθήνην,
καὶ φθονερὴν οἴστρησεν ἔτι πλέον εἰς χόλον Ἥρην:
ἀμφοτέρας δ᾽ ἐρέθιζε: τόσῳ δ᾽ ἠνίπαπε μύθῳ:
50 ‘Δίζεό σοι νέον ἄλλον ἐν αἰθέρι νυμθίον, Ἥρη,
ἄλλον, ἐπεὶ Σεμέλη τεὸν ἥρπασεν, ἧς χάριν εὐνῆς
Θήβης ἑπταπύλοιο γαμήλιον οὖδας ἀμείβων
οὐρανὸν ἑπτάζωνον ἀναίνεται: ἀντὶ σέθεν δὲ
τέρπεται ἀγκὰς ἔχων χθονίην ἐγκύμονα νύμφην.
55 πῇ μοι ζῆλος ἔβη μητρώιος; ἦ ῥα καὶ αὐτῆς
εἰς Σεμέλης ὑμέναιον ἐθηλύνθη χόλος Ἥρης;
πῇ σέο κέντρα μύωπος ἀφειδέος; οὐκέτι πόντῳ
πόρτις ἁλιπτοίητος ἐλαύνεται; οὐκέτι βούτης
Ἄργος ἀκοιμήτοισι πολυσπερέεσσιν ὀπωπαῖς
60 κλεψιγάμου Κρονίδαο νεώτερα λέκτρα φυλάσσει;
ἀλλὰ τί μοι δίμος οὗτος Ὀλύμπιος; εἰς χθόνα βαίνων
αἰθέρα καλλείψω πατρώιον, ἡμετέρην δὲ
Θρῄκην ναιετάων οὐ μητέρος ἄλγεα λεύσσω
ἀχνυμένης, οὐ Ζῆνα γαμοκλόπον: εἰ δέ ποτ᾽ ἔλθῃ
65 γαῖαν ἐς ἡμετέρην ποθέων Βιστωνίδα κούρην,
γνώσεται, οἷος Ἄρης, ὅτε χώεται: ἡμετέρην γὰρ
Τιτήνων ὀλέτειραν ἔχων θανατηφόρον αἰχμὴν
ἐκ Θρῄκης Κρονίωνα γυναιμανέοντα διώξω:
καὶ πρόφασιν μεφέπων, ὅτι παρθένον εἰς λέχος ἕλκει,
70 ἔσσομαι αὐτοκέλευστος ἐμῆς τιμήορος εὐνῆς,
ὅττι χαμαιγενέεσσιν ὁμιλήσας ὑμεναίοις
αἰθέρα ποικιλόνωτον ἑῶν ἔπλησεν ἐρώτων.
οὐρανὸς ἱλήκοι, μερόπων δόμος: ἄξονα βαίνω;
Καλλιστὼ κατ᾽ Ὄλυμπον ἑλίσσεται, ἧχι φαείνει
75 κύκλος ἀερσιλόφοιο φερώνυμος Ἀρκάδος Ἄρκτου.
Πλειάδος ἑπταπόρου στυγέω δρόμον: ἐν γὰρ Ὀλύμπῳ
Ἠλέκτρη κλονέει με συναστράπτουσα Σελήῃ.
νῦν πόθεν ἠρεμέεις; ὑποκόλπιον υἱέα Λητοῦς
ἤκαχες Ἀπόλλωνα, καὶ οὐ Διόνυσον ὀρίνεις;
80 τικτομένη, Ἥφαιστε, μογοστόκε Τριτογενείης,
υἷα νόθης ἀλόχοιο λοχεύσεται αὐτοτόκος Ζεὺς
ὠδίνων τόκον ἄλλον ὑπέρτερον ἄρσενι μηρῷ,
οὐδὲ τεοῦ βουπλῆγος ἔτι χρέος. εἶξον, Ἀθήνη,
λῆγε Διὸς βοόωσα λεχώιον ἄντυγα κόρσης,
85 ὅττι σοφὴν ὠδῖνα τελεσσιγόνοιο καρήνου
αἰσχύνει Διόνυσος, ὅτι χθονίης ἀπὸ φύτλης
ἔσσεται αὐτολόχευτος Ὀλύμπιος, ὥς περ Ἀθήνη,
κρύπτων Παλλάδος εὖχος ἀμήτορος. ἀλλὰ καὶ αὐτὸς
αἰδέομαι πολὺ μᾶλλον, ὅταν μερόπων τις ἐνίψῃ:
90 Ζ̔εὺς πόρε δῆριν Ἄρηι καὶ εὐφροσύνην Διονύσῳ.᾿
ἀλλὰ πόλον Κρονίδαο νόθοις τεκέεσσιν ἐάσας
ἵξομαι οὐρανόθεν μετανάστιος: ὑγροπαγὴς δὲ
Ἴστρος ἑὸν σκηπτοῦχον ἀλητεύοντα δεχέσθω,
πρὶν Διὸς οἰνοχόον Γανυμήδεα δεῦρο νοήσω,
95 βουκόλον εὐχαίτην, μετὰ Πέργαμον ἀστὸν Ὀλύμπου,
οὐρανίης ἄψαυστον ἀμειβόμενον δέπας Ἥβης,
πρὶν Σεμέλην καὶ Βάκχον ἴδω ναετῆρας Ὀλύμπου,
καὶ στέφος ἀστερόφοιτον ἐπιχθονίης Ἀριάδνης
σύνδρομον Ἠελίοιο, συνέμπορον ἠριγενείης.
100 κεῖθι μένω, μὴ Κῆτος ἴδω, μὴ Περσέος ἅρπην,
μὴ τύπον Ἀνδρομέδης, μὴ Γοργόνος ὄμμα Μεδούσης
οὓς Κρονίδης μετόπισθεν ἐνιστήσειεν Ὀλύμπῳ.’
εἶπε, καὶ αὐτογόνοιο νόον συνέχευεν Ἀθήνης,
καὶ πλέον ἠέξησε βαρυζήλου χόλον Ἥρης.
105 καὶ Φθόνος ὀξὺς ὄρουσε, καὶ ἀγκύλα γούνατα πάλλων
ἤιε λοξὰ κέλευθα δι᾽ ἠέρος: ἀνδρομέοις δὲ
ὄμμασι καὶ πραπίδεσσιν ὁμοίιος ἔσσυτο καπνῷ,
εἰς δόλον, εἰς κακότητα νόον τελχῖνα κορύσσων.
οὐδὲ Διὸς βαρύμηνις ἐλώφεεν εὐνέτις Ἥρη:
110 ἀλλὰ θυελλήεντι παραΐξασα πεδίλῳ
ποικίλον εὐφα�
�εσσι κεκασμένον οὐρανὸν ἄστροις
ἄσπετα φοιτητῆρι διέδραμεν ἄστεα ταρσῷ,
κερδαλέην Ἀπάτην διζημένη, εἴ που ἐφεύροι.
ἀλλ᾽ ὅτε Δικταίης Κορυβαντίδος ὑψόθι πέτρης
115 γείτονος Ἀμνισοῖο λεχώιον ἔδρακεν ὕδωρ,
ἔνθά οἱ ἀλλοπρόσαλλος ὀρεστιὰς ἤντετο δαίμων:
καὶ γὰρ ἀεὶ παρέμιμνε Διὸς ψευδήμονι τύμβῳ
τερπομένη Κρήτεσσιν, ἐπεὶ πέλον ἠπεροπῆες.
ἀμφὶ δέ οἱ λαγόνεσσι Κυδωνιὰς ἔρρεε μίτρη,
120 τῇ ἔνι δαίδαλα πάντα βροτῶν θελκτήρια κεῖται:
ἐν μὲν ἐπικλοπίη πολυμήχανος, ἐν δ᾽ ὀαριστὺς
πάρφασις, ἐν δὲ δόλοι πολυειδέες, ἐν δὲ καὶ αὐτὸς
σύνδρομος ἠερίοις ἀπατήλιος ὅρκος ἀήταις.
καὶ δολίην Ἀπάτην δολίῳ μειλίξατο μύθῳ
125 Ἥρη ποικιλόμητις, ἀμυνομένη παρακοίτην:
‘χαῖρε, θεὰ δολόμητι δολοπλανές: οὔ σε καὶ αὐτὸς
κλεψινόοις ὀάροισι παρέρχεται αἱμύλος Ἑρμῆς:
δὸς καὶ ἐμοὶ ζωστῆρα παναίολον, ὅν ποτε Ῥείη
δῆσεν ἑαῖς λαγόνεσσιν, ἕως ἀπάφησεν ἀκοίτην.
130 οὐ μὲν ἐγὼ Κρονίωνι φέρω πετρώδεα μορφήν,
οὐδὲ λίθῳ δολόεντι παρακλέπτω παρακοίτην,
ἀλλὰ γυνὴ χθονίη με βιάζεται, ἧς χάριν εὐνῆς
θοῦρος Ἄρης βαρύμηνις ἀναίνεται αἰθέρα ναίειν.
τί πλέον, εἰ γενόμην θεὸς ἄμβροτος; οὐτιδανὴ γὰρ
135 θνητὴ ἐμὸν πόσιν ἔσχε, τὸν οὐ θεὸς ἥρπασε Λητώ:
οὐ Δανάῃ παρίαυε τὸ δεύτερον ὑέτιος Ζεύς,
ἀλλὰ σιδηροφόροιο μετὰ σφρηγῖδα μελάθρου
μεμφομένη χρυσέοισι γάμοις ναυτίλλετο νύμφη,
καὶ λάχεν ἕδνον Ἔρωτος ὕδωρ ἁλός: ἐν δὲ θαλάσσῃ
140 σύμπλοος ἀσταθέεσσιν ἐνήχετο χηλὸς ἀήταις.
οὐδὲ μετὰ Κρήτην πάλιν ἔπλεε ταῦρος Ὀλύμπου,
οὐκ ἴδεν Εὐρώπην μετὰ δέμνιον: ὑγροβαφὴς δὲ
οἰστρηθεῖσα μύωπι κερασφόρος ἔπλεεν Ἰώ.
οὐδὲ θεὰ γάμον εἶχεν ἐλεύθερον, ἀλλὰ καὶ αὐτὴ
145 γαστέρι φόρτον ἔχουσα πολύστροφος ἔτρεχε Λητώ,
ἄστατα παπταίνουσα πολυπλανέων σφυρὰ νήσων
καὶ ῥόον οὐ μίμνοντα κακοξείνοιο θαλάσσης,
καὶ λοχίης μόγις εἶδεν ἐλεύθερον ἔρνος ἐλαίης.
Λητὼ τόσσα μόγησε, καὶ οὐ χραίσμησεν ἀκοίτης:
150 θνητῆς δ᾽ ὠκυμόροιο μιῆς διὰ δέμνια νύμφης
οὐρανίης ἀπέειπε κασιγνήτης λέχος Ἥρης.
δείδια, μὴ Κρονίδης με πόσις καὶ γνωτὸς ἀκούων
αἰθέρος ἐξελάσειε γυναικείης χάριν εὐνῆς,
μὴ Σεμέλην τελέσειεν ἑοῦ βασίλειαν Ὀλύμπου.
155 εἰ δὲ Διὶ Κρονίωνι χαρίζεαι, ἠέ περ Ἥρῃ,
μηδὲ τεὴν ὀπάσειας ἐμοὶ πανθελγέα μίτρην,
ὄφρα μόλῃ πρὸς Ὄλυμπον ἐμὸς πάλιν υἱὸς ἀλήτης,
ὑστατίην ἐπὶ πέζαν ἐλεύσομαι Ὠκεανοῖο
αἰθέρα καλλείψασα χάριν βροτέων ὑμεναίων
160 Τηθύος ἀρχεγόνοιο συνέστιος: ἔνθεν ἱκάνω
εἰς δόμον Ἁρμονίης, καὶ Ὀφίονος ἐγγύθι μίμνω.
ἀλλὰ σύ, κυδαίνουσα Διὸς παμμήτορα νύμφην,
δός μοι ἔχειν ζωστῆρα βοηθόον, ὄφρα φυγόντα
θέλξω θοῦρον Ἄρηα τὸ δεύτερον αἰθέρα ναίειν.’
165 ὣς φαμένης ἀπάμειπτο θεὰ πειθήμονι μύθῳ
‘Μῆτερ Ἐνυαλίοιο, Διὸς πρωτόθρονε νύμφη,
δώσω ἐμὸν ζωστῆρα, καὶ εἰ πλέον ἄλλο κελεύεις
πείθομαι, ὅττι θεοῖσι μετὰ Κρονίωνος ἀνάσσεις.
δέχνυσο τοῦτον ἱμάντα: περισφίγξασα δὲ κόλπῳ
170 Ἄρεα μὲν κομίσειας ἐς οὐρανόν: ἢν δ᾽ ἐθελήσῃς,
θέλγε νόον Κρονίδαο καὶ, εἰ χρέος, Ὠκεανοῖο
χωομένου: χθονίων δὲ λιπὼν ὑμέναιον Ἐρώτων
ἵξεται αὐτοκέλευστος ἐς οὐρανὸν ὑψιμέδων Ζεὺς
ἡμετέρῳ δολόεντι περιγνάμψας φρένα κεστῷ:
175 οὗτος ἐμῆς Παφίης φρενοθελγέα κεστὸν ἐλέγχει.’
ὣς φαμένη δολόμητις ὑπηνέμιος φύγε δαίμων
ἠέρα πωτήεντι διαστείχουσα πεδίλῳ.
Δικταίης δὲ λιποῦσα σακέσπαλον ἄντρον ἐρίπνης
καὶ λοχίην σπήλυγγα τελεσσιγόνοιο θεαίνης
180 εἰς θάλαμον Σεμέλης ἀπατήλιος ἤλυθεν Ἥρη,
ζήλῳ φυσιόωσα: μελιγλώσσῳ δὲ γεραιῇ
ἰσοφανὴς φιλόπαιδι δέμας μορφοῦτο τιθήνῃ
παιδοκόμῳ, τὴν αὐτὸς ἀνηέξησεν Ἀγήνωρ,
καί οἱ κλῆρον ἔδωκε, καὶ ὤπασεν ἀνδρὶ γυναῖκα
185 οἷα πατήρ: κομιδῆς δὲ χάριν τίνουσα καὶ αὐτὴ
νήπιον εἰσέτι Κάδμον ἑᾷ μαιώσατο μαζῷ
καὶ βρέφος Εὐρώπην φιλίῳ πήχυνεν ἀγοστῷ.
τῇ δέμας ἶσον ἔχουσα διέστιχεν εἰς δόμον Ἥρη
χωομένη Σεμέλῃ καὶ Κύπριδι καὶ Διονύσῳ
190 μή πω φέγγος ἰδόντι, καὶ ἀρτιγάμῳ παρὰ παστῷ
τοῖχον ἐς ἀντικέλευθον ἑὴν ἔκλινεν ὀπωπὴν
ὄμμα παρατρέψασα, Διὸς μὴ λέκτρα νοήσῃ.
τὴν μὲν Πεισιάνασσα καθίζανεν ὑψόθι δίφρου
ἀμφίπολος Σεμέλης, Τυρίης βλάστημα γενέθλης,
195 Θελξινόη δὲ τάπητας ἐνήρμοσεν ἤνοπι δίφρῳ.
ἔνθα θεὰ σχεδὸν ἧστο δολοπλόκος: εὗρε δὲ κούρην
βριθομένην ὠδῖνι πεπαινομένου τοκε�
�οῖο:
καὶ τόκον, οὐ ψαύοντα τελεσσιγόνοιο Σελήνης,
γαστρὸς ἀσημάντου χλοερὴ κήρυξε παρειὴ
200 καὶ χλόος οἰνώπων μελέων πάρος: ἑζομένης δὲ
Ἥρης ψευδομένης δολόεν δέμας ἔτρεμε παλμῷ
ἀντιτύπῳ, καὶ νέρθεν ἐπὶ χθόνα κάμπτετο νεύων
ὤμοις θλιβομένοισι γέρων κυρτούμενος αὐχήν.
καὶ πρόφασιν μόγις εὗρεν: ἐπεστενάχιζε δὲ μύθῳ
205 δάκρυον εὐποίητον ἀποψήσασα προσώπου,
καὶ δολόεν κατέλεξεν ἔπος φρενοθελγέι φωνῇ:
‘Εἰπέ, πόθεν, βασίλεια, τεαὶ χλοάουσι παρειαί;
πῇ σέο κάλλος ἐκεῖνο; τίς εἴδεϊ σεῖο μεγαίρων
πορφυρέους σπινθῆρας ἀπημάλδυνε προσώπου;
210 καὶ ῥόδα τίς μετάμειψεν ἐς ὠκυμόρους ἀνεμώνας;
καὶ σὺ κατηφιόωσα τί τήκεαι; ἦ ῥα καὶ αὐτὴ
ἔκλυες αἴσχεα κεῖνα, τά περ βοόωσι πολῖται;
ἐρρέτω ἀρχεκάκων ὀλοὸν στόμα θηλυτεράων.
εἰπὲ δέ μοι, μὴ κρύπτε τεῆς συλήτορα μίτρης:
215 τίς σε θεῶν ἐμίηνε; τίς ἥρπασε σεῖο κορείην;
εἰ μὲν Ἄρης λαθραῖος ἐμὴν νυμφεύσατο κούρην
καὶ Σεμέλῃ παρίαυεν ἀφειδήσας Ἀφροδίτης,
ἐλθέτω εἰς σέο λέκτρα γαμήλιον ἔγχος ἀφάσσων:
γινώσκει μενέχαρμον ἑὸν γενέτην σέο μήτηρ.
220 εἰ δέ σοι ὠκυπέδιλος ἐκώμασε νυμφίος Ἑρμῆς
καὶ Σεμέλης διὰ κάλλος ἑὴν ἠρνήσατο Πειθώ,
ῥάβδον ἑὴν ὀπάσειε τεῆς αὐτάγγελον εὐνῆς,
ἠέ σε κοσμήσειεν ἑοῖς χρυσέοισι πεδίλοις
δῶρον ἄγων λεχέων σέθεν ἄξιον, ὄφρα καὶ αὐτὴ