Book Read Free

Works of Nonnus

Page 80

by Nonnus


  225 εἴης χρυσοπέδιλος, ἅ περ Διὸς εὐνέτις Ἥρη.

  εἰ δέ σοι οὐρανόθεν πόσις ἤλυθε καλὸς Ἀπόλλων

  καὶ Σεμέλης ὑπ᾽ ἔρωτι λελασμένος ἔπλετο Δάφνης,

  νόσφι δόλου κρυφίοιο δι᾽ ἠέρος εἰς σὲ χορεύσῃ

  ἁβρὸς ἀσιγήτων ἐποχημένος ἅρματι κύκνων,

  230 ἕδνα τεῆς φιλότητος ἑὴν φόρμιγγα κομίζων,

  πιστὸν ἑῶν θαλάμων σημήιον: εἰσορόων γὰρ

  Κάδμος ἐπουρανίην κιθάρην Θοίβοιο νοήσει,

  ἣν ἴδεν αἰολόφωνον ἑῆς παρὰ δεῖπνα τραπέζης

  Ἁρμονίης μέλπουσαν ἐπιχθονίους ὑμεναίους.

  235 εἰ δὲ γυναιμανέων σε βιήσατο κυανοχαίτης,

  καί σε σοφῆς προβέβουλεν ἀειδομένης Μελανίππης,

  ἀμφαδὰ κωμάσσειε, παρὰ προπύλαια δὲ Κάδμου

  νυμφιδίης πήξειεν ἑῆς γλωχῖνα τριαίνης,

  ξυνώσας γέρας ἶσον ἐχιδνοκόμῳ παρὰ Δίρκῃ,

  240 οἷα παρ᾽ Ἀργείοισι λεοντοβότῳ παρὰ Λέρνῃ,

  σῆμα γάμων ἔστησεν Ἀμυμώνης, ὅθι νύμφης

  Λερναίης ἔτι χῶρος ἐπώνυμός ἐστι τριαίνης.

  ἀλλὰ τί κικλήσκω σε παρευνέτιν ἐννοσιγαίου;

  ποῖα Ποσειδάωνος ἔχεις σημήια λέκτρων;

  245 ὑδρηλαῖς παλάμῃσι χυθεὶς ἠγκάσσατο Τυρὼ

  παφλάζων δολόεντι ῥόῳ μιμηλὸς Ἐνιπεύς.

  εἰ δὲ καί, ὡς ἐνέπεις, σέο νυμφίος ἐστὶ Κρονίων,

  ἐλθέτω εἰς σέο λέκτρα σὺν ἱμερόεντι κεραυνῷ,

  ἀστεροπῇ γαμίῃ κεκορυθμένος, ὄφρά τις εἴπῃ:

  250 ῾Ἥρης καὶ Σεμέλης νυμφοστόλοι εἰσὶ κεραυνοί.᾿

  ζηλήμων περ ἐοῦσα Διὸς δάμαρ οὔ σε χαλέψει:

  οὐ γὰρ ἐπιτρέψειε τεὸς μητρώιος Ἄρης.

  ὀλβίη Εὐρώπη Σεμέλης πλέον, ἣν ὑπὲρ ὤμων

  Ζεὺς κερόεις ἀνάειρε: ποθοβλήτοιο δὲ ταύρου

  255 ἄβροχος ἀκροτάτοιο δι᾽ ὕδατος ἔτρεχε χηλή,

  καὶ σκάφος ἦεν Ἔρωτος ὁ τηλίκος. ἆ μέγα θαῦμα,

  παρθένος ἡνιόχευε τὸν αἰθέρος ἡνιοχῆα.

  ὀλβίζω Δανάην Σεμέλης πλέον, ἧς διὰ κόλπου

  χρύσεος ἐξ ὀρόφοιο κατέρρεεν ὑέτιος Ζεὺς

  260 ἀφνειῇ ῥαθάμιγγι γυναιμανέος νιφετοῖο:

  οὐ μὲν χρύσεα δῶρα μακαρτάτη ᾔτεε νύμφη:

  εἶχε γὰρ ἕδνον Ἔρωτος ὅλον πόσιν. ἀλλά τις εἴη

  σιγὴ ἐφ᾽ ἡμείων, γενέτης μὴ Κάδμος ἀκούσῃ.’

  ὥς φαμένη λίπε δῶμα καὶ ἀχνυμένην ἔτι νύμφην,

  265 Ἥρης ζῆλον ἔχουσαν ἀμιμήτων ὑμεναίων,

  μεμφομένην Κρονίωνι: παλιννόστῳ δὲ κελεύθῳ

  αἰθέρος ἔνδον ἵκανε, καὶ οὐρανίῳ παρὰ θώκῳ

  κείμενα δερκομένη Διὸς ἔντεα νόσφι φορῆος,

  οἷά περ εἰσαΐοντα, φίλῳ μειλίξατο μύθῳ:

  270 ‘Βροντή, καὶ σὲ λέλοιπεν ἐμὸς νεφεληγερέτα Ζεύς;

  τίς πάλιν ἁρπάξας σε τεὸν γύμνωσε φορῆα;

  βροντή, ἐσυλήθης — οὐκ αἴτιός ἐστι Τυφωεύς —

  Ἥρης ξυνὰ παθοῦσα παρήγορε: νυμφοκόμος γὰρ

  ἡμέας ἀμφοτέρους ἀπαναίνεται ὑέτιος Ζεύς.

  275 οὐ νιφετοῖο ἔτι γαῖα παλύνεται, ὑγροχύτου δὲ

  ὄμβρου λειπομένου περιβόσκεται αὐχμὸς ἀρούρης

  αὔλακα, καρπὸν ἔχων ἀχρήιον: ἀγρονόμοις δὲ

  ἀντὶ κελαινεφέος κικλήσκεται ἀννέφελος Ζεύς.

  ἀστεροπαί, Κρονίωνι πυρώδεα ῥήξατε φωνήν,

  280 Ζηνὶ γυναιμανέοντι, φίλοι, φθέγξασθε, κεραυνοί.

  ἀλλὰ βαρυζήλων ἀχέων ποινήτορες Ἥρης

  εἰς Σεμέλην ἔρχεσθε γαμοστόλοι, ἕδνα δὲ μίτρης

  λισσομένη φλογόεντας ἑοὺς δέξαιτο φονῆας.’

  τοῖα μὲν ἀφθόγγοις Διὸς ἔντεσιν ἴαχεν Ἥρη

  285 ἀχνυμένη, φθονερῷ δὲ χόλῳ κυμαίνετο δαίμων.

  καὶ Σεμέλη βαρύδεσμος ἐῷ νεοπενθέι θυμῷ

  ἀστεροπὴν ποθέουσα, πυραυγέα πομπὸν Ἐρώτων,

  μεμφομένοις στομάτεσσιν ἑὸν λιτάνευεν ἀκοίτην,

  Ἡραίης ἐθέλουσα πυριστεφέος τύπον εὐνῆς:

  290 ‘Πρὸς Δανάης λίτομαί σε ῥυηφενέων ὑμεναίων,

  δὸς χάριν, Εὐρώπης κερόεις πόσις: αἰδέομαι γὰρ

  κικλήσκειν Σεμέλης σε, τὸν ὡς ὄναρ εἶδον, ἀκοίτην.

  Ἀκρίσιος Κάδμοιο μακάρτερος: ἀλλὰ καὶ αὐτὴ

  ἤθελον, εἰ χρύσειον ἴδον γάμον, ὑέτιε Ζεῦ,

  295 εἰ μὴ τοῦτο γέρας σέο Περσέος ἥρπασε μήτηρ:

  ἤθελον, εἴ με κόμισσας ἐν ὕδασι ταῦρος ὁδίτης

  ὤμοις ὑμετέροισιν, ἵνα πλάζοιτο καὶ αὐτὸς

  γνωτὸς ἐμὸς Πολύδωρος, ἀλήμονος ἅρπαγα νύμφης

  μαστεύων, ἅτε Κάδμος, ἐμὸν Κρονίωνα φορῆα.

  300 ἀλλὰ τί μοι βοέοιο γάμου τύπος ἢ νιφετοῖο;

  οὐκ ἐθέλω γέρας ἶσον, ὅ περ χθονίη λάχε νύμφη.

  Εὐρώπῃ λίπε ταῦρον, ἔα Δανάῃ χύσιν ὄμβρου:

  Ἥρης μοῦνος ἔχει με γάμων φθόνος. εἴ με γεραίρεις,

  παστὸν ἐμὸν κόσμησον ἐπουρανίῳ σέο πυρσῷ

  305 αἰθύσσων νεφέων ἐρόεν σέλας, ἀστεροπὴν δὲ

  ἕδνον ἐμῆς φιλότητος ἀπειθέι δεῖξον Ἀγαύῃ:

  Αὐτονόη φρίξειεν ἐμῷ παρὰ γείτονι παστῷ

  νυμφοκόμων ἀίουσα μέλος βρονταῖον Ἐρώτων,

  σύμβολον αὐτοβόητον ἀκηρύκτων σέο λέκτρων.

  310 δὸς δέ, περιπτύξαιμι φίλην φλόγα καὶ φρένα τέρψω

  ἀστεροπῆς ψαύουσα καὶ ἀμφαφόωσα κε�
�αυνούς.

  δός μοι σῶν θαλάμων ζυγίην φλόγα: πᾶσα δὲ νύμφη

  πυρσὸν ἔχει πομπῆα τελεσσιγάμων ὑμεναίων.

  ἦ ῥα τεῶν γαμέων οὐκ ἄξιός εἰμι κεραυνῶν

  315 Ἄρεος αἷμα φέρουσα καὶ ὑμετέρης Ἀφροδίτης;

  δειλὴ ἐγώ: Σεμέλης μὲν ἔχει γάμος ὠκύμορον πῦρ

  καὶ χθονίους λαμπτῆρας, ἐφαπτομένη δὲ κεραυνοῦ

  καὶ στεροπῆς ψαύουσα τεὴ νυμφεύεται Ἥρη.

  νυμφίε τερπικέραυνε, σὺ μὲν πολυφεγγέι παστῷ

  320 ἔνθεον εἶδος ἔχων ἐπὶ δέμνιον ἔρχεαι Ἥρης

  ἀστεροπαῖς γαμίῃσι καταυγάζων σέο νύμφην

  Ζεὺς πυρόεις, Σεμέλῃ δὲ δράκων ἢ ταῦρος ἱκάνεις:

  κείνη μὲν βαρύδουπον Ὀλύμπιον ἦχον Ἐρώτων

  εἰσαΐει, Σεμέλη δὲ τύπῳ σκιοειδέι μορφῆς

  325 ταύρου ψευδαλέοιο νόθον μυκηθμὸν ἀκούει:

  ἄψοφος εἰς ἐμὰ λέκτρα κατέρχεται ἀννέφελος Ζεύς,

  καὶ νεφεληγερέτης ὑψαύχενι μίγνυται Ἥρῃ.

  κούρης δ᾽ αἰνογάμοιο πατὴρ ἐμὸς αἴσχεα φεύγων

  ἐνδόμυχος σέο Κάδμος ἀλυσκάζει πάτον ἀνδρῶν,

  330 αἰδόμενος ναέτῃσι φανήμεναι, ὅττι πολῖται

  πάντες ἐφυβρίζουσι τεοῖς κρυφίοις ὑμεναίοις

  μεμφόμενοι Σεμέλην, ὅτι φώριον ἔσχεν ἀκοίτην.

  καλὸν ἐμοὶ πόρες ἕδνον ὀνείδεα θηλυτεράων:

  καὶ χορὸς ἀμφιπόλων ἐμὲ μέμφεται, ἔξοχα δ᾽ ἄλλων

  335 δειμαίνω στόμα λάβρον ἀσιγήτοιο τιθήνης.

  μνώεο, τίς Τυφῶνι δολόφρονα πότμον ὑφαίνων

  σοὶ πόρεν ἁρπαμένοιο πάλιν σπινθῆρα κεραυνοῦ:

  δεῖξον ἐμῷ γενετῆρι, τά περ πόρε: γηραλέος γὰρ

  Κάδμος ἀπαιτίζει με τεῆς σημήιον εὐνῆς.

  340 οὔ πω ἐγὼ Κρονίωνος ἀληθέος εἶδον ὀπωπήν,

  οὐ βλεφάρων ἀκτῖνα σελασφόρον, οὐδὲ προσώπου

  μαρμαρυγὰς ἐνόησα καὶ ἀστράπτουσαν ὑπήνην:

  οὔ πω ἴδον τεὸν εἶδος Ὀλύμπιον, ἀλλὰ δοκεύω

  πόρδαλιν ἠὲ λέοντα, θεὸν δ᾽ οὐκ εἶδον ἀκοίτην.

  345 ὡς βροτὸν εἰσορόω σε θεὸν μέλλουσα λοχεύειν.

  ἄλλον ἐγὼ πυθόμην φλογερὸν γάμον: ἠέλιος γὰρ

  δὺν πυρὶ νυμφιδίῳ Κλυμένην ἠγκάσσατο νύμφην.’

  ἔννεπεν αἰτίζουσα φίλον μόρον: ἶσα γὰρ Ἥρῃ

  εἰς γάμον ἀθρῆσαι μινυώριος ἔλπετο νύμφη

  350 μειλίχιον σπινθῆρα γαληναίοιο κεραυνοῦ.

  Ζεὺς δὲ πατὴρ ἀίων φθονεραῖς ἐπεμέμφετο Μοίραις,

  καὶ Σεμέλην ἐλέαιρεν ἀώριον: ἀμφὶ δὲ Βάκχῳ

  κερδαλέον γίνωσκεν ἀμειλίκτου χόλον Ἥρης.

  Ἑρμείῃ δὲ κέλευεν ἀπὸ φλογεροῖο κεραυνοῦ

  355 ἁρπάξαι νέον υἷα πυριβλήτοιο Θυώνης.

  καί τινα μῦθον ἔλεξε πατὴρ ὑψαύχενι κούρῃ:

  ‘ Ὦ γύναι, ἦ σε δόλοις φθονερὸς νόος ἤπαφεν Ἥρης:

  ἦ ῥα, γύναι, δοκέεις, ὅτι μείλιχοί εἰσι κεραυνοί;

  τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἔτι φόρτον ἀείρεις,

  360 τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἐμὸν υἷα λοχεύεις:

  μὴ πρὸ τόκου πυρόεντας ἀπαιτίζῃς με φονῆας:

  οὐ στεροπὴν μεθέπων Δανάης σύλησα κορείην,

  οὐ βροντῆς κελάδημα, καὶ οὐ Τυρίης σέο νύμφης

  Εὐρώπης ὑμέναιον ἐνυμφεύσαντο κεραυνοί,

  365 οὐκ ἴδεν Ἰναχίη δαμάλη σέλας: ἀλλὰ σὺ μούνη

  θνητὴ ἀπαιτίζεις με, τὰ μὴ θεὸς ᾔτεε Λητώ.’

  τοῖον ἔπος κατέλεξε καὶ οὐ μενέαινεν ἐρίζειν

  νήμασι Μοιριδίοισι: δι᾽ αἰθερίοιο δὲ κόλπου

  ἀστράπτων πεφόρητο καὶ ἱκεσίην ἕο νύμφης

  370 οὐκ ἐθέλων ἐτέλεσσε πόσις στεροπηγερέτα Ζεύς,

  εἰς Σεμέλην δ᾽ ἐχόρευε κατηφέι χειρὶ τιταίνων

  νυμφιδίους σπινθῆρας ἀμερσιγάμοιο κεραυνοῦ:

  καὶ θάλαμος στεροπῇσιν ἐλάμπετο, καὶ πυρὸς ἀτμῷ

  Ἰσμηνὸς σελάγιζεν, ὅλη δ᾽ ἀμαρύσσετο Θήβη.

  375 καὶ Σεμέλη φλογόεντας ἑοὺς ὁρόωσα φονῆας

  αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ:

  ‘Πηκτίδος οὐ χατέω λιγυηχέος, οὐ χρέος αὐλοῦ:

  βρονταὶ ἐμοὶ γεγάασι Διὸς σύριγγες Ἐρώτων,

  αὐλὸς ἐμοὶ κτύπος οὗτος Ὀλύμπιος, αἰθερίης δὲ

  380 δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας: οὐτιδανῶν δὲ

  οὐκ ἀλέγω δαΐδων: δαΐδες δέ μοί εἰσι κεραυνοί.

  εἰμὶ δάμαρ Κρονίωνος, Ἐχίονός ἐστιν Ἀγαύη,

  Αὐτονόην καλέσωσιν Ἀρισταίοιο γυναῖκα:

  Ἰνὼ ἔχει Νεφέλην, Σεμέλη λάχε σύγγαμον Ἥρην.

  385 οὐ γενόμην Ἀθάμαντος ἐγὼ δάμαρ, ὠκύμορον δὲ

  οὐ τέκον Ἀκταίωνα κυνοσπάδα, σύννομον ὕλης.

  οὐ χατέω φόρμιγγος ὀλίζονος: οὐρανίη γὰρ

  ἀστραίη Κιθάρη Σεμέλης ὑμέναιον ἀείδει.’

  ἔννεπε κυδιόωσα καὶ ἤθελε χερσὶν ἀφάσσειν

  390 ἀστεροπὴν ὀλέτειραν, ἀφειδήσασα δὲ Μοίρης

  τολμηρῇ παλάμῃ φονίων ἔψαυσε κεραυνῶν:

  καὶ γάμος ἦν Σεμέλης θανατηφόρος, ἧς ἑνὶ θεσμῷ

  πυρκαϊὴν καὶ τύμβον ἐθήκατο παστὸν Ἐρινύς:

  καὶ λοχίαις ἀκτῖσι γαμήλιον ἄσθμα κεραυνοῦ

  395 Ζηνὸς ἀφειδήσαντος ὅλην τεφρώσατο νύμφην:

  καὶ στεροπὴ πέλε μαῖα, καὶ Εἰλείθυια κεραυνοί:

  κόλπου δ᾽ αἰθομένοι
ο διαθρῴσκοντα τεκούσης

  Βάκχον ἐπουρανίη μαιώσατο φειδομένη φλόξ,

  μητροφόνῳ σπινθῆρι μαραινομένων ὑμεναίων:

  400 καὶ βρέφος ἠλιτόμηνον ἀδηλήτου τοκετοῖο

  ἄσθμασι φειδομένοισιν ἐχυτλώσαντο κεραυνοί:

  καὶ Σεμέλη πυρόεσσαν ἐσαθρήσασα τελευτὴν

  ὤλετο τερπομένη λόχιον μόρον: ἦν δὲ νοῆσαι

  ἵμερον, Εἰλείθυιαν, Ἐρινύας εἰν ἑνὶ παστῷ.

  405 καὶ βρέφος ἡμιτέλεστον ἑῷ γενετῆρι λοχεῦσαι

  οὐρανίῳ πυρὶ γυῖα λελουμένον ἤγαγεν Ἑρμῆς.

  Ζεὺς δὲ βαρυζήλοιο μετατρέψας νόον Ἥρης

  ἄγριον ἐπρήυνε παλίλλυτον ὄγκον ἀπειλῆς,

  καὶ φλογερὴν Σεμέλην μετανάστιον εἰς πόλον ἄστρων

  410 οὐρανὸν οἶκον ἔχουσαν ἀνήγαγε μητέρα Βάκχου

  αἰθερίοις ναέτῃσιν ὁμέστιον, ὡς γένος Ἥρης,

  ὡς τόκον Ἁρμονίης ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης:

  καὶ καθαρῷ λούσασα νέον δέμας αἴθοπι πυρσῷ...

  καὶ βίον ἄφθιτον ἔσχεν Ὀλύμπιον: ἀντὶ δὲ Κάδμου

  415 καὶ χθονίου δαπέδοιο καὶ Αὐτονόης καὶ Ἀγαύης

  σύνθρονον Ἄρτεμιν εὗρε καὶ ὡμίλησεν Ἀθήνῃ

  καὶ πόλον ἕδνον ἔδεκτο, μιῆς ψαύουσα τραπέζης

  Ζηνὶ καὶ Ἑρμάωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ.

  BOOK 9

  εἰς ἔνατον σκοπίαζε καὶ ὄψεαι υἱέα Μαίης

  θυγατέρας τε Λάμου καὶ Μύστιδα καὶ δρόμον Ἰνοῦς.

  Ζεὺς δὲ πατὴρ Σεμέλης φλογερῶν νωμήτορα κόλπων

  ἡμιτελῆ λοχίοιο διαθρῴσκοντα κεραυνοῦ

  δεξάμενος Διόνυσον ἐπέρραφεν ἄρσενι μηρῷ,

 

‹ Prev