Works of Nonnus
Page 165
δέρκεο, πῶς μεθέπω βριαρὸν δέμας: ἠνίδε μορφὴν
ἄρσενα καὶ Ζεφύροιο θοώτερον ἴχνιον Αὔρης:
δέρκεο, πῶς σφριγόωσι βραχίονες: ἠνίδε μαζοὺς
365 ὄμφακας οἰδαίνοντας ἀθήλεας: ἦ τάχα φαίης,
ὅττι τεοὶ γλαγόεσσαν ἀναβλύζουσιν ἐέρσην:
πῶς παλάμην μεθέπεις ἁπαλόχροα; πῶς σέο μαζοὶ
οὔ τινα κύκλου ἔχουσι περίτροχον, οἷά περ Αὔρης,
αὐτόματοι κήρυκες ἀσυλήτοιο κορείης;’
370 ἔννεπε κερτομέουσα: κατηφιόωσα δὲ σιγῇ
σύννομος οἰδαίνοντι χόλῳ κυμαίνετο δαίμων,
καὶ φονίους σπινθῆρας ἀνηκόντιζον ὀπωπαί:
ἐκ προχοῆς δ᾽ ἀνέπαλτο, πάλιν δ᾽ ἔνδυνε χιτῶνα,
καὶ καθαραῖς λαγόνεσσι τὸ δεύτερον ἥρμοσε μίτρην
375 ἀχνυμένη. νέμεσιν δὲ μετήιεν: εὗρε δὲ κούρην
ὑψινεφῆ παρὰ Ταῦρον, ὅπῃ παρὰ γείτονι Κύδνῳ
παῦσε Τυφαονίης ὑψαύχενα κόμπον ἀπειλῆς:
καὶ τροχὸς αὐτοκύλιστος ἔην παρὰ ποσσὶν ἀνάσσης
σημαίνων, ὅτι πάντας ἀγήνορας εἰς πέδον ἕλκει
380 ὑψόθεν εἰλυφόωσα δίκης ποινήτορι κύκλῳ,
δαίμων πανδαμάτειρα, βίου στρωφῶσα πορείην:
ἀμφὶ δέ οἱ πεπότητο παρὰ θρόνον ὄρνις ἀλάοτωρ,
γρὺψ πτερόεις, πισύρων δὲ ποδῶν κουφίζετο παλμῷ
δαίμονος ἱπταμένης αὐτάγγελος, ὅττι καὶ αὐτὴ
385 τέτραχα μοιρηθέντα διέρχεται ἕδρανα κόσμου:
ἀνέρας ὑψιλόφους ἀλύτῳ σφίγγουσα χαλινῷ,
ἀντίτυπον μίμημα, καὶ ὡς κακότητος ἱμάσθλῃ,
ὡς τροχὸν αὐτοκύλιστον, ἀγήνορα φῶτα κυλίνδει.
ἔγνω δ᾽ ὡς ἐνόησε θεὰ χλοάοντι προσώπῳ
390 Ἄρτεμιν ἀχνυμένην φονίης πλήθουσαν ἀπειλῆς,
καί μιν ἀνειρομένη φιλίῳ μειλίξατο μύθῳ:
‘σὸν χόλον, ἰοχέαιρα, τεαὶ βοόωσιν ὀπωπαί:
Ἄρτεμι, τίς κλονέει σε θεημάχος υἱὸς Ἀρούρης;
τίς πάλιν ἐβλάστησεν ὑπὲρ δαπέδοιο Τυφωεύς;
395 μὴ Τιτυὸς παλίνορσος ἐρωμανὲς ὄμμα τιταίνων
εἵματος ἀψαύστοιο τεῆς ἔψαυσε τεκούσης;
Ἄρτεμι, πῇ σέο τόξα καὶ Ἀπόλλωνος ὀιστοί;
τίς πάλιν Ὠρίων σε βιάζεται; εἰσέτι κεῖται
κεῖνος, ὃς ὑμετέροιο τάλας ἔψαυαε χιτῶνος,
400 μητρὸς ἔσω λαγάνων νέκυς ἄπνοος: εἰ δέ τις ἀνὴρ
χερσὶ ποθοβλήτοισι τεῶν ἐδράξατο πέπλων,
σκορπίον ἄλλον ἄεξε τεῆς ποινήτορα μίρης:
εἰ δὲ πάλιν θρασὺς Ὦτος ἢ αὐχήεις Ἐφιάλτης
συζυγίην μενέαινε τεῶν ἀκίχητον Ἐρώτων,
405 κτεῖνον ἀνυμφεύτοιο τεῆς μνηστῆρα κορείης:
εἰ δὲ γυνὴ πολύτεκνος ἀνιάζει σέο Λητώ,
ἄλλη λαϊνέη Νιόη κλαύσειε γενέθλην:
τίς φθόνος, εἰ λἰ λίθον ἄλλον ὑπὲρ Σιπύλοιο τελέσσω;
μή σε πατὴρ διὰ λέκτρα μετὰ γλαυκῶπιν ὀρίνει;
410 μὴ τεὸν Ἑρμάωνι γάμον κατένευσε Κρονίων,
οἷα καὶ Ἡφαίστῳ καθρῆς ὑμέναιον Ἀθήνης;
εἰ δὲ γυνὴ κλονέει σε, τεὴν ἅτε μητέρα Λητώ,
ἔσσομαι ἀχνυμένης τιμήορος ἰοχεαίρης.’
οὔ πω μῦθος ἔληγεν: ἀλεξικάκῳ δὲ θεαίνῃ
415 τοῖον ἔπος φθαμένη σκυλακοτρόφος ἴαχε κούρη:
‘Παρθένε πανδαμάτειρα, κυβερνήτειρα γενέθλης,
οὐ Ζεύς, οὐ Νιόβη με, καὶ οὐ θρασὺς Ὦτος ὀρίνει:
οὐ Τιτυὸς βαθύπεπλον ἐμὴν ἀνεσείρασε Λητώ:
οὐ νέος Ὠρίων με βιάζεται, νἱὸς Ἀρούρης:
420 ἀλλά με κερτομέουσα βαρύστομος ὀξέι μύθῳ
ἤκαχε Ληλάντοιο πάις, δυσπάρθενος Λὔρη:
ἀλλὰ τί σοι τάδε πάντα διίξομαι; αἰδέομαι γὰρ
αἶσχος ἐμῶν μελέων ἐνέπειν καὶ ὀνείδεα μαζῶν:
μητρὶ δ᾽ ἐμῇ πάθον ἄλγος ὁμοίιον: ἀμφότερον γὰρ
425 ἐν Φρυγίῃ Νιόβη διδυμητόκον ἤκαχε Λητώ,
καὶ πἁλιν ἐν Φρυγίῃ με θεημάχος ἤκαχεν Λὔρη:
ἀλλ᾽ ἡ μὲν νόθον εἶδος ἀμειψαμένη πόρε ποινήν,
Τανταλὶς αἰνοτόκεια, καὶ εἰσέτι δάκρυα λείβει
ὄμμασι πετραίοισιν: ἀνιηθεῖσα δὲ μούνη
430 αἶσχος ἔχω νήποινον, ἐπεὶ φιλοπάρθενος Αὔρη
δάκρυσιν οὐ λίθον εἶχε λελουμένον, οὐκ ἴδε πηγὴν
μῶμον ἀπαγγέλλουσαν ἀφειδέος ἀνθερεῶνος.
ἀλλὰ σὺ κυδαίνουσα τεὴν Τιτηνίδα φύτλην
δός μετὰ μητρῴην ἑτέρην χάριν, ὄφρα νοήσω
435 λαϊνέης ἀτίνακτν ἀμειβομένης δέμας Αὔρης:
μηδὲ τεὴν ἔμφυλον ὀδυρομένην λίπε κούρην,
μή μοι ἐπεγγελόωσαν ἴδω πάλιν ἄτροπον Αὔρην,
ἠέ μιν οἰστρήσειε τεὴ χαλκήλατος ἅρπη.’
ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ:
440 ‘Λητῴη φυγόδεμνε, κυνοσσόε, σύγγονε Φοίβου,
οὐ μὲν ἐμῷ δρεπάνῳ Τιτηνίδα παῖδα δαμάσσω,
οὐδέ μιν ἐν Φρυγίῃ τελέσω πετρώδεα νύμφην,
Τιτήνων γεγαυῖα παλαίτατον αἷμα καὶ αὐτή,
μή ποτέ μοι μέμψαιτο πατὴρ Λήλαντος ἀκούων:
445 ἓν δέ σοι, ἰοχέαιρα, χαρίζομαι: ἀγρότις Αὔρη
παρθενικὴν ἤλεγξε, καὶ οὐκέτι παρθένος ἔσται:
καί μιν ἐσαθρήσειας ὀρεσσιχύτου διὰ κόλπου
δάκρυσι πηγαίοισιν ὀδυρομένην ἔτι μί�
�ρην.’
εἶπε παρηγορέουσα: καὶ οὔρεα κάλλιπε κούρη
450 Ἄρτεμις ἑζομένη κεμάδων τετράζυγι δίφρῳ,
καὶ Φρυγίης ἐπέβαινεν. ὁμοζήλῳ πορείῃ
παρθένος Ἀδρήστεια μετήιε δύσμαχον Αὔρην,
γρῦπας ἁμιλλητῆρας ὑποζεύξασα χαλινῷ:
καὶ ταχινὴ πεφόρητο δι᾽ ἠέρος ὀξέι δίφρῳ,
455 καὶ δρόμον ἐστήριξεν ὑπὲρ Σιπύλοιο καρήνων
Τανταλίδος προπάροιθε λιθογλήνοιο προσώπου,
πτηνῶν τετραπόδων σκολιοὺς σφίγγουσα χαλινούς.
αὔρης δ᾽ ἐγγὺς ἵκανεν ἀγήνορος: ὑψίνοον δὲ
αὐχένα δειλαίης ὀφιώδεϊ τύψεν ἱμάσθλῃ,
460 καί μιν ἀνεστυφέλιξε δίκης τροχοειδέι κύκλῳ,
καὶ νόον ἄφρονα κάμψεν ἀκαμπέος: ἀμφὶ δὲ μίτρην
παρθενικῆς ἐλέλιζεν ἐχιδνήεσσαν ἱμάσθλην
Ἀργολὶς Ἀδρήστεια: χαριζομένη δὲ θεαίνῃ,
καὶ μάλα περ κοτέοντι κασιγνήτῳ Διονύσῳ,
465 ὥπλισεν ἄλλον ἔρωτα, καὶ εἰ πέλε νῆις Ἐρώτων,
Παλλήνης μετὰ λέκτρα, μετὰ φθιμένην Ἀριάδνην,
τὴν μὲν λειπομένην ἐνὶ πατρίδι, τὴν δ᾽ ἐνὶ γαίῃ
ἀλλοτρίῃ πετραῖον, Ἀχαιίδος ὡς βρέτας Ἥρης,
καὶ Βρόης πολὺ μᾶλλον ἀνηνύστων περὶ λέκτρων.
470 καὶ Νέμεσις πεπότητο νιφοβλήτῳ παρὰ Ταύρῳ,
εἰσόκε Κύδνον ἵκανε τὸ δεύτερον ἀμφὶ δὲ κούρῃ
ἡδυβόλῳ Διόνυσον Ἔρως οἴστρησεν ὀιστῷ,
καὶ πρερὰ κυκλώσας ἐπεήσατο κοῦφος Ὀλύμπου.
καὶ θεὸς οὐρεσίφοιτος ἱμάσσετο μείζονι πυρσῷ:
475 οὐ γὰρ ἔην ἐλάχεια παραίφασις: οὐ τότε κούρης
ἐλπίδα Κυπρδίην, οὐ φάρμακον εἶχεν Ἐρώτων:
ἀλλά μιν ἔφλεγε μᾶλλον Ἔρως θελξίφρονι πυρσῷ
θυιάδος ὀψιτέλεστον ἀπειθέος εἰς γάμον Αὔρης.
καὶ μογέων ἔκρυπτεν ἑὸν πόθον, οὐδ᾽ ἐνὶ λόχμαις
480 Κυπριδίοις ὀάροισιν ὁμίλεεν ἐγγύθεν Αὔρης,
μή μιν ἀλυσκάζειε. τί κύντερον, ἢ ὅτε μοῦνοι
ἀνέρες ἱμείρουσι, καὶ οὐ ποθέουσι γυναῖκες;
καὶ μέθεπε πραπίδεσσι πεπηγμένον ἰὸν Ἐρώτων,
παρθένος εἰ δρόμον εἶχε κυνοσσόον ἔνδοθι λόχμης:
485 Κυπριδίοις δ᾽ ἀνέμοισιν ἀειρομένοιο χιτῶνος
μηρὸν ὀπιπεύων θηλύνετο Βάκχος ἀλήτης.
ὀψὲ δὲ παφλάζοντι πόθῳ δεδονημένος Αὔρης
Βάκχος ἀμηχαναέων ἔπος ἴαχε λυσσάδι φωνῇ:
‘Πανὸς ἐγὼ δυαέρωτος ἔχω τύπον, ὅττί με φεύγει
490 παρθένος ἠνεμόφοιτος, ἐρημονόμῳ δὲ πεδίλῳ
πλάζεται ἀστήρικτος ἀθηήτου πλέον Ἠχοῦς.
ὄλβιε, Πάν, Βρομίοιο πολὺ πλέον, ὅττι ματεύων
φάρμακον εὗρες ἔρωτος ἐνὶ φρενοθελυέι φωνῷ:
σὸν κτύπον ὑστερόφωνος ἀμείβεται ἄστατος Ἠχὼ
495 φθεγγομένη λάλον ἦχον ὁμοίιον: αἴθε καὶ αὐτὴ
ἐκ στομάτων ἕνα μῦθον ἀνήρυγε παρθένος Αὔρη.
οὗτος ἔρως οὐ πᾶσιν ὁμοίιος: οὐδὲ γὰρ αὐτὴ
παρθενικαῖς ἑτέρῃσιν ὁμότροπον ἦθος ἀέξει.
ποῖον ἐμῆς ὀδύνης πέλε φάρμακον; ἦ ῥά ἑ θέλξω
500 νεύματι Κυπριδίῳ; πότε που, πότε θέλγεται Αὔρη
κινυμένοις βλεφάροισιν; ἐρωμανὲς ὄμμα τιταίνων
τίς γαμίοις ὀάροισι παραπλάζει φρένας ἄρκτου
εἰς Παφίην, ἐς Ἔρωτα; τίς ὡμίλησε λεαίνῃ;
τίς δρυῒ μῦθον ἔλεξε; τίς ἄπνοον ἤπαφε πεύκην;
505 τίς κρανέην παρέπεισε, καὶ εἰς γάμον ἤγαγε πέτρην;
ποῖος ἀνὴρ θέλξειεν ἀκηλήτου νόον Αὔρης;
ποῖος ἀνὴρ θέλξειεν; ἀμιτροχίτωνι δὲ κούρῃ
τίς γάμον ἢ φιλότητος ἀρηγόνα κεστὸν ἐνίψῃ;
τίς γλυκὺ κέωτρον Ἔρωτος ἢ οὔνομα Κυπρογενείης;
510 μᾶλλον Ἀθηναίη τάχα πείσεται: οὐδέ με φεύγει
Ἄρτεμις ἀπτοίητος, ὅσον φιλοπάρθενος Αὔρη.
αἴθε φίλοις στομάτεσσιν ἔπος τόδε μοῦνον ἐνίψῃ:
‘Βάκχε, μάτην ποθέεις, μὴ δίζεο παρθένον Αὔρην.’’
ἔννεπεν ἀνθεμόεντος ἔσω λειμῶνος ὁδεύων
515 εἰαρινοῖς ἀνέμοισι, καὶ εὐόδμῳ παρὰ μύρτῳ
ἡδὺ μεσημβρίζων πόδας εὔνασεν, ἀμφὶ δὲ δένδρῳ
κέκλιτο συρίζουσαν ἔχων Ζεφυρήιον αὔπην
καὶ καμάτῳ καὶ ἔρωτι κατάσχετος: ἑζομένῳ δὲ
ἥλικος αὐτομέλαθρος ὑπερκύψασα κορύμβου
520 παρθένος ἀκρήδεμνος Ἁμαδρυὰς ἔννεπε Νύμφη,
Κύπριδι πιστὰ φέρουσα καὶ ἱμερόεντι Λυαίῳ:
‘Οὐ δύναταί ποτε Βάκχος ἄγειν ἐπὶ δέμνιον Αὔρην,
εἰ μή μιν βαρύδεσμον ἀλυκτοπέδῃσι πεδήσῃ,
δεσμοῖς Κυπριδίοισι πόδας καὶ χεῖρας ἑλίξας,
525 ἠέ μιν ὑπνώουσαν ὑποζεύξας ὑμεναίοις
παρθενικῆς ἀνάεδνον ὑποκλέψειε κορείην.’
ὣς φαμένη παλίνορσος ὁμήλικι κεύθετο θάμνῳ
δυσαμένη δρυόεντα πάλιν δόμον: αὐτὰρ ὁ κάμνων
Βάκχος ἐρωτοτόκοισι νόον πόμπευεν ὀνείροις.
530 ψυχὴ δ᾽ ἠνεμόφοιτος ἀποφθιμένης Ἀριάδνης,
νήδυμον ὑπνώοντι παρισταμένη Διονύσῳ,
ζηλήμων μετὰ πότμον ὀνειρείῳ φάτο μύθῳ:
‘Ἀμνήμων Διόνυσε τεῶν προτέρων ὑμεναίων,
αὔρης ζῆλος ἔχει σε, καὶ οὐκ ἀλέγεις Ἀ
ριάδνης:
535 ὤμοι ἐμοῦ Θησῆος, ὃν ἥρπασε πικρὸς ἀήτης,
ὤμοι ἐμοῦ Θησῆος, ὃν ἔλλαχεν ἀνέρα Φαίδρη.
οὐ τάχα μοι πέπρωτο φυγεῖν ψεύδορκον ἀκοίτην,
εἰ γλυκὺς ὑπναλέην με λίπεν νέος, ἀντὶ δὲ κείνου
νυμφεύθην δυσέρωτι καὶ ἠπεροπῆι Λυαίῳ.
540 ὤμοι, ὅτ᾽ οὐ βροτὸν ἔσχον ἐγὼ ταχύποτμον ἀκοίτην,
καί κεν ἐρωμανέοντι κορυσσομένη Διονύσῳ
Λημνιάδων γενόμην καὶ ἐγὼ μία θηλυτεράων.
ἀλλὰ πολυσπερέων γαμίων ἐπιβήτορα λέκτρων,
νυμφίον ὁρκαπάτην, μετὰ Θησέα καὶ σὲ καλέσσω:
545 εἰ δέ σε δῶρον Ἔρωτος ἀπαιτίζει σέο νύμφη,
δέξό μοι ἠλακάτην, φιλοτήσιον ἕδνον Ἐρώτων,
ὄφρα πόρῃς, ἀθέμιστε, φιλοσκοπέλῳ σέο νύμφῃ
δῶρα τεῆς ἀλόχου Μινωίδος, ὄφρά τις εἴπῃ:
δῶκε μίτον Θησῆι καὶ ἠλακάτην Διονύσῳ.᾿
550 καὶ σὺ κατὰ Κρονίωνα λέχος μετὰ λέκτρον ἀμείβων
ἔργα γυναιμανέος μιμήσαο σεῖο τοκῆος,
οἶστρον ἔχων ἀκόρητον ἀμοιβαίης Ἀφροδίτης:
Σιθονίης ἀλόχοιο νεοζυγέων ὑμεναίων,
Παλλήνης, γάμον οἶδα, καὶ Ἀλθαίης ὑμεναίους:
555 σιγήσω φιλότητα Κορωνίδος, ἧς ἀπὸ λέκτρων
τρεῖς Χάριτες γεγάασιν ὁμόζυγες: ἀλλὰ, Μυκῆναι,
πότμον ἐμὸν φθέγξασθε καὶ ἄγριον ὄμμα Μεδούσης,
καὶ φθονερῆς ἐς ἔρωτα βιαζομένης Ἀριάδνης,
ἠιόνες Νάξοιο, βοήσατε: ‘νυμφίε Θησεῦ,
560 Μινώη καλέει σε χολωομένη Διονύσῳ.᾿
ἀλλὰ τί Κεκροπίης μιμνήσκομαι; εἰς Παφίην γὰρ