Works of Nonnus
Page 166
μέμφομαι ἀμφοτέροις, καὶ Θησέι καὶ Διονύσῳ.’
ὣς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ.
καὶ θρασὺς ἔγρετο Βάκχος ἀποσκεδάσας πτερὸν Ὕπνου,
565 μυρομένην δ᾽ ᾤκτειρεν ὀνειρείην Ἀριάδνην.
καὶ δόλον ἀλλοπρόσαλλον ἐδίζετο πομπὸν Ἐρώτων:
νύμφης δ᾽ Ἀστακίδος προτέρων ἐμνήσατο λέκτρων,
πῶς ἐρατὴν δολόεντι ποτῷ νυμφεύσατο κούρην
ὕπνον ἔχων πομπῆα μεθυσφαλέων ὑμεναίων.
570 ὄφρα μὲν ἤθελε Βάκχος ἐπεντύνειν δόλον εὐνῆς,
τόφρα δὲ φοιταλέη Ληλαντιὰς ἔδραμε κούρη
πίδακα μαστεύουσα, κατάσχετος αἴθοπι δίψῃ.
οὐδὲ λάθεν Διόνυσον ὀρίδρομος ἄστατος Αὔρη
διψαλέη: ταχινὸς δὲ θορὼν ἐπὶ πυθμένα πέτρης
575 θύρσῳ γαῖαν ἄρασσε: διχαζομένη δὲ κολώνη
αὐτομάτην ὤδινε μέθην εὐώδεϊ μαζῷ
χεύματι πορφύροντι: χαριζόμεναι δὲ Λυαίῳ
δμωίδες Ἠελίοιο κατέγραφον ἄνθεσιν Ὧραι
πίδακος ἄκρα μέτωπα, καὶ εὐόδμοισιν ἀήταις
580 ἀρτιφύτου λειμῶνος ἱμάσσετο νήδυμος ἀήρ:
εἶχε δὲ Ναρκίσσοιο φερώνυμα φύλλα κορύμβων
ἠιθέου χαρίεντος, ὃν εὐπετάλῳ παρὰ Λάτμῳ
νυμφίος Ἐνδυμίων κεραῆς ἔσπειρε Σελήνης,
ὃς πάρος ἠπεροπῆος ἐύχροος εἴδεϊ κωφῷ
585 εἰς τύπον αὐτοτέλεστον ἰδὼν μορφούμενον ὕδωρ
κάτθανε, παπταίνων σκιοειδέα φάσματα μορφῆς:
καὶ φυτὸν ἔμπνοον εἶχεν Ἀμυκλαίης ὑακίνθου:
ἱπτάμεναι δ᾽ ἀγεληδὸν ἐπ᾽ ἀνθεμόεντι κορύμβῳ
εἰαρινῶν ἐλίγαινον ἀηδόνες ὑψόθι φύλλων.
590 κεῖθι δὲ διψώουσα μεσημβριὰς ἔτρεχεν Αὔρη,
εἴ ποθι διψώουσα Διὸς χύσιν ἤ τινα πηγὴν
ἢ ῥόον ἀθρήσειεν ὀρεσσιχύτου ποταμοῖο:
ἀμφὶ δὲ οἱ βλεφάροισιν Ἔρως κατέχευεν ὀμίχλην.
ἀλλ᾽ ὅτε Βακχείην ἀπατήλιον ἔδρακε πηγήν,
595 δὴ τότε οἱ βλεφάρων σκιόεν νέφος ἤλασε Πειθὼ
τοῖον ἔπος βοόωσα γάμου πρωτάγγελον Αὔρῃ:
‘Παρθενική, κόλε δεῦρο, τελεσσιγάμοιο δὲ πηγῆς
εἰς στόμα δέξο ῥέεθρα, καὶ εἰς σέο κόλπον ἀκοίτην.’
κούρη δ᾽ ἄσμενος εἶδε: παραπροχυθεῖσα δὲ πηγῇ
600 χείλεσιν οἰγομένοισιν ἀνήφυσεν ἰκμάδα Βάκχου.
παρθενικὴ δὲ πιοῦσα τόσην ἐφθέγξατο φωνήν:
‘Νηιάδες, τί τὸ θαῦμα; πόθεν πέλε νήδυμον ὕδωρ;
τίς ποτὸν ἔβλυσε τοῦτο; τίς οὐρανίη τέκε γαστήρ;
ἔμπης τοῦτο πιοῦσα ποτὶ δρόμον οὐκέτι βαίνω:
605 ἀλλὰ πόδες βαρύθουσι, καὶ ἡδέι θέλγομαι ὕπνῳ,
καὶ σφαλερὸν στομάτων ἁπαλόθροον ἦχον ἰάλλω.’
εἶπε καὶ ἀστήρικτον ἑοῦ ποδὸς εἶχε πορείην:
ἤιε δ᾽ ἔνθα καὶ ἔνθα πολυπλανέεσσιν ἐρωαῖς
πυκνὰ περὶ κροτάφοισι τινασσομένοιο καρήνου:
610 καὶ κεφαλὴν ἔκλινεν ἐρειδομένην σχεδὸν ὤμῳ:
εὗδε δ᾽ ὑπὲρ δαπέδοιο τανυπτόρθῳ παρὰ δένδρῳ
παρθενίην ἀφύλακτον ἐπιτρέψασα χαμεύνῃ.
καὶ πυρόεις βαρύγουνον Ἔρως δεδοκημένος Αὔρην
οὐρανόθεν κατέπαλτο, γαληναίῳ δὲ προσώπῳ
615 μειδιόων ἀγόρευεν, ὁμοφρονέων Διονύσῳ:
‘Ἀγρώσσεις, Διόνυσε: μένει δέ σε παρθένος Αὔρη.’
ὥς εἰπὼν ἐς Ὄλυμπον ἐπείγετο, καὶ πτερὰ πάλλων
εἰαρινοῖς πετάλοισιν ἐχάζετο τοῦτο χαράξας:
‘νυμφίε, λέκτρα τέλεσσον, ἕως ἔτι παρθένος εὕδει:
620 σιγῇ ἐφ᾽ ἡμείων, μὴ παρθένον ὕπνος ἐάσῃ.’
καί μιν ἰδὼν Ἰόβακχος ἐπ᾽ ἀστρώτοιο χαμεύνης
νυμφιδίου Ληθαῖον ἀμεργομένην πτερὸν Ὕπνου,
ἄψοφος ἀκροτάτοισιν ἀσάμβαλος ἴχνεσιν ἕρπων
κωφὸν ἀφωνήτοιο μετήιε δέμνιον Αὔρης:
625 χειρὶ δὲ φειδομένῃ γλαφυρὴν ἀπέθηκε φαρέτρην
παρθενικῆς, καὶ τόξα κατέκρυφε κοιλάδι πέτρῃ,
μή μιν ὀιστεύσειε τιναξαμένη πτερὸν Ὕπνου:
καὶ δεσμοῖς ἀλύτοισι πόδας σφηκώσατο κούρης,
καὶ παλάμαις ἑλικηδὸν ἐπεσφρηγίσσατο σειρήν,
630 μή μιν ἀλυσκάζειεν: ἐπιστορέσας δὲ κονίῃ
παρθενικὴν βαρύυπνον ἑτοιμοτάτην Ἀφροδίτῃ
αὔρης ὑπναλέης γαμίην ἔκλεψεν ὀπώρην.
καὶ πόσις ἦν ἀνάεδνος: ὑπὲρ δαπέδοιο δὲ δειλὴ
οἰνοβαρὴς ἀτίνακτος ἐνυμφεύθη Διονύσῳ:
635 καὶ σκιεραῖς πτερύγεσσι περισφίγγων δέμας Αὔρης
ὕπνος ἔην Βάκχοιο γαμοστόλος, ὅττι καὶ αὐτὸς
πειρήθη Παφίης, καὶ ὁμόζυγός ἐστι Σελήνης,
καὶ νυχίης φιλότητος ὁμόστολός ἐστιν Ἐρώτων:
καὶ γάμος ὡς ὄναρ ἔσκε. Πολυσκάρθμῳ δὲ χορείῃ
640 εἰς χορὸν αὐτοέλικτον ἀνεσκίρτησε κολώνη,
ἡμιφανὴς δ᾽ ἐδόνησεν Ἁμαδρυὰς ἥλικα πεύκην:
μούνη δ᾽ ἦν ἀχόρευτος ἐν οὔρεσι παρθένος Ἠχώ,
αἰδομένη δ᾽ ἀκίχητος ἐκεύθετο πυθμένι πέτρης,
μὴ γάμον ἀθρήσειε γυναιμανέος Διονύσου.
645 καὶ τελέσας ὑμέναιον ἀδουπήτων ἐπὶ λέκτρων
νυμφίος ἀμπελόεις, πεφυλαγμένον ἴχνος ἀείρας,
νύμφης μὲν κύσε χεῖλος ἐπήρατον, ἀ
κλινέας δὲ
λῦσε πόδας καὶ χεῖρας, ἀπὸ σκοπέλου δὲ φαρέτρην
χειρὶ λαβὼν καὶ τόξα πάλιν παρακάτθετο νύμφῃ.
650 καὶ Σατύρων σχεδὸν ἦλθεν ἔτι πνείων ὑμεναίων,
ὑπναλέης ἀνέμοισιν ἐπιτρέψας λέχος Αὔρης.
νύμφη δ᾽ ἐκ φιλότητος ἀνέδραμε: λυσιμελῆ δὲ
ὕπνον ἀκηρύκτων ἀπεσείσατο μάρτυν Ἐρώτων:
θάμβεϊ δ᾽ εἰσορόωσα σαόφρονος ἔκτοθι μίτρης
655 στήθεα γυμνωθέντα καὶ ἀσκεπέος πτύχα μηροῦ
καὶ γαμίῃ ῥαθάμιγγι περιστιχθέντα χιτῶνα,
ἁρπαμένην ἀνάεδνον ἀπαγγέλλοντα κορείην,
μαίνετο παπταίνουσα: καὶ ἥρμοσε κυκλάδα μίτρην
στέρνα πάλιν σκιόωσα, καὶ ἠθάδος ἄντυγα μαζοῦ
660 παρθενίῳ ζωστῆρι μάτην ἐσφίγγετο δεσμῷ.
ἀχνυμένη δ᾽ ὀλόλυζε, κατάσχετος ἅλματι λύσσης:
ἀγρονόμους δ᾽ ἐδίωξε, καὶ εὐπετάλου σχεδὸν ὄχθης
τινυμένη δολόεντα πόσιν ποινήτορι θεσμῷ
μηλονόμους ἐδάιξεν: ἀμειλίκτῳ δὲ σιδήρῳ
665 βουκόλον ἔκτανε μᾶλλον, ἐπεὶ μάθε νυμφίον Ἠοῦς,
Τιθωνὸν χαρίεντα, δυσίμερον ἀνέρα βούτην,
ὅττι βοῶν ἀγέλαις μεμελημένον ἔσχε καὶ αὐτὴ
Λάτμιον Ἐνδυμίωνα βοῶν ἐλάτειρα Σελήνη:
ἔκλυε καὶ Φρυγίοιο, τὸν ἔκτανε παρθένος ἄλλη,
670 ὕμνου πικρὸν ἔρωτα, ποθοβλήτοιο νομῆος:
αἰπόλον ἔκτανε μᾶλλον, ὅλον χορὸν ἔκτανεν αἰγῶν
αἰνοπαθής, ὅτι Πᾶνα δυσίμερον ἔδρακε κούρη
ἰσοφυῆ μεθέποντα δασύτριχος αἰγὸς ὀπωπήν:
ἔλπετο γὰρ μάλα τοῦτο, πόθῳ δεδονημένος Ἠχοῦς
675 ὅττί μιν ὑπναλέην ἐβιήσατο μηλονόμος Πάν:
γειοπόνους δ᾽ ἐδάμασσε πολὺ πλέον, ὅττι καὶ αυτοἰ
Κύπριδι θητεύουσιν, ἐπεὶ πέλε γηπόνος ἀνήρ,
Ἰασίων, Δήμητρος ἀμαλλοτόκου παρακοίτην:
ἔκτανε δ᾽ ἀγρευτῆρα παλαιοτέρῳ τινὶ μύθῳ
680 πειθομένη: Κέφαλον γάρ, ἀμήτορος ἀστόν Ἀθήνης,
ἔκλυε θηρητῆρα ῥοδοστεφέος πόσιν Ἠοῦς:
Βακχείης δ᾽ ἐδάιξεν ὑποδρηστῆρας ὀπώρης,
ὅττι φιλακρήτοιο μέθης Βλύζοντες ἐέρσην
οἰνοβαρεῖς δυσέρωτες ὀπάονές εἰσι Λυαίου:
685 οὕ πω γάρ δεδάηκε δολοφροσύνην Διονύσου
καὶ ποτὸν ἠπεροπῆα φιλακρήτου Κυθερείης,
ἀλλὰ φιλοσκοπέλων καλύβας ἐκένωσε νομήων
αἵματι φοινήεντι περιρραίνουσα κολώνας.
καὶ νόον αἰθύσσουσα, κατάσχετος ἅλματι λύσσης,
690 Κύπριδος εἰς δόμον ἦλθεν: ἀπειλητῆρα δὲ κεστοῦ
λυσαμένη ζωστῆρα νεοκλώστοιο χιτῶνος
ἁβρὸν ἀνικήτοιο δέμας μάστιζε θεαίνης:
καὶ βρέτας ἀρπάξασα τελεσσιγάμου Κυθερείης
Σαγγαρίου σχεδὸν ἦλθε, κυλινδομένην δὲ ῥεέθροις
695 γυμναῖς Νηιάδεσσι πόρεν γυμνὴν Ἀφροδίτην.
καὶ μετὰ θεῖον ἄγαλμα καὶ αὐτοέλικτον ἱμάσθλην
δείκελον ἁβρὸν Ἔρωτος ἀπηκόντιζε κονίῃ:
καὶ κενεὸν λίπε δῶμα Κυβηλίδος ἀφρογενείης.
φοιταλέη δ᾽ ἀκίχητος ἐθήμονα δύσατο λόχμην,
700 καὶ σταλίκων ἔψαυσε, πάλιν δ᾽ ἐμνήσατο θήρης:
καὶ διεροῖς βλεφάροισιν ἑὴν στενάχιζε κορείην,
ὀξὺ δέ κωκύουσα τόσην ἐφθέγξατο φωνήν:
‘Τίς θεὸς ἡμετέρης ἀνελύσατο δεσμὰ κορείης;
εἰ μὲν ἐμὲ κνώσσουσαν ἐρημονόμων ἐπὶ λέκτρων
705 εἶδος ὑποκλέπτων ἐβιήσατο μητίετα Ζεύς,
οὐδὲ καἰ ἡμετέρην ᾐδέσσατο γείτονα Ῥείην,
ἀγροτέρους μετά θῆρας ὀιστεύσω πόλον ἄστρων:
εἰ δέ μοι ὑπναλέῃ παρελέξατο Φοῖβος Ἀπόλλων,
πέρσω πασιμέλουσαν ὅλην πετρώδεα Πυθώ:
710 εἰ δὲ λέχος σύλησεν ἐμὸς Κυλλήνιος Ἑρμῆς,
Ἀρκαδίην προθέλυμνον ἐμοῖς βελέεσσιν ὀλέσσω,
καὶ τελέσω θεράπαιναν ἐμὴν χρυσάμπυκα Πειθώ:
εἰ δὲ δόλοις γαμίοισιν ὀνειρείων ὑμεναίων
ἀπροϊδὴς Διόνυσος ἐμὴν σύλησε κορείην,
715 ἵξομαι, ἧχι πέλει Κυβέλης δόμος, ὑψιλόφου δὲ
οἰστρομανῆ Διόνυσον ἀπὸ Τμώλοιο διώξω:
καὶ φονίην ὤμοισιν ἐπικρεμάσασα φαρέτρην
εἰς Πάφον, εἰς Φρυγίην θωρήξομαι: ἀμφοτέροις γὰρ
τόξον ἐμὸν τανύσω, καὶ Κύπριδι καὶ Διονύσῳ.
720 σοὶ πλέον, ἰοχέαιρα, χολώομαι, ὅττί με, κούρη,
οὐ κτάνες ὑπναλέην ἔτι παρθένον, οὐδὲ καὶ αὐτῷ
σοῖς καθαροῖς βελέεσσιν ἐθωρήχθης παρακοίτῃ.’
ἔννεπε, καὶ τρομέουσαν ἑὴν ἀνεσείρασε φωνὴν
δάκρυσι νικηθεῖσα. τελεσσιγάμου δὲ Λυαίου
725 παιδοτόκου πλησθεῖσα γονῆς δυσπάρθενος Αὔρη
διπλόον ὄγκον ἄειρε: γυνὴ δ᾽ ἐπεμήνατο φόρτῳ
ἄσχετα βακχευθεῖσα γονῆς, δυσπάρθενος Αὔρη ...
ἢ σπόρος αὐτολόχευτος ἢ ἀνέρος ἐξ ὑμεναίων
ἠὲ θεοῦ δολίοιο: Διὸς δ᾽ ἐμνήσατο νύμφης,
730 Πλουτοῦς αἰνοτόκου Βερεκυντίδος, ἧς ἀπὸ λέκτρων
Τάνταλος ἐβλάστησε. καἰ ἤθελε γαστέρα τέμνειν,
ὄφρα δαϊζομένης ἀπὸ νηδύος ἄφρονι λύσσῃ
ἄτροφον ἡμιτέλεστον ἀιστώσειε γενέθλην.
καὶ ξίφος ἠ�
�ρταζε, διὰ στέρνοιο δὲ γυμνοῦ
735 δεξιτερῇ μενέαινεν ἀφειδέι φάσγανον ἕλκειν.
πολλάκι δ᾽ ἀρτιτόκοιο μετήιεν ἄντρα λεαίνης,
ὥς κεν ὀλισθήσειε θελήμονος εἰς λίνα Μοίρης:
ἀλλά μιν οὐρεσίφοιτος ὑπέκφυγε ταρβαλέη θήρ,
μή μιν ἀποκτείνειε, μυχῷ δ᾽ ἐκρύπτετο πέτρης
740 σκύμνον ἐρημαίῃσιν ἐπιτρέψασα χαμεύναις.
πολλάκι δ᾽ οἰδαλέοιο γυναικείου διὰ κόλπου
αὐτοφόνος μενέαινεν ἑκούσιον ἆορ ἐλάσσαι,
ὄφρά κεν αὐτοδάικτος ὀνείδεα γαστρὸς ἀλύξῃ
καὶ στόμα τερπομένης φιλοκέρτομον ἰοχεαίρης:
745 καὶ νοέειν μενέαινεν ἑὸν πόσιν, ὄφρα καὶ αὐτὴ
υἱέα δαιτρεύσειεν ἀναινομένῳ παρακοίτῃ,
αὐτὴ παιδοφόνος καὶ ὁμευνέτις, ὄφρά τις εἴπῃ:
‘ Πρόκνη παιδολέτειρα νέη πέλε δύσγαμος Αὔρη.’
καί μιν ὀπιπεύουσα νέων ἐγκύμονα παίδων
750 Ἄρτεμις ἐγγὺς ἵκανεν ἐῷ γελόωντι προσώπῳ,
δειλαίην δ᾽ ἐρέθιζε, καὶ ἀστόργῳ φάτο φωνῇ:
‘ Ὕπνον ἴδον, Παφίης θαλαμηπόλον, εἶδον Ἐρώτων
ξανθῆς νυμφιδίης ἀπατήλια χεύματα πηγῆς,
ἧχι ποτῷ δολόεντι νεήνιδες ἥλικα μίτρην
755 ἅρπαγι παρθενίης γαμίῳ λύουσιν ὀνείρῳ:
εἶδον ἐγὼ κλέτας, εἶδον, ὅπῃ ζυγίῃ παρὰ πέτρῃ
ἀπροϊδὴς δολόεντι γυνὴ νυμφεύεται ὕπνῳ:
Κύπριδος εἶδον ὄρος φιλοτήσιον, ἧχι γυναικῶν
παρθενίην κλέπτοντες ἀλυσκάζουσιν ἀκοῖται.
760 εἰπέ, γύναι φυγόδεμνε, τί σήμερον ἠρέμα βαίνεις;
ἡ πρὶν ἀελλήεσσα, πόθεν βαρύγουνος ὁδεύεις;