Book Read Free

Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Page 56

by Aristophanes


  λείπω φάος γε τοὐμόν, οὐκέτ᾽ εἰμ᾽ ἐγώ.᾽ 1185

  τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼν

  ἀνίσταταί τε καὶ ξυναντᾷ δραπέταις

  λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί.

  ὁδὶ δὲ καὐτός· ἀλλ᾽ ἄνοιγε τὴν θύραν.

  Λάμ.: ἀτταταῖ ἀτταταῖ 1190

  στυγερὰ τάδε γε κρυερὰ πάθεα· τάλας ἐγώ.

  διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς.

  ἐκεῖνο δ᾽ οὖν αἰακτὸν ἂν γένοιτο, 1195

  Δικ.: εἴ μ᾽ ἴδοι τετρωμένον

  κᾆτ᾽ ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν.

  Δικ.: ἀτταταῖ ἀτταταῖ

  τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.

  φιλήσατόν με μαλθακῶς ὦ χρυσίω 1200

  τὸ περιπεταστὸν κἀπιμανδαλωτόν.

  τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα.

  Λάμ.: ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν.

  ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων. 1205

  Δικ.: ἰὴ ἰὴ χαῖρε Λαμαχίππιον.

  Λάμ.: στυγερὸς ἐγώ.

  Δικ.: τί με σὺ κυνεῖς;

  Λάμ.: μογερὸς ἐγώ.

  Δικ.: τί με σὺ δάκνεις;

  Λάμ.: τάλας ἐγὼ ξυμβολῆς βαρείας. 1210

  Δικ.: τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;

  Λάμ.: ἰὼ ἰὼ Παιὰν Παιάν.

  Δικ.: ἀλλ᾽ οὐχὶ νυνὶ τήμερον Παιώνια.

  Λάμ.: λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ,

  προσλάβεσθ᾽ ὦ φίλοι. 1215

  Δικ.: ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσου

  προσλάβεσθ᾽ ὦ φίλαι.

  Λάμ.: εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένος

  καὶ σκοτοδινιῶ.

  Δικ.: κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαι 1220

  καὶ σκοτοβινιῶ

  Λάμ.: θύραζέ μ᾽ ἐξενέγκατ᾽ ἐς τοῦ Πιττάλου

  παιωνίαισι χερσίν.

  Δικ.: ὡς τοὺς κριτάς με φέρετε· ποῦ ᾽στιν ὁ βασιλεύς;

  ἀπόδοτέ μοι τὸν ἀσκόν. 1225

  Λάμ.: λόγχη τις ἐμπέπηγέ μοι δι᾽ ὀστέων ὀδυρτά.

  Δικ.: ὁρᾶτε τουτονὶ κενόν. τήνελλα καλλίνικος.

  Χορ.: τήνελλα δῆτ᾽, εἴπερ καλεῖς γ᾽, ὦ πρέσβυ, καλλίνικος.

  Δικ.: καὶ πρός γ᾽ ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα.

  Χορ.: τήνελλά νυν ὦ γεννάδα· χώρει λαβὼν τὸν ἀσκόν. 1230

  Δικ.: ἕπεσθέ νυν ᾄδοντες ὦ τήνελλα καλλίνικος.

  Χορ.: ἀλλ᾽ ἑψόμεσθα σὴν χάριν

  τήνελλα καλλίνικος ᾄδοντες

  σὲ καὶ τὸν ἀσκόν.

  THE KNIGHTS

  Δημοσθένης

  ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.

  κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν

  αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.

  ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν

  πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις. 5

  Νικίας

  κάκιστα δῆθ᾽οὗτός γε πρῶτος Παφλαγόνων

  αὐταῖς διαβολαῖς.

  Δημοσθένης

  ὦ κακόδαιμον πῶς ἔχεις;

  Νικίας

  κακῶς καθάπερ σύ.

  Δημοσθένης

  δεῦρο δὴ πρόσελθ᾽, ἵνα

  ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.

  Δημοσθένης καὶ Νικίας

  μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ. 10

  Δημοσθένης

  τί κινυρόμεθ᾽ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινα

  σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;

  Νικίας

  τίς οὖν γένοιτ᾽ἄν;

  Δημοσθένης

  λέγε σύ.

  Νικίας

  σὺ μὲν οὖν μοι λέγε,

  ἵνα μὴ μάχωμαι. 14

  Δημοσθένης

  μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ.

  Νικίας

  πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν; 16

  Δημοσθένης

  ἀλλ᾽εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω. 15

  Νικίας

  ἀλλ᾽οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε 17

  εἴποιμ᾽ἂν αὐτὸ δῆτα κομψευριπικῶς;

  Δημοσθένης

  μὴ ᾽μοί γε, μὴ ᾽μοί, μὴ διασκανδικίσῃς·

  ἀλλ᾽εὑρέ τιν᾽ἀπόκινον ἀπὸ τοῦ δεσπότου. 20

  Νικίας

  λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.

  Δημοσθένης

  καὶ δὴ λέγω μόλωμεν.

  Νικίας

  ἐξόπισθε νῦν

  αὐτὸ φάθι τοῦ μόλωμεν.

  Δημοσθένης

  αὐτό.

  Νικίας

  πάνυ καλῶς.

  ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε

  τὸ μόλωμεν, εἶτα δ᾽αὐτό, κᾆτ᾽ἐπάγων πυκνόν. 25

  Δημοσθένης

  μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν.

  Νικίας

  ἢν

  οὐχ ἡδύ;

  Δημοσθένης

  νὴ Δία· πλήν γε περὶ τῷ δέρματι

  δέδοικα τουτονὶ τὸν οἰωνόν.

  Νικίας

  τί δαί;

  Δημοσθένης

  ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.

  Νικίας

  κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν, 30

  θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.

  Δημοσθένης

  “ποῖον βρέτας;” ἐτεὸν ἡγεῖ γὰρ θεούς;

  Νικίας

  ἔγωγε.

  Δημοσθένης

  ποίῳ χρώμενος τεκμηρίῳ;

  Νικίας

  ὁτιὴ θεοῖσιν ἐχθρός εἰμ᾽. οὐκ εἰκότως;

  Δημοσθένης

  εὖ προσβιβάζεις μ᾽. ἀλλ᾽ἑτέρᾳ πῃ σκεπτέον. 35

  βού�
�ει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;

  Νικίας

  οὐ χεῖρον· ἓν δ᾽αὐτοὺς παραιτησώμεθα,

  ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,

  ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.

  Δημοσθένης

  λέγοιμ᾽ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης 40

  ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος,

  Δῆμος πυκνίτης, δύσκολον γερόντιον

  ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ

  ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,

  πανουργότατον καὶ διαβολώτατόν τινα. 45

  οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,

  ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην

  ᾔκαλλ᾽ἐθώπευ᾽ἐκολάκευ᾽ἐξηπάτα

  κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων·

  ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν, 50

  ἐνθοῦ ῥόφησον ἔντραγ᾽ἔχε τριώβολον.

  βούλει παραθῶ σοι δόρπον; εἶτ᾽ἀναρπάσας

  ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ

  Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γ᾽ἐμοῦ

  μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν, 55

  πανουργότατά πως περιδραμὼν ὑφαρπάσας

  αὐτὸς παρέθηκε τὴν ὑπ᾽ἐμοῦ μεμαγμένην,

  ἡμᾶς δ᾽ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην

  ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων

  δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας. 60

  ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ.

  ὁ δ᾽αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,

  τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς

  ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα

  ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας 65

  αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε·

  “ὁρᾶτε τὸν Ὕλαν δι᾽ἐμὲ μαστιγούμενον;

  εἰ μή μ᾽ἀναπείσετ᾽, ἀποθανεῖσθε τήμερον”.

  ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι

  ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν. 70

  νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ,

  ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.

  Νικίας

  κράτιστ᾽ἐκείνην τὴν μόλωμεν ὦγαθέ.

  Δημοσθένης

  ἀλλ᾽οὐχ οἷόν τε τὸν Παφλαγόν᾽οὐδὲν λαθεῖν·

  ἐφορᾷ γὰρ οὗτος πάντ᾽. ἔχει γὰρ τὸ σκέλος 75

  τὸ μὲν ἐν Πύλῳ, τὸ δ᾽ἓτερον ἐν τἠκκλησίᾳ.

  τοσόνδε δ᾽αὐτοῦ βῆμα διαβεβηκότος

  ὁ πρωκτός ἐστιν αὐτόχρημ᾽ἐν Χάοσιν,

  τὼ χεῖρ᾽ἐν Αἰτωλοῖς, ὁ νοῦς δ᾽ἐν Κλωπιδῶν.

  Νικίας

  κράτιστον οὖν νῷν ἀποθανεῖν. 80

  Δημοσθένης

  ἀλλὰ σκόπει,

  ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.

  Νικίας

  πῶς δῆτα πῶς γένοιτ᾽ἂν ἀνδρικώτατα;

  βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν.

  ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.

  Δημοσθένης

  μὰ Δί᾽ἀλλ᾽ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος. 85

  ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.

  Νικίας

  ἰδού γ᾽ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;

  πῶς δ᾽ἂν μεθύων χρηστόν τι βουλεύσαιτ᾽ἀνήρ;

  Δημοσθένης

  ἄληθες οὗτος; κρουνοχυτρολήραιον εἶ.

  οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν; 90

  οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;

  ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε

  πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας

  εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους.

  ἀλλ᾽ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ, 95

  τὸν νοῦν ἵν᾽ἄρδω καὶ λέγω τι δεξιόν.

  Νικίας

  οἴμοι τί ποθ᾽ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;

  Δημοσθένης

  ἀγάθ᾽· ἀλλ᾽ἔνεγκ᾽· ἐγὼ δὲ κατακλινήσομαι.

  ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω

  βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων. 100

  Νικίας

  ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν

  κλέπτων τὸν οἶνον.

  Δημοσθένης

  εἰπέ μοι Παφλαγὼν τί δρᾷ;

  Νικίας

  ἐπίπαστα λείξας δημιόπραθ᾽ὁ βάσκανος

  ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.

  Δημοσθένης

  ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν 105

  σπονδήν.

  Νικίας

  λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.

  Δημοσθένης

  ἕλχ᾽ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.

  ὦ δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμ᾽, οὐκ ἐμόν.

  Νικίας

  εἴπ᾽, ἀντιβολῶ, τί ἔστι;

  Δημοσθένης

  τοὺς χρησμοὺς ταχὺ

  κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν, 110

  ἕως καθεύδει.

  Νικίας

  ταῦτ᾽. ἀτὰρ τοῦ δαίμονος

  δέδοιχ᾽ὅπως μὴ τεύξομαι κακοδαίμονος.

  Δημοσθένης

  φέρε νυν ἐγὼ μ᾽αὐτῷ προσαγάγω τὸν χοᾶ.

  τὸν νοῦν ἵν᾽ἄρδω καὶ λέγω τι δεξιόν.

  Νικίας

  ὡς μεγάλ᾽ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται, 115

  ὥστ᾽ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών,

  ὅνπερ μάλιστ᾽ἐφύλαττεν.

  Δημοσθένης

  ὦ σοφώτατε.

&
nbsp; φέρ᾽αὐτὸν ἵν᾽ἀναγνῶ· σὺ δ᾽ἔγχεον πιεῖν

  ἀνύσας τι. φέρ᾽ἴδω τί ἄρ᾽ἔνεστιν αὐτόθι.

  ὦ λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ. 120

  Νικίας

  ἰδού. τί φησ᾽ὁ χρησμός;

  Δημοσθένης

  ἑτέραν ἔγχεον.

  Νικίας

  ἐν τοῖς λογίοις ἔνεστιν “ἑτέραν ἔγχεον;”

  Δημοσθένης

  ὦ Βάκι.

  Νικίας

  τί ἔστι;

  Δημοσθένης

  δὸς τὸ ποτήριον ταχύ.

  Νικίας

  πολλῷ γ᾽ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.

  Δημοσθένης

  ὦ μιαρὲ Παφλαγὼν ταῦτ᾽ἄρ᾽ἐφυλάττου πάλαι, 125

  τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν;

  Νικίας

  τιή;

  Δημοσθένης

  ἐνταῦθ᾽ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.

  Νικίας

  καὶ πῶς;

  Δημοσθένης

  ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει

  ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,

  ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα. 130

  Νικίας

  εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε.

  Δημοσθένης

  μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.

  Νικίας

  δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν;

  Δημοσθένης

  κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος

  αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτ᾽ἀπόλλυται. 135

  ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών,

  ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων.

  Νικίας

  τὸν προβατοπώλην ἦν ἄρ᾽ἀπολέσθαι χρεὼν

  ὑπὸ βυρσοπώλου;

  Δημοσθένης

  νὴ Δί᾽.

  Νικίας

  οἴμοι δείλαιος.

  πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος; 140

 

‹ Prev