Book Read Free

Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Page 107

by Aristophanes

ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίον

  ἔχουσα;

  Γυνὴ Α

  τίτθη νὴ Δί᾽ ἐμή.

  Μνησίλοχος

  διοίχομαι.

  Κλεισθένης

  610 αὕτη σὺ ποῖ στρέφει; μέν᾽ αὐτοῦ. τί τὸ κακόν;

  Μνησίλοχος

  ἔασον οὐρῆσαί μ᾽.

  Κλεισθένης

  ἀναίσχυντός τις εἶ.

  σὺ δ᾽ οὖν ποίει τοῦτ᾽. ἀναμενῶ γὰρ ἐνθάδε.

  Χορός

  ἀνάμενε δῆτα καὶ σκόπει γ᾽ αὐτὴν σφόδρα:

  μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν.

  Κλεισθένης

  615 πολύν γε χρόνον οὐρεῖς σύ.

  Μνησίλοχος

  νὴ Δί᾽ ὦ μέλε:

  στραγγουριῶ γάρ: ἐχθὲς ἔφαγον κάρδαμα.

  Κλεισθένης

  τί καρδαμίζεις; οὐ βαδιεῖ δεῦρ᾽ ὡς ἐμέ;

  Μνησίλοχος

  τί δῆτά μ᾽ ἕλκεις ἀσθενοῦσαν;

  Κλεισθένης

  εἰπέ μοι,

  τίς ἔστ᾽ ἀνήρ σοι;

  Μνησίλοχος

  τὸν ἐμὸν ἄνδρα πυνθάνει;

  620 τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;

  Κλεισθένης

  τὸν δεῖνα; ποῖον;

  Μνησίλοχος

  ἔσθ᾽ ὁ δεῖν᾽, ὃς καί ποτε

  τὸν δεῖνα τὸν τοῦ δεῖνα —

  Κλεισθένης

  ληρεῖν μοι δοκεῖς.

  ἀνῆλθες ἤδη δεῦρο πρότερον;

  Μνησίλοχος

  νὴ Δία

  ὁσέτη γε.

  Κλεισθένης

  καὶ τίς σοὐστὶ συσκηνήτρια;

  Μνησίλοχος

  625 ἡ δεῖν᾽ ἔμοιγ᾽.

  Κλεισθένης

  οἴμοι τάλας, οὐδὲν λέγεις.

  Γυνὴ Α

  ἄπελθ᾽. ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς

  ἐκ τῶν ἱερῶν τῶν πέρυσι: σὺ δ᾽ ἀπόστηθί μοι,

  ἵνα μὴ ‘πακούσῃς ὢν ἀνήρ. σὺ δ᾽ εἰπέ μοι

  ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.

  Μνησίλοχος

  630 φέρ᾽ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν.

  Γυνὴ Α

  τί δὲ μετὰ τοῦτο δεύτερον;

  Μνησίλοχος

  προὐπίνομεν.

  Γυνὴ Α

  ταυτὶ μὲν ἤκουσάς τινος: τί δαὶ τρίτον;

  Μνησίλοχος

  σκάφιον Ξένυλλ᾽ ᾔτησεν: οὐ γὰρ ἦν ἀμίς.

  Γυνὴ Α

  οὐδὲν λέγεις. δεῦρ᾽ ἐλθὲ δεῦρ᾽ ὦ Κλείσθενες:

  635 ὅδ᾽ ἐστὶν ἁνὴρ ὃν λέγεις.

  Κλεισθένης

  τί οὖν ποιῶ;

  Γυνὴ Α

  ἀπόδυσον αὐτόν: οὐδὲν ὑγιὲς γὰρ λέγει.

  Μνησίλοχος

  κἄπειτ᾽ ἀποδύσετ᾽ ἐννέα παίδων μητέρα;

  Κλεισθένης

  χάλα ταχέως τὸ στρόφιον ὦναίσχυντε σύ.

  Γυνὴ Α

  ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά:

  640 καὶ νὴ Δία τιτθούς γ᾽ ὥσπερ ἡμεῖς οὐκ ἔχει.

  Μνησίλοχος

  στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.

  Γυνὴ Α

  νῦν: τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.

  Κλεισθένης

  ἀνίστασ᾽ ὀρθός. ποῖ τὸ πέος ὠθεῖς κάτω;

  Γυνὴ Α

  τοδὶ διέκυψε καὶ μάλ᾽ εὔχρων ὦ τάλαν.

  Κλεισθένης

  645 καὶ ποῦ ‘στιν;

  Γυνὴ Α

  αὖθις ἐς τὸ πρόσθεν οἴχεται.

  Κλεισθένης

  οὐκ ἐνγεταυθί.

  Γυνὴ Α

  μἀλλὰ δεῦρ᾽ ἥκει πάλιν.

  Κλεισθένης

  ἰσθμόν τιν᾽ ἔχεις ὦνθρωπ᾽: ἄνω τε καὶ κάτω

  τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.

  Γυνὴ Α

  ὦ μιαρὸς οὗτος: ταῦτ᾽ ἄρ᾽ ὑπὲρ Εὐριπίδου

  650 ἡμῖν ἐλοιδορεῖτο.

  Μνησίλοχος

  κακοδαίμων ἐγώ,

  εἰς οἷ᾽ ἐμαυτὸν εἰσεκύλισα πράγματα.

  Γυνὴ Α

  ἄγε δὴ τί δρῶμεν;

  Κλεισθένης

  τουτονὶ φυλάττετε

  καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται:

  ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.

  Χορός

  655 ἡμᾶς τοίνυν μετὰ τοῦτ᾽ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ

  ξυζωσαμένας εὖ κἀνδρείως τῶν θ᾽ ἱματίων ἀποδύσας

  ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἀνελήλυθε, καὶ περιθρέξαι

  τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι. Χορός

  εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα

  660 καὶ διασκοπεῖν σιωπῇ πανταχῇ: μόνον δὲ χρὴ

  μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι,

  ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστ᾽ ἤδη κύκλῳ. Χορός

  εἶά νυν ἴχνευε καὶ μάτευε ταχὺ πάντ᾽,

  εἴ τις ἐν τόποις ἑδραῖος

  ἄλλος αὖ λέληθεν ὤν.

  665 πανταχῇ δὲ ῥῖψον ὄμμα,

  καὶ τὰ τῇδε καὶ τὰ δεῦρο

  πάντ᾽ ἀνασκόπει καλῶς. Χορός

  ἢν γάρ με λάθῃ δράσας ἀνόσια,

  δώσει τε δίκην καὶ πρὸς τούτῳ

  670 τοῖς ἄλλοις ἀνδράσιν ἔσται

  παράδειγμ᾽ ὕβρεως ἀδίκων τ᾽ ἔργων

  ἀθέων τε τρόπων:

  φήσει δ᾽ εἶναί τε θεοὺς φανερῶς,

  δείξει τ᾽ ἤδη

  πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας ...

  675 †δικαίως τ᾽ ἐφέποντας † ὅσια καὶ νόμιμα

  μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει.

  κἂν μὴ ποιῶσι ταῦτα τοιάδ᾽ ἔσται:

  αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν,

  680 †μανίαις† φλέγων λύσσῃ παράκοπος,

  †εἴ
τι δρῴη†

  πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν,

  ὅτι τά τε παράνομα τά τ᾽ ἀνόσια παρὼν

  685 θεὸς ἀποτίνεται.

  ἀλλ᾽ ἔοιχ᾽ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς.

  οὐχ ὁρῶμεν γοῦν ἔτ᾽ ἄλλον οὐδέν᾽ ἐγκαθήμενον. Γυνὴ Α

  ἆ ποῖ σὺ φεύγεις; οὗτος οὗτος οὐ μενεῖς;

  690 τάλαιν᾽ ἐγὼ τάλαινα, καὶ τὸ παιδίον

  ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.

  Μνησίλοχος

  κέκραχθι: τοῦτο δ᾽ οὐδέποτε σὺ ψωμιεῖς,

  ἢν μή μ᾽ ἀφῆτ᾽: ἀλλ᾽ ἐνθάδ᾽ ἐπὶ τῶν μηρίων

  πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας

  695 καθαιματώσει βωμόν.

  Γυνὴ Α

  ὦ τάλαιν᾽ ἐγώ.

  γυναῖκες, οὐκ ἀρήξετ᾽; οὐ πολλὴν βοὴν

  στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου

  τέκνου με περιόψεσθ᾽ ἀποστερουμένην;

  Χορός

  ἔα ἔα.

  700 ὦ πότνιαι Μοῖραι τί τόδε δέρκομαι

  νεοχμὸν αὖ τέρας;

  ὡς ἅπαντ᾽ ἄρ᾽ ἐστὶ τόλμης μεστὰ κἀναισχυντίας.

  οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ φίλαι τόδε.

  Μνησίλοχος

  οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.

  Χορός

  705 ταῦτα δῆτ᾽ οὐ δεινὰ πράγματ᾽ ἐστὶ καὶ περαιτέρω;

  Γυνὴ Α

  δεινὰ δῆθ᾽, ὅστις γ᾽ ἔχει μου ‘ξαρπάσας τὸ παιδίον.

  Χορός

  τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε

  τοιαῦτα ποιῶν ὅδ᾽ ἀναισχυντεῖ;

  Μνησίλοχος

  κοὔπω μέντοι γε πέπαυμαι.

  Χορός

  710 ἀλλ᾽ οὖν ἥκεις γ᾽ ὅθεν οὐ φαύλως γ᾽

  ἀποδρὰς λέξεις

  οἷον δράσας διέδυς ἔργον,

  λήψει δὲ κακόν.

  Μνησίλοχος

  τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.

  Χορός

  715 τίς οὖν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν

  ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;

  Μνησίλοχος

  μάτην λαλεῖτε: τὴν δ᾽ ἐγὼ οὐκ ἀφήσω.

  Χορός

  ἀλλ᾽ οὐ μὰ τὼ θεὼ τάχ᾽ οὐ χαίρων ἴσως

  720 ἐνυβριεῖς λόγους λέξεις τ᾽ ἀνοσίους

  ἐπ᾽ ἀθέοις ἔργοις:

  καὶ γὰρ ἀνταμειψόμεσθά σ᾽ ὥσπερ εἰκὸς ἀντὶ τῶνδε.

  τάχα δὲ μεταβαλοῦσ᾽ ἐπὶ κακὸν ἑτερότροπον

  725 ἐπέχει τύχη.

  ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν σ᾽ ἐκφέρειν τε τῶν ξύλων,

  καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θ᾽ ὅσον τάχος.

  Γυνὴ Α

  ἴωμεν ἐπὶ τὰς κληματίδας ὦ Μανία.

  κἀγώ σ᾽ ἀποδείξω θυμάλωπα τήμερον.

  Μνησίλοχος

  730 ὕφαπτε καὶ κάταιθε: σὺ δὲ τὸ Κρητικὸν

  ἀπόδυθι ταχέως: τοῦ θανάτου δ᾽ ὦ παιδίον

  μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα.

  τουτὶ τί ἔστιν; ἀσκὸς ἐγένεθ᾽ ἡ κόρη

  οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων.

  735 ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται

  κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν,

  ὦ μέγα καπήλοις ἀγαθὸν ἡμῖν δ᾽ αὖ κακόν,

  κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ.

  Γυνὴ Α

  παράβαλλε πολλὰς κληματίδας ὦ Μανία.

  Μνησίλοχος

  740 παράβαλλε δῆτα: σὺ δ᾽ ἀπόκριναί μοι τοδί,

  τουτὶ τεκεῖν φῄς;

  Γυνὴ Α

  καὶ δέκα μῆνας αὔτ᾽ ἐγὼ

  ἤνεγκον.

  Μνησίλοχος

  ἤνεγκας σύ;

  Γυνὴ Α

  νὴ τὴν Ἄρτεμιν.

  Μνησίλοχος

  πρικότυλον ἢ πῶς; εἰπέ μοι.

  Γυνὴ Α

  τί μ᾽ ἠργάσω;

  ἀπέδυσας ὦναίσχυντέ μου τὸ παιδίον

  745 τυννοῦτον ὄν.

  Μνησίλοχος

  τυννοῦτο;

  Γυνὴ Α

  μικρὸν νὴ Δία.

  Μνησίλοχος

  πόσ᾽ ἔτη δὲ γέγονε; τρεῖς Χοᾶς ἢ τέτταρας;

  Γυνὴ Α

  σχεδὸν τοσοῦτον χὤσον ἐκ Διονυσίων.

  ἀλλ᾽ ἀπόδος αὐτό.

  Μνησίλοχος

  μὰ τὸν Ἀπόλλω τουτονί.

  Γυνὴ Α

  ἐμπρήσομεν τοίνυν σε.

  Μνησίλοχος

  πάνυ γ᾽ ἐμπίμπρατε:

  750 αὕτη δ᾽ ἀποσφαγήσεται μάλ᾽ αὐτίκα.

  Γυνὴ Α

  μὴ δῆθ᾽, ἱκετεύω σ᾽: ἀλλ᾽ ἔμ᾽ ὅ τι χρῄζεις ποίει

  ὑπέρ γε τούτου.

  Μνησίλοχος

  φιλότεκνός τις εἶ φύσει.

  ἀλλ᾽ οὐδὲν ἧττον ἥδ᾽ ἀποσφαγήσεται

  Γυνὴ Α

  οἴμοι τέκνον. δός μοι σφαγεῖον Μανία,

  755 ἵν᾽ οὖν τό γ᾽ αἷμα τοῦ τέκνου τοὐμοῦ λάβω.

  Μνησίλοχος

  ὕπεχ᾽ αὐτό, χαριοῦμαι γὰρ ἕν γε τοῦτό σοι.

  Γυνὴ Α

  κακῶς ἀπόλοι᾽, ὡς φθονερὸς εἶ καὶ δυσμενής.

  Μνησίλοχος

  τουτὶ τὸ δέρμα τῆς ἱερείας γίγνεται.

  Γυνὴ Α

  τί τῆς ἱερείας γίγνεται;

  Μνησίλοχος

  τουτί. λαβέ.

  Γυνὴ Γ

  760 ταλαντάτη Μίκκα τίς ἐξεκόρησέ σε;

  τίς τὴν ἀγαπητὴν παῖδά σοὐξῃρήσατο;

  Γυνὴ Α

  ὁ πανοῦργος οὗτος. ἀλλ᾽ ἐπειδήπερ πάρει,

  φύλαξον αὐτόν, ἵνα λαβοῦσα Κλεισθένη

  τοῖσιν πρυτάνεσιν ἃ πεποίηχ᾽ οὗτος φράσω.

  Μνησίλοχος

  765 ἄγε δὴ τίς ἔσται μη
χανὴ σωτηρίας;

  τίς πεῖρα, τίς ἐπίνοι᾽; ὁ μὲν γὰρ αἴτιος

  κἄμ᾽ ἐσκυλίσας ἐς τοιαυτὶ πράγματα

  οὐ φαίνεταί πω. φέρε τίν᾽ οὖν ἂν ἄγγελον

  πέμψαιμ᾽ ἐπ᾽ αὐτόν; οἶδ᾽ ἐγὼ καὶ δὴ πόρον

  770 ἐκ τοῦ Παλαμήδους: ὡς ἐκεῖνος, τὰς πλάτας

  ῥίψω γράφων. ἀλλ᾽ οὐ πάρεισιν αἱ πλάται.

  πόθεν οὖν γένοιντ᾽ ἄν μοι πλάται πόθεν; πόθεν;

  τί δ᾽ ἂν εἰ ταδὶ τἀγάλματ᾽ ἀντὶ τῶν πλατῶν

  γράφων διαρρίπτοιμι; βέλτιον πολύ.

  775 ξύλον γέ τοι καὶ ταῦτα κἀκεῖν᾽ ἦν ξύλον.

  Μνησίλοχος

  ὦ χεῖρες ἐμαὶ

  ἐγχειρεῖν χρῆν ἔργῳ πορίμῳ.

  ἄγε δὴ πινάκων ξεστῶν δέλτοι,

  δέξασθε σμίλης ὁλκοὺς

  780 κήρυκας ἐμῶν μόχθων: οἴμοι

  τουτὶ τὸ ῥῶ μοχθηρόν:

  χώρει χώρει. ποίαν αὔλακα;

  βάσκετ᾽ ἐπείγετε πάσας καθ᾽ ὁδοὺς

  κείνᾳ ταύτᾳ: ταχέως χρή. Χορός

  785 ἡμεῖς τοίνυν ἡμᾶς αὐτὰς εὖ λέξωμεν παραβᾶσαι,

  καίτοι πᾶς τις τὸ γυναικεῖον φῦλον κακὰ πόλλ᾽ ἀγορεύει,

  ὡς πᾶν ἐσμὲν κακὸν ἀνθρώποις κἀξ ἡμῶν ἐστιν ἅπαντα,

  ἔριδες νείκη στάσις ἀργαλέα λύπη πόλεμος. φέρε δή νυν,

  εἰ κακόν ἐσμεν, τί γαμεῖθ᾽ ἡμᾶς, εἴπερ ἀληθῶς κακόν ἐσμεν,

  790 κἀπαγορεύετε μήτ᾽ ἐξελθεῖν μήτ᾽ ἐκκύψασαν ἁλῶναι,

  ἀλλ᾽ οὑτωσὶ πολλῇ σπουδῇ τὸ κακὸν βούλεσθε φυλάττειν;

  κἂν ἐξέλθῃ τὸ γύναιόν ποι, κᾆθ᾽ εὕρητ᾽ αὐτὸ θύρασιν,

  μανίας μαίνεσθ᾽, οὓς χρῆν σπένδειν καὶ χαίρειν, εἴπερ ἀληθῶς

  ἔνδοθεν ηὕρετε φροῦδον τὸ κακὸν καὶ μὴ κατελαμβάνετ᾽ ἔνδον.

  795 κἂν καταδάρθωμεν ἐν ἀλλοτρίων παίζουσαι καὶ κοπιῶσαι,

  πᾶς τις τὸ κακὸν τοῦτο ζητεῖ περὶ τὰς κλίνας περινοστῶν.

 

‹ Prev