Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)
Page 108
κἂν ἐκ θυρίδος παρακύπτωμεν, τὸ κακὸν ζητεῖτε θεᾶσθαι:
κἂν αἰσχυνθεῖσ᾽ ἀναχωρήσῃ, πολὺ μᾶλλον πᾶς ἐπιθυμεῖ
αὖθις τὸ κακὸν παρακύψαν ἰδεῖν. οὕτως ἡμεῖς ἐπιδήλως
800 ὑμῶν ἐσμεν πολὺ βελτίους, βάσανός τε πάρεστιν ἰδέσθαι.
βάσανον δῶμεν πότεροι χείρους. ἡμεῖς μὲν γάρ φαμεν ὑμᾶς,
ὑμεῖς δ᾽ ἡμᾶς. σκεψώμεθα δὴ κἀντιτιθῶμεν πρὸς ἕκαστον,
παραβάλλουσαι τῆς τε γυναικὸς καὶ τἀνδρὸς τοὔνομ᾽ ἑκάστου.
Ναυσιμάχης μέν γ᾽ ἥττων ἐστὶν Χαρμῖνος: δῆλα δὲ τἄργα.
805 καὶ μὲν δὴ καὶ Κλεοφῶν χείρων πάντως δήπου Ξαλαβακχοῦς.
πρὸς Ἀριστομάχην δὲ χρόνου πολλοῦ, πρὸς ἐκείνην τὴν Μαραθῶνι,
καὶ Ξτρατονίκην ὑμῶν οὐδεὶς οὐδ᾽ ἐγχειρεῖ πολεμίζειν.
ἀλλ᾽ Εὐβούλης τῶν πέρυσίν τις βουλευτής ἐστιν ἀμείνων
παραδοὺς ἑτέρῳ τὴν βουλείαν; οὐδ᾽ αὐτὸς τοῦτό γε φήσεις.
810 οὕτως ἡμεῖς πολὺ βελτίους τῶν ἀνδρῶν εὐχόμεθ᾽ εἶναι.
οὐδ᾽ ἂν κλέψασα γυνὴ ζεύγει κατὰ πεντήκοντα τάλαντα
ἐς πόλιν ἔλθοι τῶν δημοσίων: ἀλλ᾽ ἢν τὰ μέγισθ᾽ ὑφέληται
φορμὸν πυρῶν τἀνδρὸς κλέψασ᾽, αὐθημερὸν αὔτ᾽ ἀπέδωκεν. Χορός
ἀλλ᾽ ἡμεῖς ἂν πολλοὺς τούτων
815 ἀποδείξαιμεν ταῦτα ποιοῦντας.
καὶ πρὸς τούτοις γάστριδας ἡμῶν
ὄντας μᾶλλον καὶ λωποδύτας
καὶ βωμολόχους κἀνδραποδιστάς.
καὶ μὲν δήπου καὶ τὰ πατρῷά γε
820 χείρους ἡμῶν εἰσιν σῴζειν:
ἡμῖν μὲν γὰρ σῶν ἔτι καὶ νῦν
τἀντίον ὁ κανὼν οἱ καλαθίσκοι
τὸ σκιάδειον:
τοῖς δ᾽ ἡμετέροις ἀνδράσι τούτοις
825 ἀπόλωλεν μὲν πολλοῖς ὁ κανὼν
ἐκ τῶν οἴκων αὐτῇ λόγχῃ,
πολλοῖς δ᾽ ἑτέροις ἀπὸ τῶν ὤμων
ἐν ταῖς στρατιαῖς
ἔρριπται τὸ σκιάδειον. Χορός
830 πόλλ᾽ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθ᾽ ἂν
τοῖσιν ἀνδράσιν δικαίως, ἓν δ᾽ ὑπερφυέστατον.
χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει,
ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα,
προεδρίαν τ᾽ αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροις
835 ἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν:
εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή,
ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν,
ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην
τῆς τὸν ἀνδρεῖον τεκούσης. τῷ γὰρ εἰκὸς ὦ πόλις
840 τὴν Ὑπερβόλου καθῆσθαι μητέρ᾽ ἠμφιεσμένην
λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου,
καὶ δανείζειν χρήμαθ᾽, ᾗ χρῆν, εἰ δανείσειέν τινι
καὶ τόκον πράττοιτο, διδόναι μηδέν᾽ ἀνθρώπων τόκον,
ἀλλ᾽ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματ᾽ εἰπόντας τοδί,
845 ‘ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον.’ Μνησίλοχος
ἰλλὸς γεγένημαι προσδοκῶν: ὁ δ᾽ οὐδέπω.
τί δῆτ᾽ ἂν εἴη τοὐμποδών; οὐκ ἔσθ᾽ ὅπως
οὐ τὸν Παλαμήδην ψυχρὸν ὄντ᾽ αἰσχύνεται.
τῷ δῆτ᾽ ἂν αὐτὸν προσαγαγοίμην δράματι;
850 ἐγᾦδα: τὴν καινὴν Ἑλένην μιμήσομαι.
πάντως ὑπάρχει μοι γυναικεία στολή.
Γυνὴ Γ
τί αὖ σὺ κυρκανᾷς; τί κοικύλλεις ἔχων;
πικρὰν Ἑλένην ὄψει τάχ᾽, εἰ μὴ κοσμίως
ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.
Μνησίλοχος
855 Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
λευκῆς νοτίζει μελανοσυρμαῖον λεών.
Γυνὴ Γ
πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον.
Μνησίλοχος
ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
860 Σπάρτη, πατὴρ δὲ Τυνδάρεως.
Γυνὴ Γ
σοί γ᾽ ὦλεθρε
πατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν.
Μνησίλοχος
Ἑλένη δ᾽ ἐκλήθην.
Γυνὴ Γ
αὖθις αὖ γίγνει γυνή,
πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην;
Μνησίλοχος
ψυχαὶ δὲ πολλαὶ δι᾽ ἔμ᾽ ἐπὶ Σκαμανδρίαις
865 ῥοαῖσιν ἔθανον.
Γυνὴ Γ
ὤφελες δὲ καὶ σύ γε.
Μνησίλοχος
κἀγὼ μὲν ἐνθάδ᾽ εἴμ᾽: ὁ δ᾽ ἄθλιος πόσις
οὑμὸς Μενέλαος οὐδέπω προσέρχεται.
τί οὖν ἔτι ζῶ;
Γυνὴ Γ
τῶν κοράκων πονηρίᾳ.
Μνησίλοχος
ἀλλ᾽ ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν.
870 μὴ ψεῦσον ὦ Ζεῦ τῆς ἐπιούσης ἐλπίδος.
Εὐριπίδης
τίς τῶνδ᾽ ἐρυμνῶν δωμάτων ἔχει κράτος,
ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ
κάμνοντας ἐν χειμῶνι καὶ ναυαγίαις;
Μνησίλοχος
Πρωτέως τάδ᾽ ἐστὶ μέλαθρα.
Εὐριπίδης
ποίου Πρωτέως;
Γυνὴ Γ
875 ὦ τρισκακόδαιμον, ψεύδεται νὴ τὼ θεώ,
ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα.
Εὐριπίδης
ποίαν δὲ χώραν εἰσεκέλσαμεν σκάφει;
Μνησίλοχος
Αἴγυπτον.
Εὐ�
�ιπίδης
ὦ δύστηνος οἷ πεπλώκαμεν.
Γυνὴ Γ
πείθει τι τούτῳ τῷ κακῶς ἀπολουμένῳ
880 ληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί.
Εὐριπίδης
αὐτὸς δὲ Πρωτεὺς ἔνδον ἔστ᾽ ἢ ‘ξώπιος;
Γυνὴ Γ
οὐκ ἔσθ᾽ ὅπως οὐ ναυτιᾷς ἔτ᾽ ὦ ξένε,
ὅστις γ᾽ ἀκούσας ὅτι τέθνηκε Πρωτέας
ἔπειτ᾽ ἐρωτᾷς ‘ἔνδον ἔστ᾽ ἢ ‘ξώπιος;’
Εὐριπίδης
885 αἰαῖ τέθνηκε. ποῦ δ᾽ ἐτυμβεύθη τάφῳ;
Μνησίλοχος
τόδ᾽ ἐστὶν αὐτοῦ σῆμ᾽, ἐφ᾽ ᾧ καθήμεθα.
Γυνὴ Γ
κακῶς τ᾽ ἄρ᾽ ἐξόλοιο κἀξολεῖ γέ τοι,
ὅστις γε τολμᾷς σῆμα τὸν βωμὸν καλεῖν.
Εὐριπίδης
τί δὴ σὺ θάσσεις τάσδε τυμβήρεις ἕδρας
890 φάρει καλυπτὸς ὦ ξένη;
Μνησίλοχος
βιάζομαι
γάμοισι Πρωτέως παιδὶ συμμεῖξαι λέχος.
Γυνὴ Γ
τί ὦ κακόδαιμον ἐξαπατᾷς αὖ τὸν ξένον;
οὗτος πανουργῶν δεῦρ᾽ ἀνῆλθεν ὦ ξένε
ὡς τὰς γυναῖκας ἐπὶ κλοπῇ τοῦ χρυσίου.
Μνησίλοχος
895 βάυζε τοὐμὸν σῶμα βάλλουσα ψόγῳ.
Εὐριπίδης
ξένη τίς ἡ γραῦς ἡ κακορροθοῦσά σε;
Μνησίλοχος
αὕτη Θεονόη Πρωτέως.
Γυνὴ Γ
μὰ τὼ θεὼ
εἰ μὴ Κρίτυλλά γ᾽ Ἀντιθέου Γαργηττόθεν:
σὺ δ᾽ εἶ πανοῦργος.
Μνησίλοχος
ὁπόσα τοι βούλει λέγε.
900 οὐ γὰρ γαμοῦμαι σῷ κασιγνήτῳ ποτὲ
προδοῦσα Μενέλεων τὸν ἐμὸν ἐν Τροίᾳ πόσιν.
Εὐριπίδης
γύναι τί εἶπας; στρέψον ἀνταυγεῖς κόρας.
Μνησίλοχος
αἰσχύνομαί σε τὰς γνάθους ὑβρισμένη.
Εὐριπίδης
τουτὶ τί ἔστιν; ἀφασία τίς τοί μ᾽ ἔχει.
905 ὦ θεοὶ τίν᾽ ὄψιν εἰσορῶ; τίς εἶ γύναι;
Μνησίλοχος
σὺ δ᾽ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμ᾽ ἔχει λόγος.
Εὐριπίδης
Ἑλληνὶς εἶ τις ἢ ‘πιχωρία γυνή;
Μνησίλοχος
Ἑλληνίς. ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
Εὐριπίδης
Ἑλένῃ σ᾽ ὁμοίαν δὴ μάλιστ᾽ εἶδον γύναι.
Μνησίλοχος
910 ἐγὼ δὲ Μενελάῳ σ᾽ ὅσα γ᾽ ἐκ τῶν ἰφύων.
Εὐριπίδης
ἔγνως ἄρ᾽ ὀρθῶς ἄνδρα δυστυχέστατον.
Μνησίλοχος
ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐσχάρας
λαβέ με λαβέ με πόσι, περίβαλε δὲ χέρας.
915 φέρε σὲ κύσω. ἄπαγέ μ᾽ ἄπαγ᾽ ἄπαγέ με
λαβὼν ταχὺ πάνυ.
Γυνὴ Γ
κλαύσετ᾽ ἄρα νὴ τὼ θεὼ
ὅστις σ᾽ ἀπάξει τυπτόμενος τῇ λαμπάδι.
Εὐριπίδης
σὺ τὴν ἐμὴν γυναῖκα κωλύεις ἐμέ,
τὴν Τυνδάρειον παῖδ᾽, ἐπὶ Σπάρτην ἄγειν;
Γυνὴ Γ
920 οἴμ᾽ ὡς πανοῦργος καὐτὸς εἶναί μοι δοκεῖς
καὶ τοῦδέ τις ξύμβουλος. οὐκ ἐτὸς πάλαι
ᾐγυπτιάζετ᾽. ἀλλ᾽ ὅδε μὲν δώσει δίκην.
προσέρχεται γὰρ ὁ πρύτανις χὠ τοξότης.
Εὐριπίδης
τουτὶ πονηρόν: ἀλλ᾽ ὑπαποκινητέον.
Μνησίλοχος
925 ἐγὼ δ᾽ ὁ κακοδαίμων τί δρῶ;
Εὐριπίδης
μέν᾽ ἥσυχος.
οὐ γὰρ προδώσω σ᾽ οὐδέποτ᾽, ἤνπερ ἐμπνέω,
ἢν μὴ προλίπωσ᾽ αἱ μυρίαι με μηχαναί.
Μνησίλοχος
αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν.
Πρύτανις
ὅδ᾽ ἔσθ᾽ ὁ πανοῦργος ὃν ἔλεγ᾽ ἡμῖν Κλεισθένης;
930 οὗτος τί κύπτεις; δῆσον αὐτὸν εἰσάγων
ὦ τοξότ᾽ ἐν τῇ σανίδι, κἄπειτ᾽ ἐνθαδὶ
στήσας φύλαττε καὶ προσιέναι μηδένα
ἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγ᾽ ἔχων
παῖ᾽ ἢν προσίῃ τις.
Γυνὴ Γ
νὴ Δί᾽ ὡς νῦν δή γ᾽ ἀνὴρ
935 ὀλίγου μ᾽ ἀφείλετ᾽ αὐτὸν ἱστιορράφος.
Μνησίλοχος
ὦ πρύτανι πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖς
κοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ,
χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ.
Πρύτανις
τί σοι χαρίσωμαι;
Μνησίλοχος
γυμνὸν ἀποδύσαντά με
940 κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην,
ἵνα μὴ ‘ν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ
γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν.
Πρύτανις
ἔχοντα ταῦτ᾽ ἔδοξε τῇ βουλῇ σε δεῖν,
ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν.
Μνησίλοχος
945 ἰαππαπαιάξ: ὦ κροκώθ᾽ οἷ᾽ εἴργασαι:
κοὐκ ἔστ᾽ ἔτ᾽ ἐλπὶς οὐδεμία σωτηρίας.
Χορός
ἄγε νυν ἡμεῖς παίσωμεν ἅπερ νόμος ἐνθάδε ταῖσι γυναιξίν,
ὅταν ὄργια σεμνὰ θεοῖν ἱεραῖς ὥραις ἀνέχωμεν, ἅπερ καὶ
Χορός
Παύσων σέβεται καὶ νηστεύει,
950 πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν
ἐς τὰς ὥρας ξυνεπευχόμενος
τοιαῦτα μέλειν θάμ᾽ ἑαυτῷ.
ὅρμα χώρει:
κοῦφα ποσὶν ἄγ᾽ ἐς κύκλον,
955 χειρὶ σύναπτε χεῖρα,
ῥυθμὸν χορείας ὕπαγε πᾶσα:
βαῖνε καρπαλίμοιν ποδοῖν.
ἐπισκοπεῖν δὲ πανταχῇ
/>
κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν.
Χορός
ἅμα δὲ καὶ
960 γένος Ὀλυμπίων θεῶν
μέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ. Χορός
εἰ δέ τις
προσδοκᾷ κακῶς ἐρεῖν
ἐν ἱερῷ γυναῖκά μ᾽ οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ.
Χορός
ἀλλὰ χρῆν
ὥσπερ ἔργον αὖ τι καινὸν
πρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν.
Χορός
πρόβαινε ποσὶ τὸν εὐλύραν
970 μέλπουσα καὶ τὴν τοξοφόρον
Ἄρτεμιν ἄνασσαν ἁγνήν.
χαῖρ᾽ ὦ ἑκάεργε,
ὄπαζε δὲ νίκην:
Ἥραν δὲ τὴν τελείαν
μέλψωμεν ὥσπερ εἰκός,
975 ἣ πᾶσι τοῖς χοροῖσιν ἐμπαίζει τε καὶ
κλῇδας γάμου φυλάττει. Χορός
Ἑρμῆν τε νόμιον ἄντομαι
καὶ Πᾶνα καὶ Νύμφας φίλας
ἐπιγελάσαι προθύμως
980 ταῖς ἡμετέραισι
χαρέντα χορείαις.
ἔξαιρε δὴ προθύμως
διπλῆν χάριν χορείας.
παίσωμεν ὦ γυναῖκες οἷάπερ νόμος,
νηστεύωμεν δὲ πάντως. Χορός
985 ἀλλ᾽ εἶα πάλλ᾽ ἀνάστρεφ᾽ εὐρύθμῳ ποδί,
τόρευε πᾶσαν ᾠδήν:
ἡγοῦ δέ γ᾽ ὧδ᾽ αὐτὸς σὺ
κισσοφόρε Βάκχειε
δέσποτ᾽: ἐγὼ δὲ κώμοις
σὲ φιλοχόροισι μέλψω. Χορός
990 εὔιον ὦ Διόνυσε
Βρόμιε καὶ Σεμέλας παῖ,
χοροῖς τερπόμενος
κατ᾽ ὄρεα νυμφᾶν †ἐρατοῖς† ἐν ὕμνοις,
εὔιον εὔιον εὐοῖ
... ἀναχορεύων. Χορός
995 ἀμφὶ δὲ σοὶ κτυπεῖται
Κιθαιρώνιος ἠχώ,
μελάμφυλλά τ᾽ ὄρη
δάσκια καὶ νάπαι πετρώδεις βρέμονται:
κύκλῳ δὲ περὶ σὲ κισσὸς