Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)
Page 123
καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.
Ἀνὴρ Β
φέρε νυν ἐγώ σοι ξυμφέρω.
Ἀνὴρ Α
μὴ μηδαμῶς.
870 δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι,
ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.
Ἀνὴρ Β
νὴ τὸν Δία δεῖ γοῦν μηχανήματός τινος,
ὅπως τὰ μὲν ὄντα χρήμαθ᾽ ἕξω, τοισδεδὶ
τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.
875 ὀρθῶς ἔμοιγε φαίνεται: βαδιστέον
ὁμόσ᾽ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.
Γραῦς Α
τί ποθ᾽ ἅνδρες οὐχ ἥκουσιν; ὥρα δ᾽ ἦν πάλαι:
ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ
ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη
880 ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,
ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,
παίζουσα. πῶς ἂν περιλάβοιμ᾽ αὐτῶν τινὰ
παριόντα; Μοῦσαι δεῦρ᾽ ἴτ᾽ ἐπὶ τοὐμὸν στόμα,
μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.
Νεᾶνις
νῦν μέν με παρακύψασα προὔφθης ὦ σαπρά.
885 ᾤου δ᾽ ἐρήμας οὐ παρούσης ἐνθάδε
ἐμοῦ τρυγήσειν καὶ προσάξεσθαί τινα
ᾁδουσ᾽: ἐγὼ δ᾽ ἢν τοῦτο δρᾷς ἀντᾴσομαι.
κεἰ γὰρ δι᾽ ὄχλου τοῦτ᾽ ἐστὶ τοῖς θεωμένοις,
ὅμως ἔχει τερπνόν τι καὶ κωμῳδικόν.
Γραῦς Α
890 τούτῳ διαλέγου κἀποχώρησον: σὺ δὲ
φιλοττάριον αὐλητὰ τοὺς αὐλοὺς λαβὼν
ἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος.
Γραῦς Α
εἴ τις ἀγαθὸν βούλεται παθεῖν
τι, παρ᾽ ἐμοὶ χρὴ καθεύδειν.
895 οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστιν
ἀλλ᾽ ἐν ταῖς πεπείραις:
οὐδέ τις στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ ‘γὼ
τὸν φίλον ᾧπερ ξυνείην,
ἀλλ᾽ ἐφ᾽ ἕτερον ἂν πέτοιτο.
Νεᾶνις
900 μὴ φθόνει ταῖσιν νέαισι.
τὸ τρυφερὸν γὰρ ἐμπέφυκε
τοῖς ἁπαλοῖσι μηροῖς
κἀπὶ τοῖς μήλοις ἐπανθεῖ: σὺ δ᾽ ὦ γραῦ,
παραλέλεξαι κἀντέτριψαι,
905 τῷ θανάτῳ μέλημα. Γραῦς Α
ἐκπέσοι σου τὸ τρῆμα
τό τ᾽ ἐπίκλιντρον ἀποβάλοιο
βουλομένη σποδεῖσθαι,
κἀπὶ τῆς κλίνης ὄφιν εὕροις
καὶ προσελκύσαιο ...
910 βουλομένη φιλῆσαι. Νεᾶνις
αἰαῖ τί ποτε πείσομαι;
οὐχ ἥκει μοὐταῖρος:
μόνη δ᾽ αὐτοῦ λείπομ᾽: ἡ
γὰρ μοι μήτηρ ἄλλῃ
βέβηκε: †καὶ τἄλλ᾽ οὐδὲν μετὰ ταῦτα δεῖ λέγειν†.
915 ἀλλ᾽ ὦ μαῖ᾽ ἱκετεύομαι, κάλει
τὸν Ὀρθαγόραν, ὅπως
σαυτῆς κατόναι᾽, ἀντιβολῶ σε. Γραῦς Α
ἤδη τὸν ἀπ᾽ Ἰωνίας
τρόπον τάλαινα κνησιᾷς:
*
920 δοκεῖς δέ μοι καὶ λάβδα κατὰ τοὺς Λεσβίους.
ἀλλ᾽ οὐκ ἄν ποθ᾽ ὑφαρπάσαιο
τἀμὰ παίγνια: τὴν δ᾽ ἐμὴν
ὥραν οὐκ ἀπολεῖς οὐδ᾽ ἀπολήψει. Νεᾶνις
ᾆδ᾽ ὁπόσα βούλει καὶ παράκυφθ᾽ ὥσπερ γαλῆ:
925 οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεισ᾽ ἀντ᾽ ἐμοῦ.
Γραῦς Α
οὔκουν ἐπ᾽ ἐκφοράν γε.
Νεᾶνις
καινόν γ᾽ ὦ σαπρά.
Γραῦς Α
οὐ δῆτα.
Νεᾶνις
τί γὰρ ἂν γραῒ καινά τις λέγοι;
Γραῦς Α
οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας.
Νεᾶνις
ἀλλὰ τί;
ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;
Γραῦς Α
930 τί μοι διαλέγει;
Νεᾶνις
σὺ δὲ τί διακύπτεις;
Γραῦς Α
ἐγώ;
ᾁδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῷ φίλῳ.
Νεᾶνις
σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης;
Γραῦς Α
δείξει γε καὶ σοί. τάχα γὰρ εἶσιν ὡς ἐμέ.
Νεᾶνις
ὁδὶ γὰρ αὐτός ἐστιν.
Γραῦς Α
οὐ σοῦ γ᾽ ὦλεθρε
935 δεόμενος οὐδέν.
Νεᾶνις
νὴ Δί᾽ ὦ φθίνυλλα σὺ
δείξει τάχ᾽ αὐτός, ὡς ἔγωγ᾽ ἀπέρχομαι.
Γραῦς Α
κἄγωγ᾽, ἵνα γνῷς ὡς πολύ σου μεῖζον φρονῶ.
Νεανίας
εἴθ᾽ ἐξῆν παρὰ τῇ νέᾳ καθεύδειν,
καὶ μὴ δ᾽ει πρότερον διασποδῆσαι
940 ἀνάσιμον ἢ πρεσβυτέραν:
οὐ γὰρ ἀνασχετὸν τοῦτό γ᾽ ἐλευθέρῳ.
Γραῦς Α
οἰμώζων ἄρα νὴ Δία σποδήσεις.
οὐ γὰρ τἀπὶ Χαριξένης τάδ᾽ ἐστίν.
κατὰ τὸν νόμον ταῦτα ποιεῖν
945 ἔστι δίκαιον, εἰ δημοκρατούμεθα.
Γραῦς Α
ἀλλ᾽ εἶμι τηρήσουσ᾽ ὅ τι καὶ δράσει ποτέ.
Νεανίας
εἴθ᾽ ὦ θεοὶ λάβοιμι τὴν καλὴν μόνην,
ἐφ᾽ ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.
Νεᾶνις
ἐξηπάτησα τὸ κατάρατον γρᾴδιον:
950 φρούδη γάρ ἐστιν οἰομένη μ᾽ ἔνδον μένειν.
ἀλλ᾽ οὑτοσὶ γὰρ αὐτὸς οὗ ‘μεμνήμεθα.
Νεᾶνις
δεῦρο δὴ δεῦρο δή,
φίλον ἐμόν, δεῦρό μοι
πρόσελθε καὶ ξύνευνος
τὴν εὐφρόνην ὅπως ἔσει.
πάνυ γάρ τις ἔρως με δονεῖ
955 τῶνδε τῶν σῶν βοστρύχων.
 
; ἄτοπος δ᾽ ἔγκειταί μοί τις
πόθος, ὅς με διακναίσας ἔχει.
μέθες, ἱκνοῦμαί σ᾽ Ἔρως,
καὶ ποίησον τόνδ᾽ ἐς εὐνὴν
τὴν ἐμὴν ἱκέσθαι. Νεανίας
960 δεῦρο δὴ δεῦρο δή,
καὶ σύ μοι καταδραμοῦσα
τὴν θύραν ἄνοιξον
τήνδ᾽: εἰ δὲ μή, καταπεσὼν κείσομαι.
φίλον, ἀλλ᾽ ἐν τῷ σῷ
βούλομαι κόλπῳ πληκτίζεσθαι
965 μετὰ τῆς σῆς πυγῆς.
Κύπρι τί μ᾽ ἐκμαίνεις ἐπὶ ταύτῃ;
μέθες, ἱκνοῦμαί σ᾽ Ἔρως,
καὶ ποίησον τήνδ᾽ ἐς εὐνὴν
τὴν ἐμὴν ἱκέσθαι. Νεᾶνις
καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην
970 εἰρημέν᾽ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω,
ἄνοιξον ἀσπάζου με:
διά τοι σὲ πόνους ἔχω. Νεανίας
ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,
μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,
ἄνοιξον ἀσπάζου με:
975 διά τοι σὲ πόνους ἔχω. Γραῦς Α
οὗτος τί κόπτεις; μῶν ἐμὲ ζητεῖς;
Νεανίας
πόθεν;
Γραῦς Α
καὶ τὴν θύραν γ᾽ ἤραττες.
Νεανίας
ἀποθάνοιμ᾽ ἄρα.
Γραῦς Α
τοῦ δαὶ δεόμενος δᾷδ᾽ ἔχων ἐλήλυθας;
Νεανίας
Ἀναφλύστιον ζητῶν τιν᾽ ἄνθρωπον.
Γραῦς Α
τίνα;
Νεανίας
980 οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.
Γραῦς Α
νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γ᾽ ἤν τε μή.
Νεανίας
ἀλλ᾽ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις
εἰσάγομεν, ἀλλ᾽ εἰσαῦθις ἀναβεβλήμεθα.
τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.
Γραῦς Α
985 ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτ᾽ ἦν ὦ γλύκων:
νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.
Νεανίας
τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.
Γραῦς Α
ἀλλ᾽ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.
Νεανίας
οὐκ οἶδ᾽ ὅ τι λέγεις: τηνδεδί μοι κρουστέον.
Γραῦς Α
990 ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.
Νεανίας
ἀλλ᾽ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.
Γραῦς Α
οἶδ᾽ ὅτι φιλοῦμαι: νῦν δὲ θαυμάζεις ὅτι
θύρασί μ᾽ ηὗρες: ἀλλὰ πρόσαγε τὸ στόμα.
Νεανίας
ἀλλ᾽ ὦ μέλ᾽ ὀρρωδῶ τὸν ἐραστήν σου.
Γραῦς Α
τίνα;
Νεανίας
995 τὸν τῶν γραφέων ἄριστον.
Γραῦς Α
οὗτος δ᾽ ἔστι τίς;
Νεανίας
ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους.
ἀλλ᾽ ἄπιθ᾽, ὅπως μή σ᾽ ἐπὶ θύραισιν ὄψεται.
Γραῦς Α
οἶδ᾽ οἶδ᾽ ὅ τι βούλει.
Νεανίας
καὶ γὰρ ἐγώ σε νὴ Δία.
Γραῦς Α
μὰ τὴν Ἀφροδίτην ἥ μ᾽ ἔλαχε κληρουμένη,
1000 μὴ ‘γώ σ᾽ ἀφήσω.
Νεανίας
παραφρονεῖς ὦ γρᾴδιον.
Γραῦς Α
ληρεῖς: ἐγὼ δ᾽ ἄξω σ᾽ ἐπὶ τἀμὰ στρώματα.
Νεανίας
τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα,
ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ
ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;
Γραῦς Α
1005 μὴ σκῶπτέ μ᾽ ὦ τάλαν ἀλλ᾽ ἕπου δεῦρ᾽ ὡς ἐμέ.
Νεανίας
ἀλλ᾽ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν
τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.
Γραῦς Α
νὴ τὴν Ἀφροδίτην δεῖ γε μέντοι σ᾽. ὡς ἐγὼ
τοῖς τηλικούτοις ξυγκαθεύδουσ᾽ ἥδομαι.
Νεανίας
1010 ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,
κοὐκ ἂν πιθοίμην οὐδέποτ᾽.
Γραῦς Α
ἀλλὰ νὴ Δία
ἀναγκάσει τουτί σε.
Νεανίας
τοῦτο δ᾽ ἔστι τί;
Γραῦς Α
ψήφισμα, καθ᾽ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.
Νεανίας
λέγ᾽ αὐτὸ τί ποτε κἄστι.
Γραῦς Α
καὶ δή σοι λέγω.
1015 ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος
νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν
τὴν γραῦν προκρούσῃ πρῶτον: ἢν δὲ μὴ ‘θέλῃ
πρότερον προκρούειν ἀλλ᾽ ἐπιθυμῇ τῆς νέας,
ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον
1020 ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.
Νεανίας
οἴμοι Προκρούστης τήμερον γενήσομαι.
Γραῦς Α
τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.
Νεανίας
τί δ᾽ ἢν ἀφαιρῆταί μ᾽ ἀνὴρ τῶν δημοτῶν
ἢ τῶν φίλων ἐλθών τις;
Γραῦς Α
ἀλλ᾽ οὐ κύριος
1025 ὑπὲρ μέδιμνόν ἐστ᾽ ἀνὴρ οὐδεὶς ἔτι.
Νεανίας
ἐξωμοσία δ᾽ οὐκ ἔστιν;
Γραῦς Α
οὐ γὰρ δεῖ στροφῆς.
Νεανίας
ἀλλ᾽ ἔμπορος εἶναι σκήψομαι.
Γραῦς Α
κλάων γε σύ.
Νεανίας
τί δῆτα χρὴ δρᾶν;
Γραῦς Α
δεῦρ᾽ ἀκολουθεῖν ὡς ἐμέ.
Νεανίας
καὶ ταῦτ᾽ ἀνάγκη μοὐστί;
Γραῦς Α
Διομήδε�
�ά γε.
Νεανίας
1030 ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου
καὶ κλήμαθ᾽ ὑπόθου συγκλάσασα τέτταρα,
καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,
ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.
Γραῦς Α
ἦ μὴν ἔτ᾽ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.
Νεανίας
1035 νὴ τὸν Δί᾽ ἤνπερ ᾖ γέ που τῶν κηρίνων:
οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σ᾽ αὐτίκα.
Νεᾶνις
ποῖ τοῦτον ἕλκεις;
Γραῦς Α
τὸν ἐμὸν αὐτῆς εἰσάγω.
Νεᾶνις
οὐ σωφρονοῦσά γ᾽: οὐ γὰρ ἡλικίαν ἔχει
παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ
1040 μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή.
ὥστ᾽ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον,
τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.
Γραῦς Α
ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον
ἐξηῦρες: ἀλλ᾽ ἐγώ σε τιμωρήσομαι.
Νεανίας
1045 νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι
ὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου:
ὥστ᾽ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν
μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.
Γραῦς Β
αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον
1050 ἕλκεις, παρ᾽ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων
πρότερον καθεύδειν αὐτόν;
Νεανίας
οἴμοι δείλαιος.
πόθεν ἐξέκυψας ὦ κάκιστ᾽ ἀπολουμένη;
τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.
Γραῦς Β
βάδιζε δεῦρο.
Νεανίας
μηδαμῶς με περιίδῃς
1055 ἑλκόμενον ὑπὸ τῆσδ᾽ ἀντιβολῶ σ᾽.
Γραῦς Β
ἀλλ᾽ οὐκ ἐγώ,
ἀλλ᾽ ὁ νόμος ἕλκει σ᾽.
Νεανίας
οὐκ ἐμέ γ᾽, ἀλλ᾽ ἔμπουσά τις
ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.