Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)
Page 124
Γραῦς Β
ἕπου μαλακίων δεῦρ᾽ ἀνύσας καὶ μὴ λάλει.
Νεανίας
ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με
1060 ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν: εἰ δὲ μή,
αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μ᾽ αὐτίκα
ὑπὸ τοῦ δέους.
Γραῦς Β
θάρρει, βάδιζ᾽: ἔνδον χεσεῖ.
Νεανίας
δέδοικα κἀγὼ μὴ πλέον γ᾽ ἢ βούλομαι.
ἀλλ᾽ ἐγγυητάς σοι καταστήσω δύο
ἀξιόχρεως.
Γραῦς Β
μή μοι καθίστη.
Γραῦς Γ
1065 ποῖ σὺ ποῖ
χωρεῖς μετὰ ταύτης;
Νεανίας
οὐκ ἔγωγ᾽, ἀλλ᾽ ἕλκομαι.
ἀτὰρ ἥτις εἶ γε, πόλλ᾽ ἀγαθὰ γένοιτό σοι,
ὅτι μ᾽ οὐπεριεῖδες ἐπιτριβέντ᾽. ὦ Ἡράκλεις
ὦ Πᾶνες ὦ Κορύβαντες ὦ Διοσκόρω,
1070 τοῦτ᾽ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον.
ἀτὰρ τί τὸ πρᾶγμ᾽ ἔστ᾽ ἀντιβολῶ τουτί ποτε;
πότερον πίθηκος ἀνάπλεως ψιμυθίου,
ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;
Γραῦς Γ
μὴ σκῶπτέ μ᾽ ἀλλὰ δεῦρ᾽ ἕπου.
Γραῦς Β
δευρὶ μὲν οὖν.
Γραῦς Γ
1075 ὡς οὐκ ἀφήσω σ᾽ οὐδέποτ᾽.
Γραῦς Β
οὐδὲ μὴν ἐγώ.
Νεανίας
διασπάσεσθέ μ᾽ ὦ κακῶς ἀπολούμεναι.
Γραῦς Β
ἐμοὶ γὰρ ἀκολουθεῖν σ᾽ ἔδει κατὰ τὸν νόμον.
Γραῦς Γ
οὐκ ἢν ἑτέρα γε γραῦς ἔτ᾽ αἰσχίων φανῇ.
Νεανίας
ἢν οὖν ὑφ᾽ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς,
1080 φέρε πῶς ἐπ᾽ ἐκείνην τὴν καλὴν ἀφίξομαι;
Γραῦς Γ
αὐτὸς σκόπει σύ: τάδε δέ σοι ποιητέον.
Νεανίας
ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;
Γραῦς Β
οὐκ οἶσθα; βαδιεῖ δεῦρ᾽.
Νεανίας
ἀφέτω νύν μ᾽ αὑτηί.
Γραῦς Γ
δευρὶ μὲν οὖν ἴθ᾽ ὡς ἔμ᾽.
Νεανίας
ἢν ἡδί μ᾽ ἀφῇ.
Γραῦς Β
1085 ἀλλ᾽ οὐκ ἀφήσω μὰ Δία σ᾽.
Γραῦς Γ
οὐδὲ μὴν ἐγώ.
Νεανίας
χαλεπαί γ᾽ ἂν ἦστε γενόμεναι πορθμῆς.
Γραῦς Β
τιή;
Νεανίας
ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε.
Γραῦς Β
σιγῇ βάδιζε δεῦρο.
Γραῦς Γ
μὰ Δί᾽ ἀλλ᾽ ὡς ἐμέ.
Νεανίας
τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς
1090 ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.
πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι;
Γραῦς Β
καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν.
Νεανίας
οἴμοι κακοδαίμων ἐγγὺς ἤδη τῆς θύρας
ἑλκόμενός εἰμ᾽.
Γραῦς Β
ἀλλ᾽ οὐδὲν ἔσται σοι πλέον.
1095 ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ.
Νεανίας
μὴ πρὸς θεῶν:
ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν.
Γραῦς Γ
νὴ τὴν Ἑκάτην ἐάν τε βούλῃ γ᾽ ἤν τέ μή.
Νεανίας
ὦ τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν
βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν,
1100 κἄπειτ᾽ ἐπειδὰν τῆσδ᾽ ἀπαλλαγῶ, πάλιν
φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις.
ἆρ᾽ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν
νὴ τὸν Δία τὸν σωτῆρ᾽ ἀνὴρ καὶ δυστυχής,
ὅστις τοιούτοις θηρίοις συνείρξομαι.
1105 ὅμως δ᾽ ἐάν τι πολλὰ πολλάκις πάθω
ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρ᾽ ἐσπλέων,
θάψαι μ᾽ ἐπ᾽ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς,
καὶ τήνδ᾽ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος
ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε
1110 μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ
ἄνω ‘πιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.
Θεραπαίνα
ὦ μακάριος μὲν δῆμος, εὐδαίμων δ᾽ ἐγώ,
αὐτή τέ μοι δέσποινα μακαριωτάτη,
ὑμεῖς θ᾽ ὅσαι παρέστατ᾽ ἐπὶ ταῖσιν θύραις
1115 οἱ γείτονές τε πάντες οἵ τε δημόται,
ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος,
ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν,
ἀγαθοῖσιν ὦ Ζεῦ: πολὺ δ᾽ ὑπερπέπαικεν αὖ
τούτων ἁπάντων τὰ Θάσι᾽ ἀμφορείδια.
1120 ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον:
τὰ δ᾽ ἄλλ᾽ ἀπανθήσαντα πάντ᾽ ἀπέπτετο:
ὥστ᾽ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτ᾽ ὦ θεοί.
κέρασον ἄκρατον, εὐφρανεῖ τὴν νύχθ᾽ ὅλην
ἐκλεγομένας ὅ τι ἂν μάλιστ᾽ ὀσμὴν ἔχῃ.
1125 ἀλλ᾽ ὦ γυναῖκες φράσατέ μοι τὸν δεσπότην,
τὸν ἄνδρ᾽, ὅπου ‘στί, τῆς ἐμῆς κεκτημένης.
Χορὸς
αὐτοῦ μένουσ᾽ ἡμῖν γ᾽ ἂν ἐξευρεῖν δοκεῖς.
Θεραπαίνα
μάλισθ᾽: ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.
ὦ δέσποτ᾽ ὦ μακάριε καὶ τρισόλβιε.
Βλέπυρος
1130 ἐγώ;
Θεραπαίνα
σὺ μέντοι νὴ Δί᾽ ὥς γ᾽ οὐδεὶς ἀνήρ.
τίς γὰρ γένοιτ᾽ ἂν μᾶλλον ὀλβιώτερος,
ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων
ὄντων τὸ πλῆθος οὐ δε�
�είπνηκας μόνος;
Χορὸς
εὐδαιμονικόν γ᾽ ἄνθρωπον εἴρηκας σαφῶς.
Θεραπαίνα
1135 ποῖ ποῖ βαδίζεις;
Βλέπυρος
ἐπὶ τὸ δεῖπνον ἔρχομαι.
Θεραπαίνα
νὴ τὴν Ἀφροδίτην πολύ γ᾽ ἁπάντων ὕστατος.
ὅμως δ᾽ ἐκέλευε συλλαβοῦσάν μ᾽ ἡ γυνὴ
ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας.
οἶνος δὲ Χῖός ἐστι περιλελειμμένος
1140 καὶ τἄλλ᾽ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε,
καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει,
καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει,
ἴτω μεθ᾽ ἡμῶν: πάντα γὰρ παρέξομεν.
Βλέπυρος
οὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖς
1145 καὶ μὴ παραλείψεις μηδέν᾽, ἀλλ᾽ ἐλευθέρως
καλεῖς γέροντα μειράκιον παιδίσκον; ὡς
τὸ δεῖπνον αὐτοῖς ἐστ᾽ ἐπεσκευασμένον
ἁπαξάπασιν, ἢν ἀπίωσιν οἴκαδε.
ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ‘πείξομαι:
1150 ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.
Χορὸς
τί δῆτα διατρίβεις ἔχων, ἀλλ᾽ οὐκ ἄγεις
τασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ
ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν.
σμικρὸν δ᾽ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι.
Χορὸς
1155 τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ,
τοῖς γελῶσι δ᾽ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ:
σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ,
μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον,
ὅτι προείληχ᾽: ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους
1160 μὴ ‘πιορκεῖν ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί,
μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι,
αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί. Χορὸς
ὦ ὦ ὥρα δή,
ὦ φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν,
1165 ἐπὶ τὸ δεῖπνον ὑπαποκινεῖν. κρητικῶς οὖν τὼ πόδε
καὶ σὺ κίνει.
Βλέπυρος
τοῦτο δρῶ.
Χορὸς
καὶ τάσδε νῦν ...
Λαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν.
Χορὸς
τάχα γὰρ ἔπεισι
λοπαδοτεμαχοσελαχογαλεο-
1170 κρανιολειψανοδριμυποτριμματο-
σιλφιοτυρομελιτοκατακεχυμενο-
κιχλεπικοσσυφοφαττοπεριστερα-
λεκτρυονοπτεκεφαλλιοκιγκλοπε-
λειολαγῳοσιραιοβαφητραγα-
1175 νοπτερυγών: σὺ δὲ ταῦτ᾽ ἀκροασάμενος
ταχὺ καὶ ταχέως λαβὲ τρύβλιον:
εἶτα λαβὼν κόνισαι
λέκιθον, ἵν᾽ ἐπιδειπνῇς:
ἀλλὰ λαιμάττουσί που.
1180 αἴρεσθ᾽ ἄνω, ἰαὶ εὐαί.
δειπνήσομεν, εὐοῖ εὐαί,
εὐαί, ὡς ἐπὶ νίκῃ:
εὐαί, εὐαί, εὐαί, εὐαί.
WEALTH
Καρίων
ὡς ἀργαλέον πρᾶγμ᾽ ἐστὶν ὦ Ζεῦ καὶ θεοὶ
δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου.
ἢν γὰρ τὰ βέλτισθ᾽ ὁ θεράπων λέξας τύχῃ,
δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ,
5 μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν.
τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον
κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον.
καὶ ταῦτα μὲν δὴ ταῦτα. τῷ δὲ Λοξίᾳ,
ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου,
10 μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι
ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς
μελαγχολῶντ᾽ ἀπέπεμψέ μου τὸν δεσπότην,
ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ,
τοὐναντίον δρῶν ἢ προσῆκ᾽ αὐτῷ ποιεῖν.
15 οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα,
οὗτος δ᾽ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται,
καὶ ταῦτ᾽ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ.
ἐγὼ μὲν οὖν οὐκ ἔσθ᾽ ὅπως σιγήσομαι,
ἢν μὴ φράσῃς ὅ τι τῷδ᾽ ἀκολουθοῦμέν ποτε
20 ὦ δέσποτ᾽, ἀλλά σοι παρέξω πράγματα.
οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε.
Χρεμύλος
μὰ Δί᾽ ἀλλ᾽ ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με,
ἵνα μᾶλλον ἀλγῇς.
Καρίων
λῆρος: οὐ γὰρ παύσομαι
πρὶν ἂν φράσῃς μοι τίς ποτ᾽ ἐστὶν οὑτοσί:
25 εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα.
Χρεμύλος
ἀλλ᾽ οὔ σε κρύψω: τῶν ἐμῶν γὰρ οἰκετῶν
πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον.
ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ
κακῶς ἔπραττον καὶ πένης ἦν:
Καρίων
οἶδά τοι.
Χρεμύλος
30 ἕτεροι δ᾽ ἐπλούτουν ἱερόσυλοι ῥήτορες
καὶ συκοφάνται καὶ πονηροί:
Καρίων
πείθομαι.
Χρεμύλος
ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν,
τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν
ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον,
35 τὸν δ᾽ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει,
πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους
εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν,
ὡς τῷ βίῳ τοῦτ᾽ αὐτὸ νομίσας συμφέρειν.
Καρίων
τί δῆτα Φοῖ
βος ἔλακεν ἐκ τῶν στεμμάτων;
Χρεμύλος
40 πεύσει. σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι τοδί:
ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,
ἐκέλευε τούτου μὴ μεθίεσθαί μ᾽ ἔτι,
πείθειν δ᾽ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε.
Καρίων
καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;
Χρεμύλος
τουτῳί.
Καρίων
45 εἶτ᾽ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ
φράζουσαν ὦ σκαιότατέ σοι σαφέστατα
ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;
Χρεμύλος
τῷ τοῦτο κρίνεις;
Καρίων
δῆλον ὁτιὴ καὶ τυφλῷ
γνῶναι δοκεῖ τοῦθ᾽, ὡς σφόδρ᾽ ἐστὶ συμφέρον
50 τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ.
Χρεμύλος
οὐκ ἔσθ᾽ ὅπως ὁ χρησμὸς ἐς τοῦτο ῥέπει,
ἀλλ᾽ εἰς ἕτερόν τι μεῖζον. ἢν δ᾽ ἡμῖν φράσῃ
ὅστις ποτ᾽ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν
καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,
55 πυθοιμεθ᾽ ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ.
Καρίων
ἄγε δὴ σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις,
ἢ τἀπὶ τούτοις δρῶ; λέγειν χρὴ ταχὺ πάνυ.
Πλοῦτος
ἐγὼ μὲν οἰμώζειν λέγω σοι.
Καρίων
μαναθάνεις
ὅς φησιν εἶναι;
Χρεμύλος
σοὶ λέγει τοῦτ᾽, οὐκ ἐμοί:
60 σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει.
ἀλλ᾽ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις,
ἐμοὶ φράσον.
Πλοῦτος
κλάειν ἔγωγέ σοι λέγω.
Καρίων
δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ.
Χρεμύλος
οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι.
65 εἰ μὴ φράσεις γάρ —