Book Read Free

Septuagint Complete Greek and English Edition

Page 721

by Septuagint


  [13] And Gedeon said to him, Be gracious with me, my Lord: but if the Lord is with us, why have these evils found us? and where are all his miracles, which our fathers have related to us, saying, Did not the Lord bring us up out of Egypt? and now he has cast us out, and given us into the hand of Madiam.

  [14] καὶ ἐπέστρεψεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου καὶ εἶπεν Πορεύου ἐν ἰσχύι σου ταύτῃ καὶ σώσεις τὸν Ισραηλ ἐκ χειρὸς Μαδιαμ· ἰδοὺ ἐξαπέστειλά σε.

  [14] And the angel of the Lord turned to him, and said, Go in this thy strength, and thou shalt save Israel out of the hand of Madiam: behold, I have sent thee.

  [15] καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων Ἐν ἐμοί, κύριέ μου, ἐν τίνι σώσω τὸν Ισραηλ; ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν Μανασση, καὶ ἐγώ εἰμι ὁ μικρότερος ἐν οἴκῳ πατρός μου.

  [15] And Gedeon said to him, Be gracious with me, my Lord: whereby shall I save Israel? behold, my thousand is weakened in Manasse, and I am the least in my father’s house.

  [16] καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὴν Μαδιαμ ὡσεὶ ἄνδρα ἕνα.

  [16] And the angel of the Lord said to him, The Lord shall be with thee, and thou shalt smite Madiam as one man.

  [17] καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων Εἰ δὲ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου καὶ ποιήσεις μοι σήμερον πᾶν, ὅ τι ἐλάλησας μετ’ ἐμοῦ,

  [17] And Gedeon said to him, If now I have found mercy in thine eyes, and thou wilt do this day for me all that thou hast spoken of with me,

  [18] μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ, καὶ ἐξοίσω τὴν θυσίαν καὶ θήσω ἐνώπιόν σου. καὶ εἶπεν Ἐγώ εἰμι καθίομαι ἕως τοῦ ἐπιστρέψαι σε.

  [18] depart not hence until I come to thee, and I will bring forth an offering and offer it before thee: and he said, I will remain until thou return.

  [19] καὶ Γεδεων εἰσῆλθεν καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οιφι ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον καὶ προσήγγισεν.

  [19] And Gedeon went in, and prepared a kid of the goats, and an ephah of fine flour unleavened; and he put the flesh in the basket, and poured the broth into the pot, and brought them forth to him under the turpentine tree, and drew nigh.

  [20] καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος τοῦ θεοῦ Λαβὲ τὰ κρέα καὶ τὰ ἄζυμα καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε· καὶ ἐποίησεν οὕτως.

  [20] And the angel of God said to him, Take the flesh and the unleavened cakes, and put them on that rock, and pour out the broth close by: and he did so.

  [21] καὶ ἐξέτεινεν ὁ ἄγγελος κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων, καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους· καὶ ὁ ἄγγελος κυρίου ἐπορεύθη ἀπὸ ὀφθαλμῶν αὐτοῦ.

  [21] And the angel of the Lord stretched out the end of the rod that was in his hand, and touched the flesh and the unleavened bread; and fire came up out of the rock, and consumed the flesh and the unleavened bread, and the angel of the Lord vanished from his sight.

  [22] καὶ εἶδεν Γεδεων ὅτι ἄγγελος κυρίου οὗτός ἐστιν, καὶ εἶπεν Γεδεων Ἆ ἆ, κύριέ μου κύριε, ὅτι εἶδον ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον.

  [22] And Gedeon saw that he was an angel of the Lord; and Gedeon said, Ah, ah, Lord my God! for I have seen the angel of the Lord face to face.

  [23] καὶ εἶπεν αὐτῷ κύριος Εἰρήνη σοι, μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς.

  [23] And the Lord said to him, Peace be to thee, fear not, thou shalt not die.

  [24] καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεων θυσιαστήριον τῷ κυρίῳ καὶ ἐπεκάλεσεν αὐτῷ Εἰρήνη κυρίου ἕως τῆς ἡμέρας ταύτης ἔτι αὐτοῦ ὄντος ἐν Εφραθα πατρὸς τοῦ Εσδρι.

  [24] And Gedeon built there an altar to the Lord, and called it The peace of the Lord, until this day, as it is still in Ephratha of the father of Esdri.

  [25] Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ κύριος Λαβὲ τὸν μόσχον τὸν ταῦρον, ὅς ἐστιν τῷ πατρί σου, καὶ μόσχον δεύτερον ἑπταετῆ καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βααλ, ὅ ἐστιν τῷ πατρί σου, καὶ τὸ ἄλσος τὸ ἐπ’ αὐτὸ ὀλεθρεύσεις·

  [25] And it came to pass in that night, that the Lord said to him, Take the young bullock which thy father has, even the second bullock of seven years old, and thou shalt destroy the altar of Baal which thy father has, and the grove which is by it thou shalt destroy.

  [26] καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου ἐπὶ κορυφὴν τοῦ Μαουεκ τούτου ἐν τῇ παρατάξει καὶ λήμψῃ τὸν μόσχον τὸν δεύτερον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους, οὗ ἐξολεθρεύσεις.

  [26] And thou shalt build an altar to the Lord thy God on the top of this Maozi in the ordering it, and thou shalt take the second bullock, and shalt offer up whole-burnt-offerings with the wood of the grove, which thou shalt destroy.

  [27] καὶ ἔλαβεν Γεδεων δέκα ἄνδρας ἀπὸ τῶν δούλων ἑαυτοῦ καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησεν πρὸς αὐτὸν κύριος· καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως τοῦ ποιῆσαι ἡμέρας, καὶ ἐποίησεν νυκτός.

  [27] And Gedeon took ten men of his servants, and did as the Lord spoke to him: and it came to pass, as he feared the house of his father and the men of the city if he should do it by day, that he did it by night.

  [28] καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωί, καὶ ἰδοὺ καθῄρητο τὸ θυσιαστήριον τοῦ Βααλ, καὶ τὸ ἄλσος τὸ ἐπ’ αὐτῷ ὠλέθρευτο· καὶ εἶδαν τὸν μόσχον τὸν δεύτερον, ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον.

  [28] And the men of the city rose up early in the morning; and behold, the altar of Baal had been demolished, and the grove by it had been destroyed; and they saw the second bullock, which Gedeon offered on the altar that had been built.

  [29] καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ἐποίησεν τὸ ῥῆμα τοῦτο; καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν καὶ ἔγνωσαν ὅτι Γεδεων υἱὸς Ιωας ἐποίησεν τὸ ῥῆμα τοῦτο.

  [29] And a man said to his neighbour, Who has done this thing? and they enquired and searched, and learnt that Gedeon the son of Joas had done this thing.

&nbs
p; [30] καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ιωας Ἐξένεγκε τὸν υἱόν σου καὶ ἀποθανέτω, ὅτι καθεῖλεν τὸ θυσιαστήριον τοῦ Βααλ καὶ ὅτι ὠλέθρευσεν τὸ ἄλσος τὸ ἐπ’ αὐτῷ.

  [30] And the men of the city said to Joas, Bring out thy son, and let him die, because he has destroyed the altar of Baal, and because he has destroyed the grove that is by it.

  [31] καὶ εἶπεν Ιωας τοῖς ἀνδράσιν πᾶσιν, οἳ ἐπανέστησαν αὐτῷ Μὴ ὑμεῖς νῦν δικάζεσθε ὑπὲρ τοῦ Βααλ; ἢ ὑμεῖς σώσετε αὐτόν; ὃς ἐὰν δικάσηται αὐτῷ, θανατωθήτω ἕως πρωί· εἰ θεός ἐστιν, δικαζέσθω αὐτῷ, ὅτι καθεῖλεν τὸ θυσιαστήριον αὐτοῦ.

  [31] And Gedeon the son of Joas said to all the men who rose up against him, Do ye now plead for Baal, or will ye save him? whoever will plead for him, let him be slain this morning: if he be a god let him plead for himself, because one has thrown down his altar.

  [32] καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ιαρβααλ λέγων Δικασάσθω ἐν αὐτῷ ὁ Βααλ, ὅτι καθῃρέθη τὸ θυσιαστήριον αὐτοῦ.

  [32] And he called it in that day Jerobaal, saying, Let Baal plead thereby, because his altar has been thrown down.

  [33] Καὶ πᾶσα Μαδιαμ καὶ Αμαληκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐν κοιλάδι Εζερεελ.

  [33] And all Madiam, and Amalek, and the sons of the east gathered themselves together, and encamped in the valley of Jezrael.

  [34] καὶ πνεῦμα κυρίου ἐνεδυνάμωσεν τὸν Γεδεων, καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ ἐφοβήθη Αβιεζερ ὀπίσω αὐτοῦ.

  [34] And the Spirit of the Lord came upon Gedeon, and he blew with the horn, and Abiezer came to help after him.

  [35] καὶ ἀγγέλους ἀπέστειλεν εἰς πάντα Μανασση καὶ ἐν Ασηρ καὶ ἐν Ζαβουλων καὶ Νεφθαλι καὶ ἀνέβη εἰς συνάντησιν αὐτῶν.

  [35] And Gedeon sent messengers into all Manasse, and into Aser, and into Zabulon, and into Nephthali; and he went up to meet them.

  [36] καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν Εἰ σὺ σῴζεις ἐν χειρί μου τὸν Ισραηλ, καθὼς ἐλάλησας,

  [36] And Gedeon said to God, If thou wilt save Israel by my hand, as thou hast said,

  [37] ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον τοῦ ἐρίου ἐν τῇ ἅλωνι· ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία, γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν Ισραηλ, καθὼς ἐλάλησας.

  [37] behold, I put the fleece of wool in the threshing-floor: if there be dew on the fleece only, and drought on all the ground, I shall know that thou wilt save Israel by my hand, as thou hast said.

  [38] καὶ ἐγένετο οὕτως· καὶ ὤρθρισεν τῇ ἐπαύριον καὶ ἐξεπίασεν τὸν πόκον, καὶ ἔσταξεν δρόσος ἀπὸ τοῦ πόκου, πλήρης λεκάνη ὕδατος.

  [38] And it was so: and he rose up early in the morning, and wrung the fleece, and dew dropped from the fleece, a bowl full of water.

  [39] καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν Μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί, καὶ λαλήσω ἔτι ἅπαξ· πειράσω δὲ καί γε ἔτι ἅπαξ ἐν τῷ πόκῳ, καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος.

  [39] And Gedeon said to God, Let not, I pray thee, thine anger be kindled with me, and I will speak yet once; I will even yet make one trial more with the fleece: let now the drought be upon the fleece only, and let there be dew on all the ground.

  [40] καὶ ἐποίησεν οὕτως ὁ θεὸς ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐγενήθη δρόσος.

  [40] And God did so in that night; and there was drought on the fleece only, and on all the ground there was dew.

  CHAPTER 7

  [1] Καὶ ὤρθρισεν Ιαρβαλ [αὐτός ἐστιν Γεδεων] καὶ πᾶς ὁ λαὸς μετ’ αὐτοῦ καὶ παρενέβαλον ἐπὶ πηγὴν Αραδ, καὶ παρεμβολὴ Μαδιαμ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ Γαβααθ Αμωρα ἐν κοιλάδι.

  [1] And Jerobaal rose early, the same is Gedeon, and all the people with him, and encamped at the fountain of Arad; and the camp of Madiam was to the north of him, reaching from Gabaathamorai, in the valley.

  [2] καὶ εἶπεν κύριος πρὸς Γεδεων Πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτῶν, μήποτε καυχήσηται Ισραηλ ἐπ’ ἐμὲ λέγων Ἡ χείρ μου ἔσωσέν με·

  [2] And the Lord said to Gedeon, The people with thee are many, so that I may not deliver Madiam into their hand, lest at any time Israel boast against me, saying, My hand has saved me.

  [3] καὶ νῦν λάλησον δὴ ἐν ὠσὶν τοῦ λαοῦ λέγων Τίς ὁ φοβούμενος καὶ δειλός; ἐπιστρεφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους Γαλααδ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες, καὶ δέκα χιλιάδες ὑπελείφθησαν.

  [3] And now speak in the ears of the people, saying, Who is afraid and fearful? let him turn and depart from mount Galaad: and there returned of the people twenty-two thousand, and ten thousand were left.

  [4] καὶ εἶπεν κύριος πρὸς Γεδεων Ἔτι ὁ λαὸς πολύς· κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ, καὶ ἐκκαθαρῶ σοι αὐτὸν ἐκεῖ· καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ Οὗτος πορεύσεται σὺν σοί, αὐτὸς πορεύσεται σὺν σοί· καὶ πᾶν, ὃν ἐὰν εἴπω πρὸς σέ Οὗτος οὐ πορεύσεται μετὰ σοῦ, αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ.

  [4] And the Lord said to Gedeon, The people is yet numerous; bring them down to the water, and I will purge them there for thee: and it shall come to pass that of whomsoever I shall say to thee, This one shall go with thee, even he shall go with thee; and of whomsoever I shall say to thee, This one shall not go with thee, even he shall not go with thee.

  [5] καὶ κατήνεγκεν τὸν λαὸν πρὸς τὸ ὕδωρ· καὶ εἶπεν κύριος πρὸς Γεδεων Πᾶς, ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων, στήσεις αὐτὸν κατὰ μόνας, καὶ πᾶς, ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν.

  [5] And he brought the people down to the water; and the Lord said to Gedeon, Whosoever shall lap of the water with his tongue as if a dog should lap, thou shalt set him apart, and also whosoever shall bow down upon his knees to drink.

  [6] καὶ ἐγένετο ὁ ἀριθμὸς τῶν λαψάντων ἐν χειρὶ αὐτῶν πρὸς τὸ στόμα αὐτῶν τριακόσιοι ἄνδρες, καὶ πᾶν τὸ κατάλοιπον τοῦ λαοῦ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτῶν πιεῖν ὕδωρ.

  [6] And the number of those that lappe
d with their hand to their mouth was three hundred men; and all the rest of the people bowed upon their knees to drink water.

  [7] καὶ εἶπεν κύριος πρὸς Γεδεων Ἐν τοῖς τριακοσίοις ἀνδράσιν τοῖς λάψασιν σώσω ὑμᾶς καὶ δώσω τὴν Μαδιαμ ἐν χειρί σου, καὶ πᾶς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ.

  [7] And the Lord said to Gedeon, I will save you by the three hundred men that lapped, and I will give Madiam into thy hand; and all the rest of the people shall go every one to his place.

  [8] καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν, καὶ τὸν πάντα ἄνδρα Ισραηλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτοῦ καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσεν. καὶ ἡ παρεμβολὴ Μαδιαμ ἦσαν αὐτοῦ ὑποκάτω ἐν τῇ κοιλάδι.

  [8] And they took the provision of the people in their hand, and their horns; and he sent away every man of Israel each to his tent, and he strengthened the three hundred; and the army of Madiam were beneath him in the valley.

  [9] Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν πρὸς αὐτὸν κύριος Ἀναστὰς κατάβηθι ἐν τῇ παρεμβολῇ, ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου·

  [9] And it came to pass in that night that the Lord said to him, Arise, go down into the camp, for I have delivered it into thy hand.

 

‹ Prev