Book Read Free

Septuagint Complete Greek and English Edition

Page 722

by Septuagint


  [10] καὶ εἰ φοβῇ σὺ καταβῆναι, κατάβηθι σὺ καὶ Φαρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν

  [10] And if thou art afraid to go down, go down thou and thy servant Phara into the camp.

  [11] καὶ ἀκούσῃ, τί λαλήσουσιν· καὶ μετὰ τοῦτο ἰσχύσουσιν αἱ χεῖρές σου, καὶ καταβήσῃ ἐν τῇ παρεμβολῇ. καὶ κατέβη αὐτὸς καὶ Φαρα τὸ παιδάριον αὐτοῦ πρὸς ἀρχὴν τῶν πεντήκοντα, οἳ ἦσαν ἐν τῇ παρεμβολῇ.

  [11] And thou shalt hear what they shall say, and afterwards thy hands shall be strong, and thou shalt go down into the camp: and he went down and Phara his servant to the extremity of the companies of fifty, which were in the camp.

  [12] καὶ Μαδιαμ καὶ Αμαληκ καὶ πάντες υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλῆθος, καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, ἀλλὰ ἦσαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος.

  [12] And Madiam and Amalec and all the children of the east were scattered in the valley, as the locust for multitude; and there was no number to their camels, but they were as the sand on the seashore for multitude.

  [13] καὶ ἦλθεν Γεδεων, καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον καὶ εἶπεν Ἐνύπνιον ἰδοὺ ἐνυπνιασάμην, καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῇ παρεμβολῇ Μαδιαμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς καὶ ἐπάταξεν αὐτήν, καὶ ἔπεσεν, καὶ ἀνέστρεψεν αὐτὴν ἄνω, καὶ ἔπεσεν ἡ σκηνή.

  [13] And Gedeon came, and behold a man was relating to his neighbour a dream, and he said, Behold, I have dreamed a dream, and behold, a cake of barley bread rolling into the camp of Madiam, and it came as far as a tent, and smote it, and it fell, and it turned it up, and the tent fell.

  [14] καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν Οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία Γεδεων υἱοῦ Ιωας ἀνδρὸς Ισραηλ· παρέδωκεν ὁ θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιαμ καὶ πᾶσαν τὴν παρεμβολήν.

  [14] And his neighbour answered and said, This is none other than the sword of Gedeon, son of Joas, a man of Israel: God has delivered Madiam and all the host into his hand.

  [15] καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεων τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ, καὶ προσεκύνησεν κυρίῳ καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ εἶπεν Ἀνάστητε, ὅτι παρέδωκεν κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν Μαδιαμ.

  [15] And it came to pass when Gedeon heard the account of the dream and the interpretation of it, that he worshipped the Lord, and returned to the camp of Israel, and said, Rise, for the Lord has delivered the camp of Madiam into our hand.

  [16] καὶ διεῖλεν τοὺς τριακοσίους ἄνδρας εἰς τρεῖς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν ταῖς ὑδρίαις

  [16] And he divided the three hundred men into three companies, and put horns in the hands of all, and empty pitchers, and torches in the pitchers:

  [17] καὶ εἶπεν πρὸς αὐτούς Ἀπ ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσετε· καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχῇ τῆς παρεμβολῆς, καὶ ἔσται καθὼς ἂν ποιήσω, οὕτως ποιήσετε·

  [17] and he said to them, Ye shall look at me, and so shall ye do; and behold, I will go into the beginning of the host, and it shall come to pass that as I do, so shall ye do.

  [18] καὶ σαλπιῶ ἐν τῇ κερατίνῃ ἐγώ, καὶ πάντες μετ’ ἐμοῦ σαλπιεῖτε ἐν ταῖς κερατίναις κύκλῳ ὅλης τῆς παρεμβολῆς καὶ ἐρεῖτε Τῷ κυρίῳ καὶ τῷ Γεδεων.

  [18] And I will sound with the horn, and all ye with me shall sound with the horn round about the whole camp, and ye shall say, For the Lord and Gedeon.

  [19] καὶ εἰσῆλθεν Γεδεων καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετ’ αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν.

  [19] And Gedeon and the hundred men that were with him came to the extremity of the army in the beginning of the middle watch; and they completely roused the guards, and sounded with the horns, and they broke the pitchers that were in their hands,

  [20] καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραῖς αὐτῶν τὰς λαμπάδας καὶ ἐν χερσὶν δεξιαῖς αὐτῶν τὰς κερατίνας τοῦ σαλπίζειν καὶ ἀνέκραξαν Ῥομφαία τῷ κυρίῳ καὶ τῷ Γεδεων.

  [20] and the three companies sounded with the horns, and broke the pitchers, and held the torches in their left hands, and in their right hands their horns to sound with; and they cried out, A sword for the Lord and for Gedeon.

  [21] καὶ ἔστησαν ἀνὴρ ἐφ’ ἑαυτῷ κύκλῳ τῆς παρεμβολῆς, καὶ ἔδραμεν πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγαν.

  [21] And every man stood in his place round about the host; and all the host ran, and sounded an alarm, and fled.

  [22] καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις, καὶ ἔθηκεν κύριος τὴν ῥομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ, καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως Βηθσεεδτα Γαραγαθα ἕως χείλους Αβωμεουλα ἐπὶ Ταβαθ.

  [22] And they sounded with the three hundred horns; and the Lord set every man’s sword in all the host against his neighbour.

  [23] καὶ ἐβόησαν ἀνὴρ Ισραηλ ἀπὸ Νεφθαλι καὶ ἀπὸ Ασηρ καὶ ἀπὸ παντὸς Μανασση καὶ ἐδίωξαν ὀπίσω Μαδιαμ.

  [23] And the host fled as far as Bethseed Tagaragatha Abel-meula to Tabath; and the men of Israel from Nephthali, and from Aser, and from all Manasse, came to help, and followed after Madiam.

  [24] Καὶ ἀγγέλους ἀπέστειλεν Γεδεων ἐν παντὶ ὄρει Εφραιμ λέγων Κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην· καὶ ἐβόησεν πᾶς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην.

  [24] And Gedeon sent messengers into all mount Ephraim, saying, Come down to meet Madiam, and take to yourselves the water as far as Baethera and Jordan: and every man of Ephraim cried out, and they took the water before hand unto Baethera and Jordan.

  [25] καὶ συνέλαβον τοὺς ἄρχοντας Μαδιαμ καὶ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν Σουρ κ
αὶ τὸν Ζηβ ἀπέκτειναν ἐν Ιακεφζηφ καὶ κατεδίωξαν Μαδιαμ· καὶ τὴν κεφαλὴν Ωρηβ καὶ Ζηβ ἤνεγκαν πρὸς Γεδεων ἀπὸ πέραν τοῦ Ιορδάνου.

  [25] And they took the princess of Madiam, even Oreb and Zeb; and they slew Oreb in Sur Oreb, and they slew Zeb in Jakephzeph; and they pursued Madiam, and brought the heads of Oreb and Zeb to Gedeon from beyond Jordan.

  CHAPTER 8

  [1] καὶ εἶπαν πρὸς Γεδεων ἀνὴρ Εφραιμ Τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς, ὅτε ἐπορεύθης παρατάξασθαι ἐν Μαδιαμ; καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρῶς.

  [1] And the men of Ephraim said to Gedeon, What is this that thou hast done to us, in that thou didst not call us when thou wentest to fight with Madiam? and they chode with him sharply.

  [2] καὶ εἶπεν πρὸς αὐτούς Τί ἐποίησα νῦν καθὼς ὑμεῖς; ἢ οὐχὶ κρεῖσσον ἐπιφυλλὶς Εφραιμ ἢ τρυγητὸς Αβιεζερ;

  [2] And he said to them, What have I now done in comparison of you? is not the gleaning of Ephraim better than the vintage of Abiezer?

  [3] ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιαμ, τὸν Ωρηβ καὶ τὸν Ζηβ· καὶ τί ἠδυνήθην ποιῆσαι ὡς ὑμεῖς; τότε ἀνέθη τὸ πνεῦμα αὐτῶν ἀπ’ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον.

  [3] The Lord has delivered into your hand the princes of Madiam, Oreb and Zeb; and what could I do in comparison of you? Then was their spirit calmed toward him, when he spoke this word.

  [4] Καὶ ἦλθεν Γεδεων ἐπὶ τὸν Ιορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετ’ αὐτοῦ πεινῶντες καὶ διώκοντες.

  [4] And Gedeon came to Jordan, and went over, himself and the three hundred with him, hungry, yet pursuing.

  [5] καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχωθ Δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσίν μου, ὅτι ἐκλείπουσιν, καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζεβεε καὶ Σελμανα βασιλέων Μαδιαμ.

  [5] And he said to the men of Socchoth, Give, I pray you, bread to feed this people that follow me; because they are faint, and behold, I am following after Zebee and Salmana, kings of Madiam.

  [6] καὶ εἶπον οἱ ἄρχοντες Σοκχωθ Μὴ χεὶρ Ζεβεε καὶ Σελμανα νῦν ἐν χειρί σου; οὐ δώσομεν τῇ δυνάμει σου ἄρτους.

  [6] And the princes of Socchoth said, Are the hands of Zebee and Salmana now in thy hand, that we should give bread to thy host?

  [7] καὶ εἶπεν Γεδεων Διὰ τοῦτο ἐν τῷ δοῦναι κύριον τὸν Ζεβεε καὶ Σελμανα ἐν χειρί μου, καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς αβαρκηνιν.

  [7] And Gedeon said, Therefore when the Lord gives Zebee and Salmana into my hand, then will I tear your flesh with the thorns of the wilderness, and the Barkenim.

  [8] καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὡσαύτως, καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουηλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες Σοκχωθ.

  [8] And he went up thence to Phanuel, and spoke to them likewise: and the men of Phanuel answered him as the men of Socchoth had answered him.

  [9] καὶ εἶπεν Γεδεων πρὸς ἄνδρας Φανουηλ Ἐν ἐπιστροφῇ μου μετ’ εἰρήνης τὸν πύργον τοῦτον κατασκάψω. –

  [9] And Gedeon said to the men of Phanuel, When I return in peace, I will break down this tower.

  [10] καὶ Ζεβεε καὶ Σελμανα ἐν Καρκαρ, καὶ ἡ παρεμβολὴ αὐτῶν μετ’ αὐτῶν ὡσεὶ δέκα πέντε χιλιάδες, πάντες οἱ καταλελειμμένοι ἀπὸ πάσης παρεμβολῆς ἀλλοφύλων, καὶ οἱ πεπτωκότες ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν.

  [10] And Zebee and Salmana were in Carcar, and their host was with them, about fifteen thousand, all that were left of all the host of the aliens; and they that fell were a hundred and twenty thousand men that drew the sword.

  [11] καὶ ἀνέβη Γεδεων ὁδὸν τῶν σκηνούντων ἐν σκηναῖς ἀπὸ ἀνατολῶν τῆς Ναβαι καὶ Ιεγεβαλ· καὶ ἐπάταξεν τὴν παρεμβολήν, καὶ ἡ παρεμβολὴ ἦν πεποιθυῖα.

  [11] And Gedeon went up by the way of them that dwelt in tents, eastward of Nabai and Jegebal; and he smote the host, and the host was secure.

  [12] καὶ ἔφυγον Ζεβεε καὶ Σελμανα, καὶ ἐδίωξεν ὀπίσω αὐτῶν καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς Μαδιαμ, τὸν Ζεβεε καὶ τὸν Σελμανα, καὶ πᾶσαν τὴν παρεμβολὴν ἐξέστησεν. –

  [12] And Zebee and Salmana fled; and he pursued after them, and took the two kings of Madiam, Zebee and Salmana, and discomfited all the army.

  [13] καὶ ἐπέστρεψεν Γεδεων υἱὸς Ιωας ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωθεν τῆς παρατάξεως Αρες.

  [13] And Gedeon the son of Joas returned from the battle, down from the battle of Ares.

  [14] καὶ συνέλαβεν παιδάριον ἀπὸ τῶν ἀνδρῶν Σοκχωθ καὶ ἐπηρώτησεν αὐτόν, καὶ ἔγραψεν πρὸς αὐτὸν τὰ ὀνόματα τῶν ἀρχόντων Σοκχωθ καὶ τῶν πρεσβυτέρων αὐτῶν, ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας.

  [14] And he took prisoner a young lad of the men of Socchoth, and questioned him; and he wrote to him the names of the princes of Socchoth and of their elders, seventy-seven men.

  [15] καὶ παρεγένετο Γεδεων πρὸς τοὺς ἄρχοντας Σοκχωθ καὶ εἶπεν Ἰδοὺ Ζεβεε καὶ Σελμανα, ἐν οἷς ὠνειδίσατέ με λέγοντες Μὴ χεὶρ Ζεβεε καὶ Σελμανα νῦν ἐν χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσιν τοῖς ἐκλείπουσιν ἄρτους;

  [15] And Gedeon came to the princes of Socchoth, and said, Behold Zebee and Salmana, about whom ye reproached me, saying, Are the hands of Zebee and Salmana now in thy hand, that we should give bread to thy men that are faint?

  [16] καὶ ἔλαβεν τοὺς πρεσβυτέρους τῆς πόλεως ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς βαρακηνιμ καὶ ἠλόησεν ἐν αὐτοῖς τοὺς ἄνδρας τῆς πόλεως.

  [16] And he took the elders of the city with the thorns of the wilderness and the Barkenim, and with them he tore the men of the city.

  [17] καὶ τὸν πύργον Φανουηλ κατέστρεψεν καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως. –

  [17] And he overthrew the tower of Phanuel, and slew the men of the city.

  [18] καὶ εἶπεν πρὸς Ζεβεε καὶ Σελμανα Ποῦ οἱ ἄνδρες, οὓς ἀπεκτείνατε ἐν Θαβωρ; καὶ εἶπαν Ὡς σύ, ὣς αὐτοὶ εἰς ὁμοίωμα υἱοῦ βασιλέως.

  [18] And he said to Zebee and Salmana, Where are the men whom ye slew in Thabor? and they said, As thou, so were they, according
to the likeness of the son of a king.

  [19] καὶ εἶπεν Γεδεων Ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν· ζῇ κύριος, εἰ ἐζωογονήκειτε αὐτούς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς.

  [19] And Gedeon said, They were my brethren and the sons of my mother: as the Lord lives, if ye had preserved them alive, I would not have slain you.

  [20] καὶ εἶπεν Ιεθερ τῷ πρωτοτόκῳ αὐτοῦ Ἀναστὰς ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασεν τὸ παιδάριον τὴν ῥομφαίαν αὐτοῦ, ὅτι ἐφοβήθη, ὅτι ἔτι νεώτερος ἦν.

  [20] And he said to Jether his first-born, Rise and slay them; but the lad drew not his sword, for he was afraid, for he was yet very young.

  [21] καὶ εἶπεν Ζεβεε καὶ Σελμανα Ἀνάστα σὺ καὶ συνάντησον ἡμῖν, ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σου. καὶ ἀνέστη Γεδεων καὶ ἀπέκτεινεν τὸν Ζεβεε καὶ τὸν Σελμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.

  [21] And Zebee and Salmana said, Rise thou and fall upon us, for thy power is as that of a man; and Gedeon arose, and slew Zebee and Salmana: and he took the round ornaments that were on the necks of their camels.

  [22] Καὶ εἶπον ἀνὴρ Ισραηλ πρὸς Γεδεων Κύριε, ἄρξον ἡμῶν καὶ σὺ καὶ ὁ υἱός σου, ὅτι σὺ ἔσωσας ἡμᾶς ἐκ χειρὸς Μαδιαμ.

  [22] And the men of Israel said to Gedeon, Rule, my lord, over us, both thou, and thy son, and thy son’s son; for thou hast saved us out of the hand of Madiam.

  [23] καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων Οὐκ ἄρξω ἐγώ, καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμῖν· κύριος ἄρξει ὑμῶν.

 

‹ Prev