Book Read Free

Septuagint Complete Greek and English Edition

Page 775

by Septuagint


  [40] καὶ ἀνέστη Σεμεΐ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη εἰς Γὲθ πρὸς ᾿Αγχοὺς τοῦ ἐκζητῆσαι τοὺ δούλους αὐτοῦ, καὶ ἐπορεύθη Σεμεΐ καὶ ἤγαγε τοὺς δούλους αὐτοῦ ἐκ Γέθ.

  [40] And Semei rose up, and saddled his ass, and went to Geth to Anchus to seek out his servants: and Semei went, and brought his servants out of Geth.

  [41] καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι ἐπορεύθη Σεμεΐ ἐξ ῾Ιερουσαλὴμ εἰς Γέθ, καὶ ἀπέστρεψε τοὺς δούλους αὐτοῦ,

  [41] And it was told Solomon, saying, Semei is gone out of Jerusalem to Geth, and has brought back his servants.

  [42] καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσε τὸν Σεμεΐ καὶ εἶπε πρὸς αὐτόν· οὐχὶ ὥρκισά σε κατὰ τοῦ Κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων· ἐν ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ ῾Ιερουσαλὴμ καὶ πορευθῇς εἰς δεξιὰ ἢ ἀριστερά, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ;

  [42] And the king sent and called Semei, and said to him, Did I not adjure thee by the Lord, and testify to thee, saying, In whatsoever day thou shalt go out of Jerusalem, and go to the right or left, know certainly that thou shalt assuredly die?

  [43] καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον Κυρίου καὶ τὴν ἐντολήν, ἣν ἐνετειλάμην κατὰ σοῦ;

  [43] And why hast thou not kept the oath of the Lord, and the commandment which I commanded thee?

  [44] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεΐ· σὺ οἶδας πᾶσαν τὴν κακίαν σου, ἣν οἶδεν ἡ καρδία σου, ἃ ἐποίησας Δαυὶδ τῷ πατρί μου, καὶ ἀνταπέδωκε Κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου·

  [44] And the king said to Semei, Thou knowest all thy mischief which thy heart knows, which thou didst to David my father: and the Lord has recompensed thy mischief on thine own head.

  [45] καὶ ὁ βασιλεὺς Σαλωμὼν εὐλογημένος, καὶ ὁ θρόνος Δαυὶδ ἔσται ἕτοιμος ἐνώπιον Κυρίου εἰς τὸν αἰῶνα.

  [45] And king Solomon is blessed, and the throne of David shall be established before the Lord for ever.

  [46] καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμὼν τῷ Βαναίᾳ υἱῷ ᾿Ιωδαέ, καὶ ἐξῆλθε καὶ ἀνεῖλεν αὐτὸν καὶ ἀπέθανε.

  [46] And Solomon commanded Banaeas the son of Jodae, and he went forth and slew him.

  [46]α Καὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν φρόνιμος σφόδρα, καὶ σοφός, καὶ ᾿Ιούδα καὶ ᾿Ισραὴλ πολλοὶ σφόδρα, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες.

  [46a] And king Solomon was very prudent and wise: and Juda and Israel were very many, as the sand which is by the sea for multitude, eating, and drinking, and rejoicing:

  [46]β καὶ Σαλωμὼν ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμὼν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

  [46b] and Solomon was chief in all the kingdoms, and they brought gifts, and served Solomon all the days of his life.

  [46]γ καὶ Σαλωμὼν ἤρξατο ἀνοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου,

  [46c] And Solomon began to open the domains of Libanus,

  [46]δ καὶ αὐτὸς ᾠκοδόμησε τὴν Θερμαὶ ἐν τῇ ἐρήμω.

  [46d] and he built Thermae in the wilderness.

  [46]ε καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμών· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων·

  [46e] And this was the daily provision of Solomon, thirty measures of fine flour, and sixty measures of ground meal, ten choice calves, and twenty oxen from the pastures, and a hundred sheep, besides stags, and does, and choice fed birds.

  [46]ζ ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ραφὶ ἕως Γάζης, ἐν πᾶσι τοῖς βασιλεῦσι πέραν τοῦ ποταμοῦ·

  [46f] For he ruled in all the country on this side the river, from Raphi unto Gaza, over all the kings on this side the river:

  [46]η καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν, καὶ κατῴκει ᾿Ιούδα καὶ ᾿Ισραὴλ πεποιθότες ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ πάσας τὰς ἡμέρας Σαλωμών.

  [46g] and he was at peace on all sides round about; and Juda and Israel dwelt safely, every one under his vine and under his fig tree, eating and drinand feasting, from Dan even to Bersabee, all the days of Solomon.

  [46]θ καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμών· ᾿Αζαρίου υἱὸς Σαδὼκ τοῦ ἱερέως καὶ ᾿Ορνίου υἱὸς Νάθαν ἄρχων τῶν ἐφεστηκότων καὶ ᾿Εδρὰμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ Σουβὰ γραμματεὺς καὶ Βασὰ υἱὸς ᾿Αχιθαλὰμ ἀναμιμνήσκων καὶ ᾿Αβὶ υἱὸς ᾿Ιωὰβ ἀρχιστράτηγος καὶ ᾿Αχιρὲ υἱὸς ᾿Εδραΐ ἐπὶ τὰς ἄρσεις καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθίου καὶ Ζαχοὺρ υἱὸς Νάθαν ὁ σύμβουλος.

  [46h] And these were the princes of Solomon; Azariu son of Sadoc the priest, and Orniu son of Nathan chief of the officers, and he went to his house; and Suba the scribe, and Basa son of Achithalam recorder, and Abi son of Joab commander-in-chief, and Achire son of Edrai was over the levies, and Banaeas son of Jodae over the household and over the brickwork, and Cachur the son of Nathan was counsellor.

  [46]ι καὶ ἦσαν τῷ Σαλωμὼν τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἵππων.

  [46i] And Solomon had forty thousand brood mares for his chariots, and twelve thousand horses.

  [46]κ καὶ ἦν ἄρχων ἐν πᾶσι τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.

  [46j] And he reigned over all the kings from the river and to the land of the Philistines, and to the borders of Egypt:

  [46]λ καὶ Σαλωμὼν υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ ᾿Ισραὴλ καὶ ᾿Ιούδα ἐν ῾Ιερουσαλήμ.

  [46k] so Solomon the son of David reigned over Israel and Juda in Jerusalem.

  CHAPTER 3

  [2] πλὴν ὁ λαὸς ἦσαν θυμιῶντες ἐπὶ τοῖς ὑψηλοῖς, ὅτι οὐκ ᾠκοδομήθη οἶκος τῷ ὀνόματι κυρίου ἕως νῦν.

  [1] 2 Nevertheless the people burnt incense on the high places
, because a house had not yet been built to the Lord.

  [3] καὶ ἠγάπησεν Σαλωμων τὸν κύριον πορεύεσθαι ἐν τοῖς προστάγμασιν Δαυιδ τοῦ πατρὸς αὐτοῦ, πλὴν ἐν τοῖς ὑψηλοῖς ἔθυεν καὶ ἐθυμία.

  [3] And Solomon loved the Lord, so as to walk in the ordinances of David his father; only he sacrificed and burnt incense on the high places.

  [4] καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαων θῦσαι ἐκεῖ, ὅτι αὐτὴ ὑψηλοτάτη καὶ μεγάλη· χιλίαν ὁλοκαύτωσιν ἀνήνεγκεν Σαλωμων ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαων.

  [4] And he arose and went to Gabaon to sacrifice there, for that was the highest place, and great: Solomon offered a whole-burnt-offering of a thousand victims on the altar in Gabaon.

  [5] καὶ ὤφθη κύριος τῷ Σαλωμων ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν κύριος πρὸς Σαλωμων Αἴτησαί τι αἴτημα σαυτῷ.

  [5] And the Lord appeared to Solomon in a dream by night, and the Lord said to Solomon, Ask some petition for thyself.

  [6] καὶ εἶπεν Σαλωμων Σὺ ἐποίησας μετὰ τοῦ δούλου σου Δαυιδ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ, καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη·

  [6] And Solomon said, Thou hast dealt very mercifully with thy servant David my father according as he walked before thee in truth, and in righteousness, and in uprightness of heart with thee, and thou hast kept for him this great mercy, to set his son upon his throne, as it is this day.

  [7] καὶ νῦν, κύριε ὁ θεός μου, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυιδ τοῦ πατρός μου, καὶ ἐγώ εἰμι παιδάριον μικρὸν καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου,

  [7] And now, O Lord my God, thou hast appointed thy servant in the room of David my father; and I am a little child, and know not my going out an my coming in.

  [8] ὁ δὲ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὃν ἐξελέξω, λαὸν πολύν, ὃς οὐκ ἀριθμηθήσεται,

  [8] But thy servant is in the midst of thy people, whom thou hast chosen, a great people, which cannot be numbered.

  [9] καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ τοῦ συνίειν ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ· ὅτι τίς δυνήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον;

  [9] Thou shalt give therefore to thy servant a heart to hear and to judge thy people justly, and to discern between good and evil: for who will be able to judge this thy great people?

  [10] καὶ ἤρεσεν ἐνώπιον κυρίου ὅτι ᾐτήσατο Σαλωμων τὸ ῥῆμα τοῦτο,

  [10] And it was pleasing before the Lord, that Solomon asked this thing.

  [11] καὶ εἶπεν κύριος πρὸς αὐτόν Ἀνθ ὧν ᾐτήσω παρ’ ἐμοῦ τὸ ῥῆμα τοῦτο καὶ οὐκ ᾐτήσω σαυτῷ ἡμέρας πολλὰς καὶ οὐκ ᾐτήσω πλοῦτον οὐδὲ ᾐτήσω ψυχὰς ἐχθρῶν σου, ἀλλ’ ᾐτήσω σαυτῷ σύνεσιν τοῦ εἰσακούειν κρίμα,

  [11] And the Lord said to him, Because thou hast asked this thing of me, and hast not asked for thyself long life, and hast not asked wealth, nor hast asked the lives of thine enemies, but hast asked for thyself understanding to hear judgement;

  [12] ἰδοὺ πεποίηκα κατὰ τὸ ῥῆμά σου· ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν, ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι.

  [12] behold, I have done according to thy word: behold, I have given thee an understanding and wise heart: there has not been any one like thee before thee, and after thee there shall not arise one like thee.

  [13] καὶ ἃ οὐκ ᾐτήσω, δέδωκά σοι, καὶ πλοῦτον καὶ δόξαν, ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλεῦσιν·

  [13] And I have given thee what thou hast not asked, wealth and glory, so that there has not been any one like thee among kings.

  [14] καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ὡς ἐπορεύθη Δαυιδ ὁ πατήρ σου, καὶ πληθυνῶ τὰς ἡμέρας σου.

  [14] And if thou wilt walk in my way, to keep my commandments and my ordinances, as David thy father walked, then will I multiply thy days.

  [15] καὶ ἐξυπνίσθη Σαλωμων, καὶ ἰδοὺ ἐνύπνιον· καὶ ἀνέστη καὶ παραγίνεται εἰς Ιερουσαλημ καὶ ἔστη κατὰ πρόσωπον τοῦ θυσιαστηρίου τοῦ κατὰ πρόσωπον κιβωτοῦ διαθήκης κυρίου ἐν Σιων καὶ ἀνήγαγεν ὁλοκαυτώσεις καὶ ἐποίησεν εἰρηνικὰς καὶ ἐποίησεν πότον μέγαν ἑαυτῷ καὶ πᾶσιν τοῖς παισὶν αὐτοῦ.

  [15] And Solomon awoke, and, behold, it was a dream: and he arose and came to Jerusalem, and stood before the altar that was in front of the ark of the covenant of the Lord in Sion: and he offered whole-burnt-offerings, and sacrificed peace-offerings, and made a great banquet for himself and all his servants.

  [16] Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ καὶ ἔστησαν ἐνώπιον αὐτοῦ.

  [16] Then there appeared two harlots before the king, and they stood before him.

  [17] καὶ εἶπεν ἡ γυνὴ ἡ μία Ἐν ἐμοί, κύριε· ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἴκῳ ἑνὶ καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ.

  [17] And the one woman said, Hear me, my lord; I and this woman dwelt in one house, and we were delivered in the house.

  [18] καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου καὶ ἔτεκεν καὶ ἡ γυνὴ αὕτη· καὶ ἡμεῖς κατὰ τὸ αὐτό, καὶ οὐκ ἔστιν οὐθεὶς μεθ’ ἡμῶν πάρεξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ.

  [18] And it came to pass on the third day after I was delivered, this woman also was delivered: and we were together; and there was no one with us besides our two selves in the house.

  [19] καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπ’ αὐτόν·

  [19] And this woman’s child died in the night; because she overlaid it.

  [20] καὶ ἀνέστη μέσης τῆς νυκτὸς καὶ ἔλαβεν τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνηκότα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου.

  [20] and she arose in the middle of the night, and took my son from my arms, and laid him in her bosom, and laid her dead son in my bosom.

  [21] καὶ ἀνέστην τὸ πρωῒ θηλάσαι τὸν υἱόν μου, καὶ ἐκεῖνος ἦν τεθνηκώς· καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωί, καὶ �
��δοὺ οὐκ ἦν ὁ υἱός μου, ὃν ἔτεκον.

  [21] and I arose in the morning to suckle my son, and he was dead: and, behold, I considered him in the morning, and, behold, it was not my son whom I bore.

  [22] καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα Οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, ὁ δὲ υἱός σου ὁ τεθνηκώς. καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως.

  [22] And the other woman said, No, but the living is my son, and the dead is thy son. So they spoke before the king.

  [23] καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς Σὺ λέγεις Οὗτος ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς· καὶ σὺ λέγεις Οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱός σου ὁ τεθνηκώς.

  [23] and the king said to them, Thou sayest, This is my son, even the living one, and this woman’s son is the dead one: and thou sayest, No, but the living is my son, and the dead is thy son.

  [24] καὶ εἶπεν ὁ βασιλεύς Λάβετέ μοι μάχαιραν· καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως.

  [24] And the king said, Fetch a sword. And they brought a sword before the king.

  [25] καὶ εἶπεν ὁ βασιλεύς Διέλετε τὸ παιδίον τὸ θηλάζον τὸ ζῶν εἰς δύο καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ καὶ τὸ ἥμισυ αὐτοῦ ταύτῃ.

  [25] And the king said, Divide the live child, the suckling, in two; and give half of it to one, and half of it to the other.

  [26] καὶ ἀπεκρίθη ἡ γυνή, ἧς ἦν ὁ υἱὸς ὁ ζῶν, καὶ εἶπεν πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐπὶ τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν Ἐν ἐμοί, κύριε, δότε αὐτῇ τὸ παιδίον καὶ θανάτῳ μὴ θανατώσητε αὐτόν· καὶ αὕτη εἶπεν Μήτε ἐμοὶ μήτε αὐτῇ ἔστω· διέλετε.

 

‹ Prev