Septuagint Complete Greek and English Edition
Page 776
[26] And the woman whose the living child was, answered and said to the king, (for her bowels yearned over her son) and she said, I pray thee, my lord, give her the child, and in nowise slay it. But the other said, Let it be neither mine nor hers; divide it.
[27] καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν Δότε τὸ παιδίον τῇ εἰπούσῃ Δότε αὐτῇ αὐτὸ καὶ θανάτῳ μὴ θανατώσητε αὐτόν· αὐτὴ ἡ μήτηρ αὐτοῦ.
[27] Then the king answered and said, Give the child to her that said, ‘Give it to her, and by no means slay it:’ she is its mother.
[28] καὶ ἤκουσαν πᾶς Ισραηλ τὸ κρίμα τοῦτο, ὃ ἔκρινεν ὁ βασιλεύς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον ὅτι φρόνησις θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.
[28] and all Israel heard this judgement which the king judged, and they feared before the king; because they saw that the wisdom of God was in him, to execute judgement.
CHAPTER 4
ΚΑΙ ἦν ὁ βασιλεὺς Σαλωμὼν βασιλεύων ἐπὶ ᾿Ισραήλ.
And king Solomon reigned over Israel.
[2] καὶ οὗτοι ἄρχοντες οἳ ἦσαν αὐτῷ. ᾿Αζαρίας υἱὸς Σαδὼκ
[2] And these are the princes which he had; Azarias son of Sadoc.
[3] καὶ ᾿Ελιαρὲφ καὶ ᾿Αχιὰ υἱὸς Σαβὰ γραμματεῖς. καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Αχιλὶδ ἀναμιμνήσκων
[3] Eliaph, and Achia son of Seba, scribes; and Josaphat son of Achilud, recorder.
[4] καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τῆς δυνάμεως καὶ Σαδὼκ καὶ ᾿Αβιάθαρ ἱερεῖς
[4] And Banaeas son of Jodae over the host; and Sadoc and Abiathar were priests.
[5] καὶ ᾿Ορνία υἱὸς Νάθαν ἐπὶ τῶν καθεσταμένων καὶ Ζαβούθ υἱὸς Νάθαν ἑταῖρος τοῦ βασιλέως
[5] And Ornia the son of Nathan was over the officers; and Zabuth son of Nathan was the king’s friend.
[6] καὶ ᾿Αχιὴλ ἦν οἰκονόμος καὶ ᾿Ελιὰβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς καὶ ᾿Αδωνιρὰμ υἱὸς ᾿Εφρὰ ἐπὶ τῶν φόρων.
[6] And Achisar was steward, and Eliac the chief steward; and Eliab the son of Saph was over the family: and Adoniram the son of Audon over the tribute.
[7] καὶ τῷ Σαλωμὼν δώδεκα καθεσταμένοι ἐπὶ πάντα ᾿Ισραὴλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν.
[7] And Solomon had twelve officers over all Israel, to provide for the king and his household; each one’s turn came to supply for a month in the year.
[8] καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βενὼρ ἐν ὄρει ᾿Εφραίμ, εἷς·
[8] And these were their names: Been the son of Or in the mount of Ephraim, one.
[9] υἱὸς Δακὰρ ἐν Μαχεμὰς καὶ ἐν Σαλαβὶν καὶ Βαιθσαμὺς καὶ Αἰλὼν ἕως Βηθανάν, εἷς·
[9] The son of Dacar, in Makes, and in Salabin, and Baethsamys, and Elon as far as Bethanan, one.
[10] υἱὸς ᾿Εσδὶ ἐν ᾿Αραβώθ, αὐτοῦ Σωχὼ καὶ πᾶσα ἡ γῆ ᾿Οφέρ·
[10] The son of Esdi in Araboth; his was Socho, and all the land of Opher.
[11] Χαναδὰβ καὶ ᾿Αναφαθέ, ἀνὴρ Ταβλήθ, θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα, εἷς·
[11] All Nephthador belonged to the son of Aminadab, Tephath daughter of Solomon was his wife, one.
[12] Βαανὰ υἱὸς ᾿Αχιλὶδ Θαανὰχ καὶ Μαγεδδὼ καὶ πᾶς ὁ οἶκος Σὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ ᾿Εσραὲ καὶ ἐκ Βηθσὰν ἕως Σαβελμαουλᾶ, ἕως Μαεβὲρ Λουκάμ, εἷς·
[12] Bana son of Achiluth had Ithaanach, and Mageddo, and his was the whole house of San which was by Sesathan below Esrae, and from Bethsan as far as Sabelmaula, as far as Maeber Lucam, one.
[13] υἱὸς Γαβὲρ ἐν Ρεμὰθ Γαλαάδ, τούτῳ σχοίνισμα ᾿Ερεγαβά, ἣ ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς·
[13] The son of Naber in Raboth Galaad, to him fell the lot of Ergab in Basan, sixty great cities with walls, and brazen bars, one.
[14] ᾿Αχιναδὰβ υἱὸς Σαδδὼ Μααναΐμ, εἷς·
[14] Achinadab son of Saddo, had Maanaim, one.
[15] ᾿Αχιμαὰς ἐν Νεφθαλίμ, καὶ οὗτος ἔλαβε τὴν Βασεμμὰθ θυγατέρα Σαλωμὼν εἰς γυναῖκα, εἷς·
[15] Achimaas was in Nephthalim, and he took Basemmath daughter of Solomon to wife, one.
[16] Βαανᾶ υἱὸς Χουσὶ ἐν ᾿Ασὴρ καὶ ἐν Βααλώθ, εἷς·
[16] Baana son of Chusi, in Aser and in Baaloth, one,
[17] Σαμαὰ υἱὸς ᾿Ηλὰ ἐν τῷ Βενιαμίν·
[17] Semei son of Ela, in Benjamin.
[18] Γαβὲρ υἱὸς ᾿Αδαΐ ἐν τῇ γῇ Γάδ, καὶ Σηὼν βασιλέως τοῦ ᾿Εσεβὼν καὶ ῍Ωγ βασιλέως τοῦ Βασάν· καὶ νασὶφ εἷς ἐν γῇ ᾿Ιούδα·
[18] Gaber son of Adai in the land of Gad, the land of Seon king of Esebon, and of Og king of Basan, and one officer in the land of Juda.
[19] ᾿Ιωσαφὰτ υἱὸς Φουασοὺδ ἐν ᾿Ισσάχαρ.
[19] Josaphat son of Phuasud was in Issachar.
[20] Καὶ ᾿Ιούδα καὶ ᾿Ισραὴλ πολλοὶ ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἔσθοντες καὶ πίνοντες καὶ εὐφραινόμενοι.
[20] And Judah and Israel were many, as the sand which is by the sea in multitude, eating and drinking, and making merry
CHAPTER 5
[1] Καὶ ἐχορήγουν οἱ καθεσταμένοι οὕτως τῷ βασιλεῖ Σαλωμων καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως, ἕκαστος μῆνα αὐτοῦ, οὐ παραλλάσσουσιν λόγον· καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον, οὗ ἂν ᾖ ὁ βασιλεύς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ.
And Solomon was king over all the kingdoms from the river unto the land of the Philistines, and unto the border of Egypt: they brought presents and served Solomon all the days of his life. And thus the officers provided king Solomon: and they execute every one in his month all the orders for the table of the king, they omit nothing.
[2] καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμων ἐν ἡμέρᾳ μιᾷ· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου
[2] And they carried the barley and the straw for the horses and the chariots to the place where the king might be, each according to his charge. And these were the requisite supplies for Solomon: in one day thirty measures of fine flour, and sixty measures of fine pounded meal,
[3] καὶ δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν, σ�
�τευτά.
[3] and ten choice calves, and twenty pastured oxen, and a hundred sheep, besides stags, and choice fatted does.
[4] ὅτι ἦν ἄρχων πέραν τοῦ ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν.
[4] For he had dominion on this side the river, and he was at peace on all sides round about.
[9] Καὶ ἔδωκεν κύριος φρόνησιν τῷ Σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν,
[5] And the Lord gave understanding to Solomon, and very much wisdom, and enlargement of heart, as the sand on the seashore.
[10] καὶ ἐπληθύνθη Σαλωμων σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου
[10] And Solomon abounded greatly beyond the wisdom of all the ancients, and beyond all the wise men of Egypt.
[11] καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους καὶ ἐσοφίσατο ὑπὲρ Γαιθαν τὸν Εζραίτην καὶ τὸν Αιμαν καὶ τὸν Χαλκαλ καὶ Δαρδα υἱοὺς Μαλ.
[11] And he was wiser than all other men: and he was wiser than Gaethan the Zarite, and than Ænan, and than Chalcad and Darala the son of Mal.
[12] καὶ ἐλάλησεν Σαλωμων τρισχιλίας παραβολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι.
[12] And Solomon spoke three thousand proverbs, and his songs were five thousand.
[13] καὶ ἐλάλησεν περὶ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου καὶ ἐλάλησεν περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων.
[13] And he spoke of trees, from the cedar in Libanus even to the hyssop which comes out through the wall: he spoke also of cattle, and of birds, and of reptiles, and of fishes.
[14] καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμων, καὶ ἐλάμβανεν δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ.
[14] And all the nations came to hear the wisdom of Solomon, and ambassadors from all the kings of the earth, as many as heard of his wisdom.
[14a] Καὶ ἔλαβεν Σαλωμων τὴν θυγατέρα Φαραω ἑαυτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος Ιερουσαλημ.
[14a] And Solomon took to himself the daughter of Pharao to wife, and brought her into the city of David until he had finished the house of the Lord, and his own house, and the wall of Jerusalem. 14b Then went up Pharao the king of Egypt, and took Gazer, and burnt it and the Chananite dwelling in Mergab; and Pharao gave them as a dowry to his daughter the wife of Solomon: and Solomon rebuilt Gazer.
[15] τότε ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ προκατελάβετο τὴν Γαζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργαβ, καὶ ἔδωκεν αὐτὰς Φαραω ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμων, καὶ Σαλωμων ᾠκοδόμησεν τὴν Γαζερ. Καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρῖσαι τὸν Σαλωμων ἀντὶ Δαυιδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χιραμ τὸν Δαυιδ πάσας τὰς ἡμέρας.
[15] And Chiram king of Tyre sent his servants to anoint Solomon in the room of David his father, because Chiram always loved David.
[16] καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ λέγων
[16] And Solomon sent to Chiram, saying,
[17] Σὺ οἶδας Δαυιδ τὸν πατέρα μου ὅτι οὐκ ἐδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτὸν ἕως τοῦ δοῦναι κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ.
[17] Thou knewest my father David, that he could not build a house to the name of the Lord my God because of the wars that compassed him about, until the Lord put them under the soles of his feet.
[18] καὶ νῦν ἀνέπαυσε κύριος ὁ θεός μου ἐμοὶ κυκλόθεν· οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἀπάντημα πονηρόν.
[18] And now the Lord my God has given me rest round about; there is no one plotting against me, and there is no evil trespass against me.
[19] καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου, καθὼς ἐλάλησεν κύριος ὁ θεὸς πρὸς Δαυιδ τὸν πατέρα μου λέγων Ὁ υἱός σου, ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.
[19] And, behold, I intend to build a house to the name of the Lord my God, as the Lord God spoke to my father David, saying, Thy son whom I will set on thy throne in thy place, he shall build a house to my name.
[20] καὶ νῦν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου, καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου· καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα, ὅσα ἐὰν εἴπῃς, ὅτι σὺ οἶδας ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι.
[20] And now command, and let men cut wood for me out of Libanus: and, behold, my servants shall be with thy servants, and I will give thee the wages of thy service, according to all that thou shalt say, because thou knowest that we have no one skilled in cutting timber like the Sidonians.
[21] καὶ ἐγενήθη καθὼς ἤκουσεν Χιραμ τῶν λόγων Σαλωμων, ἐχάρη σφόδρα καὶ εἶπεν Εὐλογητὸς ὁ θεὸς σήμερον, ὃς ἔδωκεν τῷ Δαυιδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον.
[21] And it came to pass, as soon as Chiram heard the words of Solomon, that he rejoiced greatly, and said, Blessed be God to-day, who has given to David a wise son over this numerous people.
[22] καὶ ἀπέστειλεν πρὸς Σαλωμων λέγων Ἀκήκοα περὶ πάντων, ὧν ἀπέσταλκας πρός με· ἐγὼ ποιήσω πᾶν θέλημά σου, ξύλα κέδρινα καὶ πεύκινα·
[22] And he sent to Solomon, saying, I have listened concerning all that thou hast sent to me for: I will do all thy will: as for timber of cedar and fir,
[23] οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν, ἐγὼ θήσομαι αὐτὰ σχεδίας ἕως τοῦ τόπου, οὗ ἐὰν ἀποστείλῃς πρός με, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ, καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ θέλημά μου τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου.
[23] my servants shall bring them down from Libanus to the sea: I will form them into rafts, and bring them to the place which thou shalt send to me about; and
I will land them there, and thou shalt take them up: and thou shalt do my will, in giving bread to my household.
[24] καὶ ἦν Χιραμ διδοὺς τῷ Σαλωμων κέδρους καὶ πᾶν θέλημα αὐτοῦ.
[24] So Chiram gave to Solomon cedars, and fir trees, and all his desire.
[25] καὶ Σαλωμων ἔδωκεν τῷ Χιραμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχιρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βεθ ἐλαίου κεκομμένου· κατὰ τοῦτο ἐδίδου Σαλωμων τῷ Χιραμ κατ’ ἐνιαυτόν.
[25] And Solomon gave to Chiram twenty thousand measures of wheat as food for his house, and twenty thousand baths of beaten oil thus Solomon gave to Chiram yearly.
[26] καὶ κύριος ἔδωκεν σοφίαν τῷ Σαλωμων, καθὼς ἐλάλησεν αὐτῷ· καὶ ἦν εἰρήνη ἀνὰ μέσον Χιραμ καὶ ἀνὰ μέσον Σαλωμων, καὶ διέθεντο διαθήκην ἀνὰ μέσον ἑαυτῶν. –
[26] And the Lord gave wisdom to Solomon as he promised him; and there was peace between Chiram and Solomon, and they made a covenant between them.
[27] καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον ἐκ παντὸς Ισραηλ, καὶ ἦν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρῶν.
[27] And the king raised a levy out of all Israel, and the levy was thirty thousand men.
[28] καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον, δέκα χιλιάδες ἐν τῷ μηνί, ἀλλασσόμενοι, μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν· καὶ Αδωνιραμ ἐπὶ τοῦ φόρου.
[28] And he sent them to Libanus, ten thousand taking turn every month: they were a month in Libanus and two months at home: and Adoniram was over the levy.