Book Read Free

Septuagint Complete Greek and English Edition

Page 800

by Septuagint


  [16] And Ju rode and advanced, and came down to Jezrael; for Joram king of Israel was getting healed in Jezrael of the arrow-wounds wherewith the Syrians had wounded him in Rammath in the war with Azael king of Syria; for he was strong and a mighty man: and Ochozias king of Juda was come down to see Joram.

  [17] καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον ἐν Ιεζραελ καὶ εἶδεν τὸν κονιορτὸν Ιου ἐν τῷ παραγίνεσθαι αὐτὸν καὶ εἶπεν Κονιορτὸν ἐγὼ βλέπω. καὶ εἶπεν Ιωραμ Λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν, καὶ εἰπάτω Εἰ εἰρήνη;

  [17] And there went up a watchman upon the tower of Jezrael, and saw the dust made by Ju as he approached; and he said, I see dust. And Joram said, Take a horseman, and send to meet them, and let him say, Peace.

  [18] καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπεν Τάδε λέγει ὁ βασιλεύς Εἰ εἰρήνη; καὶ εἶπεν Ιου Τί σοι καὶ εἰρήνῃ; ἐπίστρεφε εἰς τὰ ὀπίσω μου. καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων Ἦλθεν ὁ ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν.

  [18] And there went a horseman to meet them, and said, Thus says the king, Peace. And Ju said, What hast thou to do with peace? turn behind me. And the watchman reported, saying, The messenger came up to them, and has not returned.

  [19] καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον, καὶ ἦλθεν πρὸς αὐτὸν καὶ εἶπεν Τάδε λέγει ὁ βασιλεύς Εἰ εἰρήνη; καὶ εἶπεν Ιου Τί σοι καὶ εἰρήνῃ; ἐπιστρέφου εἰς τὰ ὀπίσω μου.

  [19] And he sent another horseman, and he came to him, and said, Thus says the king, Peace. And Ju said, What hast thou to do with peace? turn behind me.

  [20] καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων Ἦλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν· καὶ ὁ ἄγων ἦγεν τὸν Ιου υἱὸν Ναμεσσιου, ὅτι ἐν παραλλαγῇ ἐγένετο.

  [20] And the watchman reported, saying, He came up to them, and has not returned: and the driver drives Ju the son of Namessi, for it is with furious haste.

  [21] καὶ εἶπεν Ιωραμ Ζεῦξον· καὶ ἔζευξεν ἅρμα. καὶ ἐξῆλθεν Ιωραμ βασιλεὺς Ισραηλ καὶ Οχοζιας βασιλεὺς Ιουδα, ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ, καὶ ἐξῆλθον εἰς ἀπαντὴν Ιου καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαι τοῦ Ιεζραηλίτου.

  [21] And Joram said, Make ready. And one made ready the chariot: and Joram the king of Israel went forth, and Ochozias king of Juda, each in his chariot, and they went to meet Ju, and found him in the portion of Nabuthai the Jezraelite.

  [22] καὶ ἐγένετο ὡς εἶδεν Ιωραμ τὸν Ιου, καὶ εἶπεν Εἰ εἰρήνη, Ιου; καὶ εἶπεν Ιου Τί εἰρήνη; ἔτι αἱ πορνεῖαι Ιεζαβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά.

  [22] And it came to pass when Joram saw Ju, that he said, Is it peace, Ju? And Ju said, How can it be peace? as yet there are the whoredoms of thy mother Jezabel, and her abundant witchcrafts.

  [23] καὶ ἐπέστρεψεν Ιωραμ τὰς χεῖρας αὐτοῦ τοῦ φυγεῖν καὶ εἶπεν πρὸς Οχοζιαν Δόλος, Οχοζια.

  [23] And Joram turned his hands, and fled, and said to Ochozias, Treachery, Ochozias.

  [24] καὶ ἔπλησεν Ιου τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξεν τὸν Ιωραμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλθεν τὸ βέλος διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ.

  [24] And Ju bent his bow with his full strength, and smote Joram between his arms, and his arrow went out at his heart, and he bowed upon his knees.

  [25] καὶ εἶπεν Ιου πρὸς Βαδεκαρ τὸν τριστάτην αὐτοῦ Ῥῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαι τοῦ Ιεζραηλίτου· ὅτι μνημονεύω, ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Αχααβ τοῦ πατρὸς αὐτοῦ, καὶ κύριος ἔλαβεν ἐπ’ αὐτὸν τὸ λῆμμα τοῦτο λέγων

  [25] And Ju said to Badecar his chief officer, Cast him into the portion of ground of Nabuthai the Jezraelite, for I and thou remember, riding as we were on chariots after Achaab his father, that the Lord took up this burden against him, saying,

  [26] Εἰ μὴ μετὰ τῶν αἱμάτων Ναβουθαι καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές, φησὶν κύριος, καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, φησὶν κύριος· καὶ νῦν ἄρας δὴ ῥῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα κυρίου.

  [26] Surely, I have seen yesterday the blood of Nabuthai, and the blood of his sons, saith the Lord; and I will recompense him in this portion, saith the Lord. Now then, I pray thee, take him up and cast him into the portion, according to the word of the Lord.

  [27] καὶ Οχοζιας βασιλεὺς Ιουδα εἶδεν καὶ ἔφυγεν ὁδὸν Βαιθαγγαν, καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ιου καὶ εἶπεν Καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν ἐν τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαι, ἥ ἐστιν Ιεβλααμ, καὶ ἔφυγεν εἰς Μαγεδδων καὶ ἀπέθανεν ἐκεῖ.

  [27] And Ochozias king of Juda saw it, and fled by the way of Baethgan. And Ju pursued after him, and said, Slay him also. And one smote him in the chariot at the going up of Gai, which is Jeblaam: and he fled to Mageddo, and died there.

  [28] καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυιδ. –

  [28] And his servants put him on a chariot, and brought him to Jerusalem, and they buried him in his sepulchre in the city of David.

  [29] καὶ ἐν ἔτει ἑνδεκάτῳ Ιωραμ βασιλέως Ισραηλ ἐβασίλευσεν Οχοζιας ἐπὶ Ιουδαν.

  [29] And in the eleventh year of Joram king of Israel, Ochozias began to reign over Juda.

  [30] Καὶ ἦλθεν Ιου εἰς Ιεζραελ· καὶ Ιεζαβελ ἤκουσεν καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνεν τὴν κεφαλὴν αὐτῆς καὶ διέκυψεν διὰ τῆς θυρίδος.

  [30] And Ju came to Jezrael; and Jezabel heard of it, and coloured her eyes, and adorned her head, and looked through the window.

  [31] καὶ Ιου εἰσεπορεύετο ἐν τῇ πόλει, καὶ εἶπεν Εἰ εἰρήνη, Ζαμβρι ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ;

  [31] And Ju entered into the city; and she said, Had Zambri, the murderer of his master, peace?

  [32] καὶ ἐπῆρεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτὴν καὶ εἶπεν Τίς εἶ σύ; κατάβηθι μετ’ ἐμοῦ. καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι·

  [32] And he lifted up his face toward the window, and saw her, and said, Who art thou? Come down with me. And two eunuchs looked down towards him.

  [33] καὶ εἶπεν Κυλίσατε αὐτήν· καὶ �
�κύλισαν αὐτήν, καὶ ἐρραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν.

  [33] And he said, Throw her down. And they threw her down; and some of her blood was sprinkled on the wall, and on the horses: and they trampled on her.

  [34] καὶ εἰσῆλθεν Ιου καὶ ἔφαγεν καὶ ἔπιεν καὶ εἶπεν Ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν, ὅτι θυγάτηρ βασιλέως ἐστίν.

  [34] And Ju went in and ate and drank, and said, Look now, after this cursed woman, and bury her, for she is a king’s daughter.

  [35] καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν.

  [35] And they went to bury her; but they found nothing of her but the skull, and the feet, and the palms of her hands.

  [36] καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ, καὶ εἶπεν Λόγος κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου τοῦ Θεσβίτου λέγων Ἐν τῇ μερίδι Ιεζραελ καταφάγονται οἱ κύνες τὰς σάρκας Ιεζαβελ,

  [36] And they returned and told him. And he said, It is the word of the Lord, which he spoke by the hand of Eliu the Thesbite, saying, In the portion of Jezrael shall the dogs eat the flesh of Jezabel.

  [37] καὶ ἔσται τὸ θνησιμαῖον Ιεζαβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ιεζραελ ὥστε μὴ εἰπεῖν αὐτούς Ιεζαβελ.

  [37] And the carcass of Jezabel shall be as dung on the face of the field in the portion of Jezrael, so that they shall not say, This is Jezabel.

  CHAPTER 10

  [1] Καὶ τῷ Αχααβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ. καὶ ἔγραψεν Ιου βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς υἱῶν Αχααβ λέγων

  [1] And Achaab had seventy sons in Samaria. And Ju wrote a letter, and sent it into Samaria to the rulers of Samaria, and to the elders, and to the guardians of the children of Achaab, saying.

  [2] Καὶ νῦν ὡς ἐὰν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς, μεθ’ ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν καὶ μεθ’ ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα,

  [2] Now then, as soon as this letter shall have reached you, whereas there are with you the sons of your master, and with you chariots and horses, and strong cities, and arms,

  [3] καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν.

  [3] do ye accordingly look out the best and fittest among your master’s sons, and set him on the throne of his father, and fight for the house of your master.

  [4] καὶ ἐφοβήθησαν σφόδρα καὶ εἶπον Ἰδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ, καὶ πῶς στησόμεθα ἡμεῖς;

  [4] And they feared greatly, and said, Behold, two kings stood not before him: and how shall we stand?

  [5] καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς Ιου λέγοντες Παῖδές σου ἡμεῖς, καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς, ποιήσομεν· οὐ βασιλεύσομεν ἄνδρα, τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ποιήσομεν.

  [5] So they that were over the house, and they that were over the city, and the elders and the guardians, sent to Ju, saying, We also are thy servants, and whatsoever thou shalt say to us we will do; we will not make any man king: we will do that which is right in thine eyes.

  [6] καὶ ἔγραψεν πρὸς αὐτοὺς βιβλίον δεύτερον λέγων Εἰ ἐμοὶ ὑμεῖς καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον εἰς Ιεζραελ. καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες· οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς.

  [6] And Ju wrote them a second letter, saying, If ye are for me, and hearken to my voice, take the heads of the men your master’s sons, and bring them to me at this time to-morrow in Jezrael. Now the sons of the king were seventy men; these great men of the city brought them up.

  [7] καὶ ἐγένετο ὡς ἦλθεν τὸ βιβλίον πρὸς αὐτούς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς, ἑβδομήκοντα ἄνδρας, καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ιεζραελ.

  [7] And it came to pass, when the letter came to them, that they took the king’s sons, and slew them, even seventy men, and put their heads in baskets, and sent them to him at Jezrael.

  [8] καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλεν λέγων Ἤνεγκαν τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως· καὶ εἶπεν Θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης εἰς πρωί.

  [8] And a messenger came and told him, saying, They have brought the heads of the king’s sons. And he said, Lay them in two heaps by the door of the gate until the morning.

  [9] καὶ ἐγένετο πρωῒ καὶ ἐξῆλθεν καὶ ἔστη ἐν τῷ πυλῶνι τῆς πόλεως καὶ εἶπεν πρὸς πάντα τὸν λαόν Δίκαιοι ὑμεῖς, ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν· καὶ τίς ἐπάταξεν πάντας τούτους;

  [9] And the morning came, and he went forth, and stood, and said to all the people, Ye are righteous: behold, I conspired against my master, and slew him: but who slew all these?

  [10] ἴδετε αφφω ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος κυρίου εἰς τὴν γῆν, οὗ ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον Αχααβ· καὶ κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου. –

  [10] See now that there shall not fall to the ground anything of the word of the Lord which the Lord spoke against the house of Achaab: for the Lord has performed all that he spoke of by the hand of his servant Eliu.

  [11] καὶ ἐπάταξεν Ιου πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ Αχααβ ἐν Ιεζραελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα.

  [11] And Ju smote all that were left of the house of Achaab in Jezrael, and all his great men, and his acquaintance, and his priests, so as not to leave him any remnant.

  [12] Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαμάρειαν. αὐτὸς ἐν Βαι�
�ακαδ τῶν ποιμένων ἐν τῇ ὁδῷ,

  [12] And he arose and went to Samaria, and he was in the house of sheep-shearing in the way.

  [13] καὶ Ιου εὗρεν τοὺς ἀδελφοὺς Οχοζιου βασιλέως Ιουδα καὶ εἶπεν Τίνες ὑμεῖς; καὶ εἶπον Οἱ ἀδελφοὶ Οχοζιου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης.

  [13] And Ju found the brethren of Ochozias king of Juda, and said, Who are ye? And they said, We are the brethren of Ochozias, and we have come down to salute the sons of the king, and the sons of the queen.

  [14] καὶ εἶπεν Συλλάβετε αὐτοὺς ζῶντας· καὶ συνέλαβον αὐτοὺς ζῶντας. καὶ ἔσφαξαν αὐτοὺς εἰς Βαιθακαδ, τεσσαράκοντα καὶ δύο ἄνδρας, οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν. –

  [14] And he said, Take them alive. And they slew them at the shearing-house, forty and two men: he left not a man of them.

  [15] καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρεν τὸν Ιωναδαβ υἱὸν Ρηχαβ ἐν τῇ ὁδῷ εἰς ἀπαντὴν αὐτοῦ, καὶ εὐλόγησεν αὐτόν. καὶ εἶπεν πρὸς αὐτὸν Ιου Εἰ ἔστιν καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου; καὶ εἶπεν Ιωναδαβ Ἔστιν. καὶ εἶπεν Ιου Καὶ εἰ ἔστιν, δὸς τὴν χεῖρά σου. καὶ ἔδωκεν τὴν χεῖρα αὐτοῦ, καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα

  [15] And he went thence and found Jonadab the son of Rechab coming to meet him; and he saluted him, and Ju said to him, Is thy heart right with my heart, as my heart is with thy heart? And Jonadab said, It is. And Ju said, If it is then, give me thy hand. And he gave him his hand, and he took him up to him into the chariot.

 

‹ Prev