Book Read Free

Septuagint Complete Greek and English Edition

Page 801

by Septuagint


  [16] καὶ εἶπεν πρὸς αὐτόν Δεῦρο μετ’ ἐμοῦ καὶ ἰδὲ ἐν τῷ ζηλῶσαί με τῷ κυρίῳ Σαβαωθ· καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ. –

  [16] And he said to him, Come with me, and see me zealous for the Lord. And he caused him to sit in his chariot.

  [17] καὶ εἰσῆλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξεν πάντας τοὺς καταλειφθέντας τοῦ Αχααβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν πρὸς Ηλιου.

  [17] And he entered into Samaria, and smote all that were left of Achaab in Samaria, until he had utterly destroyed him, according to the word of the Lord, which he spoke to Eliu.

  [18] Καὶ συνήθροισεν Ιου πάντα τὸν λαὸν καὶ εἶπεν πρὸς αὐτούς Αχααβ ἐδούλευσεν τῷ Βααλ ὀλίγα, καί γε Ιου δουλεύσει αὐτῷ πολλά·

  [18] And Ju gathered all the people, and said to them, Achaab served Baal a little; Ju shall serve him much.

  [19] καὶ νῦν, πάντες οἱ προφῆται τοῦ Βααλ, πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρός με, ἀνὴρ μὴ ἐπισκεπήτω, ὅτι θυσία μεγάλη μοι τῷ Βααλ· πᾶς, ὃς ἐὰν ἐπισκεπῇ, οὐ ζήσεται. καὶ Ιου ἐποίησεν ἐν πτερνισμῷ, ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ Βααλ.

  [19] Now then do all ye the prophets of Baal call all his servants and his priests to me; let not a man be wanting: for I have a great sacrifice to offer to Baal; every one who shall be missing shall die. But Ju did it in subtilty, that he might destroy the servants of Baal.

  [20] καὶ εἶπεν Ιου Ἁγιάσατε ἱερείαν τῷ Βααλ· καὶ ἐκήρυξαν.

  [20] And Ju said, Sanctify a solemn festival to Baal, and they made a proclamation.

  [21] καὶ ἀπέστειλεν Ιου ἐν παντὶ Ισραηλ λέγων Καὶ νῦν πάντες οἱ δοῦλοι τοῦ Βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ, μηδεὶς ἀπολειπέσθω, ὅτι θυσίαν μεγάλην ποιῶ· ὃς ἂν ἀπολειφθῇ, οὐ ζήσεται. καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ· οὐ κατελείφθη ἀνήρ, ὃς οὐ παρεγένετο. καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ Βααλ, καὶ ἐπλήσθη ὁ οἶκος τοῦ Βααλ στόμα εἰς στόμα.

  [21] And Ju sent throughout all Israel, saying, Now then let all Baal’s servants, and all his priests, and all his prophets come, let none be lacking: for I am going to offer a great sacrifice; whosoever shall be missing, shall not live. So all the servants of Baal came, and all his priests, and all his prophets: there was not one left who came not. And they entered into the house of Baal; and the house of Baal was filled from one end to the other.

  [22] καὶ εἶπεν Ιου τῷ ἐπὶ τοῦ οἴκου μεσθααλ Ἐξάγαγε ἐνδύματα πᾶσι τοῖς δούλοις τοῦ Βααλ· καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής.

  [22] And he said to the man who was over the house of the wardrobe, Bring forth a robe for all the servants of Baal. And the keeper of the robes brought forth to them.

  [23] καὶ εἰσῆλθεν Ιου καὶ Ιωναδαβ υἱὸς Ρηχαβ εἰς οἶκον τοῦ Βααλ καὶ εἶπεν τοῖς δούλοις τοῦ Βααλ Ἐρευνήσατε καὶ ἴδετε εἰ ἔστιν μεθ’ ὑμῶν τῶν δούλων κυρίου, ὅτι ἀλλ’ ἢ οἱ δοῦλοι τοῦ Βααλ μονώτατοι.

  [23] And Ju and Jonadab the son of Rechab entered into the house of Baal, and said to the servants of Baal, Search, and see whether there is among you any of the servants of the Lord, or only the servants of Baal, by themselves.

  [24] καὶ εἰσῆλθεν τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα. καὶ Ιου ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν Ἀνήρ, ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν, ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρας ὑμῶν, ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ.

  [24] And he went in to offer sacrifices and whole-burnt-offerings; and Ju set for himself eighty men without, and said, Every man who shall escape of the men whom I bring into your hand, the life of him that spares him shall go for his life.

  [25] καὶ ἐγένετο ὡς συνετέλεσεν ποιῶν τὴν ὁλοκαύτωσιν, καὶ εἶπεν Ιου τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις Εἰσελθόντες πατάξατε αὐτούς, ἀνὴρ μὴ ἐξελθάτω ἐξ αὐτῶν· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας, καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βααλ.

  [25] And it came to pass, when he had finished offering the whole-burnt-offering, that Ju said to the footmen and to the officers, Go ye in and slay them; let not a man of them escape. So they smote them with the edge of the sword, and the footmen and the officers cast the bodies forth, and went to the city of the house of Baal.

  [26] καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ Βααλ καὶ ἐνέπρησαν αὐτήν.

  [26] And they brought out the pillar of Baal, and burnt it.

  [27] καὶ κατέσπασαν τὰς στήλας τοῦ Βααλ καὶ καθεῖλον τὸν οἶκον τοῦ Βααλ καὶ ἔταξαν αὐτὸν εἰς λυτρῶνας ἕως τῆς ἡμέρας ταύτης.

  [27] And they tore down the pillars of Baal, and made his house a draught-house until this day.

  [28] Καὶ ἠφάνισεν Ιου τὸν Βααλ ἐξ Ισραηλ·

  [28] So Ju abolished Baal out of Israel.

  [29] πλὴν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, οὐκ ἀπέστη Ιου ἀπὸ ὄπισθεν αὐτῶν, αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθηλ καὶ ἐν Δαν.

  [29] Nevertheless Ju departed not from following the sins of Jeroboam the son of Nabat, who led Israel to sin: these were the golden heifers in Baethel and in Dan.

  [30] καὶ εἶπεν κύριος πρὸς Ιου Ἀνθ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου καὶ πάντα, ὅσα ἐν τῇ καρδίᾳ μου, ἐποίησας τῷ οἴκῳ Αχααβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ισραηλ.

  [30] And the Lord said to Ju, Because of all thy deeds wherein thou hast acted well in doing that which was right in my eyes, according to all things which thou hast done to the house of Achaab as they were in my heart, thy sons to the fourth generation shall sit upon the throne of Israel.

  [31] καὶ Ιου οὐκ ἐφύλαξεν πορεύεσθαι ἐν νόμῳ κυρίου θεοῦ Ισραηλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, οὐκ ἀπέστη ἐπάνωθεν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ. –

  [31] But Ju took no heed to walk in the law of the Lord God of Israel with all his heart: he departed not from following the sins of Jeroboam, who made Israel to sin.

  [32] ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο κύριος συγκόπτειν ἐν τῷ Ισραηλ, κα�
� ἐπάταξεν αὐτοὺς Αζαηλ ἐν παντὶ ὁρίῳ Ισραηλ

  [32] In those days the Lord began to cut Israel short; and Azael smote them in every coast of Israel;

  [33] ἀπὸ τοῦ Ιορδάνου κατ’ ἀνατολὰς ἡλίου, πᾶσαν τὴν γῆν Γαλααδ τοῦ Γαδδι καὶ τοῦ Ρουβην καὶ τοῦ Μανασση ἀπὸ Αροηρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων, καὶ τὴν Γαλααδ καὶ τὴν Βασαν.

  [33] from Jordan eastward all the land of Galaad belonging to the Gadites, of Gaddi and that of Ruben, and of Manasses, from Aroer, which is on the brink of the brook of Arnon, and Galaad and Basan.

  [34] καὶ τὰ λοιπὰ τῶν λόγων Ιου καὶ πάντα, ὅσα ἐποίησεν, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις, ἃς συνῆψεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ;

  [34] And the rest of the acts of Ju, and all that he did, and all his might, and the wars wherein he engaged, are not these things written in the book of the chronicles of the kings of Israel?

  [35] καὶ ἐκοιμήθη Ιου μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ιωαχας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

  [35] And Ju slept with his fathers; and they buried him in Samaria: and Joachaz his son reigned in his stead.

  [36] καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Ιου ἐπὶ Ισραηλ, εἴκοσι ὀκτὼ ἔτη ἐν Σαμαρείᾳ.

  [36] And the days which Ju reigned over Israel were twenty-eight years in Samaria.

  CHAPTER 11

  ΚΑΙ Γοθολία ἡ μήτηρ ᾿Οχοζίου εἶδεν ὅτι ἀπέθανεν ὁ υἱὸς αὐτῆς, καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας.

  [1] And Gotholia the mother of Ochozias saw that her son was dead, and she destroyed all the seed royal.

  [2] καὶ ἔλαβεν ᾿Ιωσαβεὲ θυγάτηρ τοῦ βασιλέως ᾿Ιωρὰμ ἀδελφὴ ᾿Οχοζίου τὸν ᾿Ιωὰς υἱὸν ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ, ἐν τῷ ταμείῳ τῶν κλινῶν, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολίας καὶ οὐκ ἐθανατώθη.

  [2] And Josabee daughter of king Joram, sister of Ochozias, took Joas the son of her brother, and stole him from among the king’s sons that were put to death, secreting him and his nurse in the bedchamber, and hid him from the face of Gotholia, and he was not slain.

  [3] καὶ ἦν μετ᾿ αὐτῆς κρυβόμενος ἐν οἴκῳ Κυρίου ἕξ ἔτη· καὶ Γοθολία βασιλεύουσα ἐπὶ τῆς γῆς.

  [3] And he remained with her hid in the house of the Lord six years: and Gotholia reigned over the land.

  [4] καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν ᾿Ιωδαὲ ὁ ἱερεὺς καὶ ἔλαβε τοὺς ἑκατοντάρχους τῶν Χορρὶ καὶ τῶν Ρασίμ, καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον Κυρίου καὶ διέθετο αὐτοῖς διαθήκην Κυρίου καὶ ὥρκωσεν αὐτοὺς ἐνώπιον Κυρίου καὶ ἔδειξεν αὐτοῖς ᾿Ιωδαὲ τὸν υἱὸν τοῦ βασιλέως

  [4] And in the seventh year Jodae sent and took the captains of hundreds of the Chorri and of the Rhasim, and brought them to him into the house of the Lord, and made a covenant of the Lord with them, and adjured them, and Jodae shewed them the king’s son.

  [5] καὶ ἐνετείλατο αὐτοῖς λέγων· οὗτος ὁ λόγος, ὃν ποιήσετε·

  [5] And charged them, saying, This is the thing which ye shall do.

  [6] τὸ τρίτον ἐξ ὑμῶν εἰσελθέτω τὸ σάββατον καὶ φυλάξατε φυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων· καὶ φυλάξατε τὴν φυλακὴν τοῦ οἴκου.

  [6] Let a third part of you go in on the sabbath-day, and keep ye the watch of the king’s house in the porch; and another third in the gate of the high way, and a third at the gate behind the footmen; and keep ye the guard of the house.

  [7] καὶ δύο χεῖρες ἐν ὑμῖν, πᾶς ὁ ἐκπορευόμενος τὸ σάββατον, καὶ φυλάξουσι τὴν φυλακὴν οἴκου Κυρίου πρὸς τὸν βασιλέα·

  [7] And there shall be two parties among you, even every one that goes out on the Sabbath, and they shall keep the guard of the Lord’s house before the king.

  [8] καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὰς σαδηρὼθ ἀποθανεῖται. καὶ ἔσονται μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν.

  [8] And do ye compass the king about every man with his weapon in his hand, and he that goes into the ranges shall die: and they shall be with the king in his going out and in his coming in.

  [9] καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα, ὅσα ἐνετείλατο ᾿Ιωδαὲ ὁ συνετός, καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ καὶ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλθον πρὸς ᾿Ιωδαὲ τὸν ἱερέα.

  [9] And the captains of hundreds did all things that the wise Jodae commanded; and they took each his men, both those that went in on the sabbath-day, and those that went out on the sabbath-day, and went in to Jodae the priest.

  [10] καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως Δαυὶδ τοῦ ἐν οἴκῳ Κυρίου.

  [10] And the priest gave to the captains of hundreds the swords and spears of king David that were in the house of the Lord.

  [11] καὶ ἔστησαν οἱ παρατρέχοντες, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ.

  [11] And the footmen stood each with his weapon in his hand from the right corner of the house to the left corner of the house, by the altar and the house round about the king.

  [12] καὶ ἐξαπέστειλε τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ᾿ αὐτὸν τὸ νεζὲρ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν, καὶ ἐκρότησαν τῇ χειρὶ καὶ εἶπαν· ζήτω ὁ βασιλεύς.

  [12] And he brought forth the king’s son, and put upon him the crown and gave him the testimony; and he made him king, and anointed him: and they clapped their hands, and said, Long live the king.

  [13] καὶ ἤκουσε Γοθολία τὴν φωνὴν τῶν τρεχόντων τοῦ λαοῦ καὶ εἰσῆλθε πρ�
��ς τὸν λαὸν εἰς οἶκον Κυρίου.

  [13] And Gotholia heard the sound of the people running, and she went in to the people to the house of the Lord.

  [14] καὶ εἶδε καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα, καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξι· καὶ διέρρηξε Γοθολία τὰ ἱμάτια ἑαυτῆς καὶ ἐβόησε· σύνδεσμος σύνδεσμος.

  [14] And she looked, and, behold, the king stood near a pillar according to the manner; and the singers and the trumpeters were before the king and all the people of the land even rejoicing and sounding with trumpets: and Gotholia rent her garments, and cried, A conspiracy, a conspiracy.

  [15] καὶ ἐνετείλατο ᾿Ιωδαὲ ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοῖς ἐπισκόποις τῆς δυνάμεως καὶ εἶπε πρὸς αὐτούς· ἐξαγάγετε αὐτὴν ἔσωθεν τῶν σαδηρώθ· ὁ εἰσπορευόμενος ὀπίσω αὐτῆς θανάτῳ θανατωθήσεται ἐν ρομφαίᾳ· ὅτι εἶπεν ὁ ἱερεύς· καὶ μὴ ἀποθάνῃ ἐν οἴκῳ Κυρίου.

  [15] And Jodae the priest commanded the captains of hundreds who were over the host, and said to them, Bring her forth without the ranges, and he that goes in after her shall certainly die by the sword. For the priest said, Let her not however be slain in the house of the Lord.

  [16] καὶ ἐπέθηκαν αὐτῇ χεῖρας, καὶ εἰσῆλθεν ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως καὶ ἀπέθανεν ἐκεῖ.

  [16] And they laid hands upon her, and went in by the way of the horses’ entrance into the house of the Lord, and she was slain there.

 

‹ Prev