Book Read Free

Septuagint Complete Greek and English Edition

Page 1175

by Septuagint


  [11] καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπον Περιωδεύκαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει.

  [11] And they answered the angel of the Lord that stood between the mountains, and said, We have gone round all the earth, and, behold, all the earth is inhabited, and is at rest.

  [12] καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου καὶ εἶπεν Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;

  [12] Then the angel of the Lord answered and said, O Lord Almighty, how long wilt thou have no mercy on Jerusalem, and the cities of Juda, which thou has disregarded these seventy years?

  [13] καὶ ἀπεκρίθη κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς.

  [13] And the Lord Almighty answered the angel that spoke with me good words and consolatory sayings.

  [14] καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάκραγε λέγων Τάδε λέγει κύριος παντοκράτωρ Ἐζήλωκα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζῆλον μέγαν

  [14] And the angel that spoke with me said to me, Cry out and say,

  Thus saith the Lord Almighty; I have been jealous for Jerusalem and Sion with great jealousy.

  [15] καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.

  [15] And I am very angry with the heathen that combine to attack her: forasmuch as I indeed was a little angry, but they combined to attack her for evil.

  [16] διὰ τοῦτο τάδε λέγει κύριος Ἐπιστρέψω ἐπὶ Ιερουσαλημ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ιερουσαλημ ἔτι.

  [16] Therefore thus saith the Lord: I will return to Jerusalem with compassion; and my house shall be rebuilt in her, saith the Lord Almighty, and a measuring line shall yet be stretched out over Jerusalem.

  [17] καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάκραγε λέγων Τάδε λέγει κύριος παντοκράτωρ Ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει κύριος ἔτι τὴν Σιων καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ.

  [17] And the angel that spoke with me said to me, Cry yet, and say, Thus saith the Lord Almighty; Yet shall cities be spread abroad through prosperity; and the Lord shall yet have mercy upon Sion, and shall choose Jerusalem.

  [18] Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα.

  [18] And I lifted up mine eyes and looked, and behold four horns.

  [19] καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστιν ταῦτα, κύριε; καὶ εἶπεν πρός με Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ.

  [19] And I said to the angel that spoke with me, What are these things, my lord? And he said to me, These are the horns that have scattered Juda, and Israel, and Jerusalem.

  [20] καὶ ἔδειξέν μοι κύριος τέσσαρας τέκτονας.

  [20] And the Lord shewed me four artificers.

  [21] καὶ εἶπα Τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπεν πρός με Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρεν κεφαλήν· καὶ εἰσῆλθον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν κυρίου τοῦ διασκορπίσαι αὐτήν.

  [21] And I said, What are these coming to do? And he said, These are the horns that scattered Juda, and they broke Israel in pieces, and none of them lifted up his head: and these are come forth to sharpen them for their hands, even the four horns, the nations that lifted up the horn against the land of the Lord to scatter it.

  CHAPTER 2

  [1] Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν.

  [1] And I lifted up mine eyes, and looked, and behold a man, and in his hand a measuring line.

  [2] καὶ εἶπα πρὸς αὐτόν Ποῦ σὺ πορεύῃ; καὶ εἶπεν πρός με Διαμετρῆσαι τὴν Ιερουσαλημ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστιν καὶ πηλίκον τὸ μῆκος.

  [2] And I said to him, Whither goest thou? And he said to me, To measure Jerusalem, to see what is the breadth of it, and what is the length of it.

  [3] καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ

  [3] And, behold, the angel that spoke with me stood by, and another angel went forth to meet him,

  [4] καὶ εἶπεν πρὸς αὐτὸν λέγων Δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων Κατακάρπως κατοικηθήσεται Ιερουσαλημ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς·

  [4] and spoke to him, saying, Run and speak to that young man, saying,

  Jerusalem shall be fully inhabited by reason of the abundance of men and cattle in the midst of her.

  [5] καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει κύριος, τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.

  [5] And I will be to her, saith the Lord, a wall of fire round about, and I will be for a glory in the midst of her.

  [6] ὦ ὦ φεύγετε ἀπὸ γῆς βορρᾶ, λέγει κύριος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει κύριος·

  [6] Ho, ho, flee from the land of the north, saith the Lord: for I will gather you from the four winds of heaven, saith the Lord,

  [7] εἰς Σιων ἀνασῴζεσθε, οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος.

  [7] even to Sion: deliver yourselves, ye that dwell with the daughter of Babylon.

  [8] διότι τάδε λέγει κύριος παντοκράτωρ Ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ·

  [8] For thus saith the Lord Almighty; After the glory has he sent me to the nations that spoiled you: for he that touches you is as one that touches the apple of his eye.

  [9] διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ’ αὐτούς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με.

  [9] For, behold, I bring my hand upon them, and they shall
be a spoil to them that serve them: and ye shall know that the Lord Almighty has sent me.

  [10] τέρπου καὶ εὐφραίνου, θύγατερ Σιων, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος.

  [10] Rejoice and be glad, O daughter of Sion: for, behold, I come, and will dwell in the midst of thee, saith the Lord.

  [11] καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ.

  [11] And many nations shall flee for refuge to the Lord in that day, and they shall be for a people to him, and they shall dwell in the midst of thee: and thou shalt know that the Lord Almighty has sent me to thee.

  [12] καὶ κατακληρονομήσει κύριος τὸν Ιουδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ.

  [12] And the Lord shall inherit Juda his portion in the holy land, and he will yet choose Jerusalem.

  [13] εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου κυρίου, διότι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ.

  [13] Let all flesh fear before the Lord: for he has risen up from his holy clouds.

  CHAPTER 3

  [1] Καὶ ἔδειξέν μοι Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ.

  [1] And the Lord shewed me Jesus the high priest standing before the angel of the Lord, and the Devil stood on his right hand to resist him.

  [2] καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον Ἐπιτιμήσαι κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός;

  [2] And the Lords said to the Devil,

  The Lord rebuke thee, O Devil, even the Lord that has chosen Jerusalem rebuke thee: behold! is not this as a brand plucked from the fire?

  [3] καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου.

  [4] Now Jesus was clothed in filthy raiment, and stood before the angel.

  [4] καὶ ἀπεκρίθη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ’ αὐτοῦ. καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη

  [5] And the Lord answered and spoke to those who stood before him, saying, Take away the filthy raiment from him: and he said to him, Behold, I have taken away thine iniquities: and clothe ye him with a long robe,

  [5] καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. καὶ περιέβαλον αὐτὸν ἱμάτια καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ὁ ἄγγελος κυρίου εἱστήκει.

  [6] and place a pure mitre upon his head. So they placed a pure mitre upon his head, and clothed him with garments: and the angel of the Lord stood by.

  [6] καὶ διεμαρτύρατο ὁ ἄγγελος κυρίου πρὸς Ἰησοῦν λέγων

  [7] And the angel of the Lord testified to Jesus, saying,

  [7] Τάδε λέγει κύριος παντοκράτωρ Ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐὰν τὰ προστάγματά μου φυλάξῃς, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου· καὶ ἐὰν διαφυλάξῃς καί γε τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων.

  [8] Thus saith the Lord Almighty;

  If thou wilt walk in my ways, and take heed to my charges, then shalt thou judge my house: and if thou wilt diligently keep my court, then will I give thee men to walk in the midst of these that stand here.

  [8] ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατοσκόποι εἰσί· διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν·

  [9] Hear now, Jesus the high priest, thou, and thy neighbours that are sitting before thee: for they are diviners, for, behold, I bring forth my servant The Branch.

  [9] διότι ὁ λίθος, ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν· ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ.

  [10] For as for the stone which I have set before the face of Jesus, on the one stone are seven eyes: behold, I am digging a trench, saith the Lord Almighty, and I will search out all the iniquity of that land in one day.

  [10] ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος παντοκράτωρ, συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς.

  [11] In that day, saith the Lord Almighty, ye shall call together every man his neighbour under the vine and under the fig-tree.

  CHAPTER 4

  [1] Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ

  [1] And the angel that talked with me returned, and awakened me, as when a man is awakened out of his sleep.

  [2] καὶ εἶπεν πρός με Τί σύ βλέπεις; καὶ εἶπα Ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς·

  [2] And he said to me, What seest thou? And I said, I have seen, and behold a candlestick all of gold, and its bowl upon it, and seven lamps upon it, and seven oil funnels to the lamps upon it:

  [3] καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου καὶ μία ἐξ εὐωνύμων.

  [3] and two olive-trees above it, one on the right of the bowl, and one on the left.

  [4] καὶ ἐπηρώτησα καὶ εἶπον πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων Τί ἐστιν ταῦτα, κύριε;

  [4] And I inquired, and spoke to the angel that talked with me, saying, What are these things, my lord?

  [5] καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με Οὐ γινώσκεις τί ἐστιν ταῦτα; καὶ εἶπα Οὐχί, κύριε.

  [5] And the angel that talked with me answered, and spoke to me, saying, Knowest thou not what these things are? And I said, No, my lord.

  [6] καὶ ἀπεκρίθη καὶ εἶπεν πρός με λέγων Οὗτος ὁ λόγος κυρίου πρὸς Ζοροβαβελ λέγων Οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύι, ἀλλ’ ἢ ἐν πνεύμα
τί μου, λέγει κύριος παντοκράτωρ.

  [6] And he answered and spoke to me, saying, This is the word of the Lord to Zorobabel, saying,

  Not by mighty power, nor by strength, but by my Spirit, saith the Lord Almighty.

  [7] τίς εἶ σύ, τὸ ὄρος τὸ μέγα, πρὸ προσώπου Ζοροβαβελ τοῦ κατορθῶσαι; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς.

  [7] Who art thou, the great mountain before Zorobabel, that thou shouldest prosper? whereas I will bring out the stone of the inheritance, the grace of it the equal of my grace.

  [8] καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

  [8] And the word of the Lord came to me, saying,

  [9] Αἱ χεῖρες Ζοροβαβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, καὶ ἐπιγνώσῃ διότι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ.

  [9] The hands of Zorobabel have laid the foundation of this house, and his hands shall finish it: and thou shalt know that the Lord Almighty has sent me to thee.

  [10] διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαροῦνται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβαβελ. ἑπτὰ οὗτοι ὀφθαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.

  [10] For who has despised the small days? surely they shall rejoice, and shall see the plummet of tin in the hand of Zorobabel: these are the seven eyes that look upon all the earth.

  [11] καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν Τί αἱ δύο ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων;

 

‹ Prev