Septuagint Complete Greek and English Edition
Page 1176
[11] And I answered, and said to him, What are these two olive-trees, which are on the right and left hand of the candlestick?
[12] καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν Τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς;
[12] And I asked the second time, and said to him, What are the two branches of the olive-trees that are by the side of the two golden pipes that pour into and communicate with the golden oil funnels?
[13] καὶ εἶπεν πρός με Οὐκ οἶδας τί ἐστιν ταῦτα; καὶ εἶπα Οὐχί, κύριε.
[13] And he said to me, Knowest thou not what these are? and I said, No, my lord.
[14] καὶ εἶπεν Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ κυρίῳ πάσης τῆς γῆς.
[14] And he said, These are the two anointed ones that stand by the Lord of the whole earth.
CHAPTER 5
[1] Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δρέπανον πετόμενον.
[1] And I turned, and lifted up mine eyes, and looked and behold a flying sickle.
[2] καὶ εἶπεν πρός με Τί σὺ βλέπεις; καὶ εἶπα Ἐγὼ ὁρῶ δρέπανον πετόμενον μῆκος πήχεων εἴκοσι καὶ πλάτος πήχεων δέκα.
[2] And he said to me, What seest thou? And I said, I see a flying sickle, of the length of twenty cubits, and of the breadth of ten cubits.
[3] καὶ εἶπεν πρός με Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τῆς γῆς, διότι πᾶς ὁ κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται·
[3] And he said to me,
This is the curse that goes forth over the face of the whole earth: for every thief shall be punished with death on this side, and every false swearer shall be punished on that side.
[4] καὶ ἐξοίσω αὐτό, λέγει κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ.
[4] And I will bring it forth, saith the Lord Almighty, and it shall enter into the house of the thief, and into the house of him that swears falsely by my name: and it shall rest in the midst of his house, and shall consume it, and the timber of it, and the stones of it.
[5] Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τί τὸ ἐκπορευόμενον τοῦτο.
[5] And the angel that talked with me went forth, and said to me, Lift up thine eyes, and see this that goes forth.
[6] καὶ εἶπα Τί ἐστιν; καὶ εἶπεν Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. καὶ εἶπεν Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ.
[6] And I said, What is it? And he said, This is the measure that goes forth. And he said, This is their iniquity in all the earth.
[7] καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον, καὶ ἰδοὺ μία γυνὴ ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου.
[7] And behold a talent of lead lifted up: and behold a woman sat in the midst of the measure.
[8] καὶ εἶπεν Αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔρριψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου καὶ ἔρριψεν τὸν λίθον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς.
[8] And he said, This is iniquity. And he cast it into the midst of the measure, and cast the weight of lead on the mouth of it.
[9] καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν, καὶ αὗται εἶχον πτέρυγας ὡς πτέρυγας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ.
[9] And I lifted up mine eyes, and saw, and, behold, two women coming forth, and the wind was in their wings; and they had stork’s wings: and they lifted up the measure between the earth and the sky.
[10] καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Ποῦ αὗται ἀποφέρουσιν τὸ μέτρον;
[10] And I said to the angel that spoke with me, Whither do these carry away the measure?
[11] καὶ εἶπεν πρός με Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ ἑτοιμάσαι, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.
[11] And he said to me, To build it a house in the land of Babylon, and to prepare a place for it; and they shall set it there on its own base.
CHAPTER 6
[1] Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ.
[1] And I turned, and lifted up mine eyes, and looked, and, behold, four chariots coming out from between two mountains; and the mountains were brazen mountains.
[2] ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες,
[2] In the first chariot were red horses; and in the second chariot black horses;
[3] καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοί, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί.
[3] and in the third chariot white horses; and in the fourth chariot piebald and ash-coloured horses.
[4] καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστιν ταῦτα, κύριε;
[4] And I answered and said to the angel that talked with me, What are these, my Lord?
[5] καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν Ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ κυρίῳ πάσης τῆς γῆς·
[5] And the angel that talked with me answered and said, These are the four winds of heaven, and they are going forth to stand before the Lord of all the earth.
[6] ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου,
[6] As for the chariot in which were the black horses, they went out to the land of the north; and the white went out after them; and the piebald went out to the land of the south.
[7] καὶ οἱ ψαροὶ ἐξεπορεύοντο καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι τοῦ περιοδεῦσαι τὴν γῆν. καὶ εἶπεν Πορεύεσθε καὶ περιοδεύσατε τὴν γῆν· καὶ περιώδευσ�
�ν τὴν γῆν.
[7] And the ash-coloured went out, and looked to go and compass the earth: and he said, Go, and compass the earth. And they compassed the earth.
[8] καὶ ἀνεβόησεν καὶ ἐλάλησεν πρός με λέγων Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βορρᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ.
[8] And he cried out and spoke to me, saying, Behold, these go out to the land of the north, and they have quieted mine anger in the land of the north.
[9] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
[9] And the word of the Lord came to me, saying,
[10] Λαβὲ τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτὴν καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Ιωσιου τοῦ Σοφονιου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος
[10] Take the things of the captivity from the chief men, and from the useful men of it, and from them that have understood it; and thou shalt enter in that day into the house of Josias the son of Sophonias that came out of Babylon.
[11] καὶ λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ιωσεδεκ τοῦ ἱερέως τοῦ μεγάλου
[11] And thou shalt take silver and gold, and make crowns, and thou shalt put them upon the head of Jesus the son of Josedec the high priest;
[12] καὶ ἐρεῖς πρὸς αὐτόν Τάδε λέγει κύριος παντοκράτωρ Ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου·
[12] and thou shalt say to him, Thus saith the Lord Almighty;
Behold the man whose name is The Branch; and he shall spring up from his stem, and build the house of the Lord.
[13] καὶ αὐτὸς λήμψεται ἀρετὴν καὶ καθίεται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων.
[13] And he shall receive power, and shall sit and rule upon his throne; and there shall be a priest on his right hand, and a peaceable counsel shall be between them both.
[14] ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσιν καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν καὶ εἰς χάριτα υἱοῦ Σοφονιου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ κυρίου.
[14] And the crown shall be to them that wait patiently, and to the useful men of the captivity, and to them that have known it, and for the favour of the son of Sophonias, and for a psalm in the house of the Lord.
[15] καὶ οἱ μακρὰν ἀπ’ αὐτῶν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ κυρίου, καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμᾶς· καὶ ἔσται, ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν.
[15] And they that are far from them shall come and build in the house of the Lord, and ye shall know that the Lord Almighty has sent me to you: and this shall come to pass, if ye will diligently hearken to the voice of the Lord your God.
CHAPTER 7
[1] Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου, ὅς ἐστιν Χασελευ,
[1] And it came to pass in the fourth year of Darius the king, that the word of the Lord came to Zacharias on the fourth day of the ninth month, which is Chaseleu.
[2] καὶ ἐξαπέστειλεν εἰς Βαιθηλ Σαρασαρ καὶ Αρβεσεερ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν κύριον
[2] And Sarasar and Arbeseer the king and his men sent to Bethel, and that to propitiate the Lord,
[3] λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων Εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα, καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη.
[3] speaking to the priests that were in the house of the Lord Almighty, and to the prophets, saying, The holy offering has come in hither in the fifth month, as it has done already many years.
[4] καὶ ἐγένετο λόγος κυρίου τῶν δυνάμεων πρός με λέγων
[4] And the word of the Lord of hosts came to me, saying,
[5] Εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων Ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι;
[5] Speak to the whole people of the land, and to the priests, saying, Though ye fasted or lamented in the fifth or seventh months (yea, behold, these seventy years) have ye at all fasted to me?
[6] καὶ ἐὰν φάγητε ἢ πίητε, οὐχ ὑμεῖς ἔσθετε καὶ ὑμεῖς πίνετε;
[6] And if ye eat or drink, do ye not eat and drink for yourselves?
[7] οὐχ οὗτοι οἱ λόγοι εἰσίν, οὓς ἐλάλησεν κύριος ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν, ὅτε ἦν Ιερουσαλημ κατοικουμένη καὶ εὐθηνοῦσα καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο;
[7] Are not these the words which the Lord spoke by the former prophets, when Jerusalem was inhabited and in prosperity, and her cities round about her, and the hill country and the low country was inhabited?
[8] καὶ ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν λέγων
[8] And the word of the Lord came to Zacharias, saying,
[9] Τάδε λέγει κύριος παντοκράτωρ Κρίμα δίκαιον κρίνατε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ
[9] Thus saith the Lord Almighty;
Judge righteous judgment, and deal mercifully and compassionately every one with his brother:
[10] καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν.
[10] and oppress not the widow, or the fatherless, or the stranger, or the poor; and let not one of you remember in his heart the injury of his brother.
[11] καὶ ἠπείθησαν τοῦ προσέχειν καὶ ἔδωκαν νῶτον παραφρονοῦντα καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν
[11] But they refused to attend, and madly turned their back, and made their ears heavy, so that they should not hear.
[12] καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλεν κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερ�
�ὶν τῶν προφητῶν τῶν ἔμπροσθεν· καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ κυρίου παντοκράτορος.
[12] And they made their heart disobedient, so as not to hearken to my law, and the words which the Lord Almighty sent forth by his Spirit by the former prophets: so there was great wrath from the Lord Almighty.
[13] καὶ ἔσται ὃν τρόπον εἶπεν καὶ οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω, λέγει κύριος παντοκράτωρ.
[13] And it shall come to pass, that as he spoke, and they hearkened not, so they shall cry, and I will not hearken, saith the Lord Almighty.
[14] καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν.
[14] And I will cast them out among all the nations, whom they know not; and the land behind them shall be made utterly destitute of any going through or returning: yea they have made the choice land a desolation.
CHAPTER 8
[1] Καὶ ἐγένετο λόγος κυρίου παντοκράτορος λέγων
[1] And the word of the Lord Almighty came, saying,
[2] Τάδε λέγει κύριος παντοκράτωρ Ἐζήλωσα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζῆλον μέγαν καὶ θυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν.
[2] Thus saith the Lord Almighty; I have been jealous for Jerusalem and for Sion with great jealousy, and I have been jealous for her with great fury.
[3] τάδε λέγει κύριος Καὶ ἐπιστρέψω ἐπὶ Σιων καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ, καὶ κληθήσεται ἡ Ιερουσαλημ πόλις ἡ ἀληθινὴ καὶ τὸ ὄρος κυρίου παντοκράτορος ὄρος ἅγιον.