Book Read Free

Complete Works of Euripides

Page 102

by Euripides


  ὀρθὸν δὲ κρᾶτ’ ἔστησαν οὖς τ’ ἐς οὐρανὸν

  ἵπποι·

  παρ’ ἡμῖν δ’ ἦν φόβος νεανικὸς

  [1205] πόθεν ποτ’ εἴη φθόγγος. Ἐς δ’ ἁλιρρόθους

  ἀκτὰς ἀποβλέψαντες ἱερὸν εἴδομεν

  κῦμ’ οὐρανῷ στηρίζον, ὥστ’ ἀφῃρέθη

  Σκίρωνος ἀκτὰς ὄμμα τοὐμὸν εἰσορᾶν,

  ἔκρυπτε δ’ Ἰσθμὸν καὶ πέτραν Ἀσκληπιοῦ.

  [1210] Κἄπειτ’ ἀνοιδῆσάν τε καὶ πέριξ ἀφρὸν

  πολὺν καχλάζον ποντίῳ φυσήματι

  χωρεῖ πρὸς ἀκτὰς οὗ τέθριππος ἦν ὄχος.

  Αὐτῷ δὲ σὺν κλύδωνι καὶ τρικυμίᾳ

  κῦμ’ ἐξέθηκε ταῦρον, ἄγριον τέρας·

  [1215] οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη

  φρικῶδες ἀντεφθέγγετ’, εἰσορῶσι δὲ

  κρεῖσσον θέαμα δεργμάτων ἐφαίνετο.

  Εὐθὺς δὲ πώλοις δεινὸς ἐμπίπτει φόβος.

  Καὶ δεσπότης μὲν ἱππικοῖσιν ἤθεσιν

  [1220] πολὺς ξυνοικῶν ἥρπασ’ ἡνίας χεροῖν,

  ἕλκει δὲ κώπην ὥστε ναυβάτης ἀνήρ,

  ἱμᾶσιν ἐς τοὔπισθεν ἀρτήσας δέμας·

  αἱ δ’ ἐνδακοῦσαι στόμια πυριγενῆ γνάθοις

  βίᾳ φέρουσιν, οὔτε ναυκλήρου χερὸς

  [1225] οὔθ’ ἱπποδέσμων οὔτε κολλητῶν ὄχων

  μεταστρέφουσαι. Κεἰ μὲν ἐς τὰ μαλθακὰ

  γαίας ἔχων οἴακας εὐθύνοι δρόμον,

  προυφαίνετ’ ἐς τὸ πρόσθεν, ὥστ’ ἀναστρέφειν,

  ταῦρος, φόβῳ τέτρωρον ἐκμαίνων ὄχον·

  [1230] εἰ δ’ ἐς πέτρας φέροιντο μαργῶσαι φρένας,

  σιγῇ πελάζων ἄντυγι ξυνείπετο,

  ἐς τοῦθ’ ἕως ἔσφηλε κἀνεχαίτισεν

  ἁψῖδα πέτρῳ προσβαλὼν ὀχήματος.

  Σύμφυρτα δ’ ἦν ἅπαντα·

  σύριγγές τ’ ἄνω

  [1235] τροχῶν ἐπήδων ἀξόνων τ’ ἐνήλατα,

  αὐτὸς δ’ ὁ τλήμων ἡνίαισιν ἐμπλακεὶς

  δεσμὸν δυσεξήνυστον ἕλκεται δεθείς,

  σποδούμενος μὲν πρὸς πέτραις φίλον κάρα

  θραύων τε σάρκας, δεινὰ δ’ ἐξαυδῶν κλύειν·

  [1240] Στῆτ’, ὦ φάτναισι ταῖς ἐμαῖς τεθραμμέναι,

  μή μ’ ἐξαλείψητ’·

  ὦ πατρὸς τάλαιν’ ἀρά.

  Τίς ἄνδρ’ ἄριστον βούλεται σῶσαι παρών;

  Πολλοὶ δὲ βουληθέντες ὑστέρῳ ποδὶ

  ἐλειπόμεσθα. Χὠ μὲν ἐκ δεσμῶν λυθεὶς

  [1245] τμητῶν ἱμάντων οὐ κάτοιδ’ ὅτῳ τρόπῳ

  πίπτει, βραχὺν δὴ βίοτον ἐμπνέων ἔτι·

  ἵπποι δ’ ἔκρυφθεν καὶ τὸ δύστηνον τέρας

  ταύρου λεπαίας οὐ κάτοιδ’ ὅποι χθονός.

  Δοῦλος μὲν οὖν ἔγωγε σῶν δόμων, ἄναξ,

  [1250] ἀτὰρ τοσοῦτόν γ’ οὐ δυνήσομαί ποτε,

  τὸν σὸν πιθέσθαι παῖδ’ ὅπως ἐστὶν κακός,

  οὐδ’ εἰ γυναικῶν πᾶν κρεμασθείη γένος

  καὶ τὴν ἐν Ἴδῃ γραμμάτων πλήσειέ τις

  πεύκην·

  ἐπεί νιν ἐσθλὸν ὄντ’ ἐπίσταμαι.

  Χορός

  [1255] Αἰαῖ, κέκρανται συμφορὰ νέων κακῶν,

  οὐδ’ ἔστι μοίρας τοῦ χρεών τ’ ἀπαλλαγή.

  Θησεύς

  Μίσει μὲν ἀνδρὸς τοῦ πεπονθότος τάδε

  λόγοισιν ἥσθην τοῖσδε·

  νῦν δ’ αἰδούμενος

  θεούς τ’ ἐκεῖνόν θ’, οὕνεκ’ ἐστὶν ἐξ ἐμοῦ,

  [1260] οὔθ’ ἥδομαι τοῖσδ’ οὔτ’ ἐπάχθομαι κακοῖς.

  Ἄγγελος

  Πῶς οὖν; Κομίζειν, ἢ τί χρὴ τὸν ἄθλιον

  δράσαντας ἡμᾶς σῇ χαρίζεσθαι φρενί;

  Φρόντιζ’·

  ἐμοῖς δὲ χρώμενος βουλεύμασιν

  οὐκ ὠμὸς ἐς σὸν παῖδα δυστυχοῦντ’ ἔσῃ.

  Θησεύς

  [1265] Κομίζετ’ αὐτόν, ὡς ἰδὼν ἐν ὄμμασιν

  [1267] λόγοις τ’ ἐλέγξω δαιμόνων τε συμφοραῖς.

  [1266] Τὸν τἄμ’ ἀπαρνηθέντα μὴ χρᾶναι λέχη

  Χορός

  [1268] Σὺ τὰν θεῶν ἄκαμπτον φρένα καὶ βροτῶν

  ἄγεις, Κύπρι, σὺν δ’

  [1270] ὁ ποικιλόπτερος ἀμφιβαλὼν

  ὠκυτάτῳ πτερῷ.

  Ποτᾶται δὲ γαῖαν εὐάχητόν θ’

  ἁλμυρὸν ἐπὶ πόντον,

  θέλγει δ’ Ἔρως ᾧ μαινομένᾳ κραδίᾳ

  [1275] πτανὸς ἐφορμάσῃ χρυσοφαής,

  φύσιν ὀρεσκόων σκύμνων πελαγίων θ’

  ὅσα τε γᾶ τρέφει

  τά τ’ αἰθόμενος ἅλιος δέρκεται,

  [1280] ἄνδρας τε·

  συμπάντων βασιληίδα τι-

  μάν, Κύπρι, τῶνδε μόνα κρατύνεις.

  Ἄρτεμις

  [1283] Σὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαι

  παῖδ’ ἐπακοῦσαι·

  [1285] Λητοῦς δὲ κόρη σ’ Ἄρτεμις αὐδῶ.

  Θησεῦ, τί τάλας τοῖσδε συνήδῃ,

  παῖδ’ οὐχ ὁσίως σὸν ἀποκτείνας

  ψευδέσι μύθοις ἀλόχου πεισθεὶς

  ἀφανῆ; Φανερὰν δ’ ἔσχεθες ἄτην.

  [1290] Πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτεις

  δέμας αἰσχυνθείς,

  ἢ πτηνὸς ἄνω μεταβὰς βίοτον

  πήματος ἔξω πόδα τοῦδ’ ἀνέχεις;

  Ὡς ἔν γ’ ἀγαθοῖς ἀνδράσιν οὔ σοι

  [1295] κτητὸν βιότου μέρος ἐστίν.

  Ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν.

  Καίτοι προκόψω γ’ οὐδέν, ἀλγυνῶ δέ σε·

  ἀλλ’ ἐς τόδ’ ἦλθον, παιδὸς ἐκδεῖξαι φρένα

  τοῦ σοῦ δικαίαν, ὡς
ὑπ’ εὐκλείας θάνῃ,

  [1300] καὶ σῆς γυναικὸς οἶστρον ἢ τρόπον τινὰ

  γενναιότητα·

  τῆς γὰρ ἐχθίστης θεῶν

  ἡμῖν ὅσοισι παρθένειος ἡδονὴ

  δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν.

  Γνώμῃ δὲ νικᾶν τὴν Κύπριν πειρωμένη

  [1305] τροφοῦ διώλετ’ οὐχ ἑκοῦσα μηχαναῖς,

  ἣ σῷ δι’ ὅρκων παιδὶ σημαίνει νόσον.

  Ὁ δ’, ὥσπερ ὢν δίκαιος, οὐκ ἐφέσπετο

  λόγοισιν, οὐδ’ αὖ πρὸς σέθεν κακούμενος

  ὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς.

  [1310] Ἡ δ’ εἰς ἔλεγχον μὴ πέσῃ φοβουμένη

  ψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσεν

  δόλοισι σὸν παῖδ’, ἀλλ’ ὅμως ἔπεισέ σε.

  Θησεύς

  Οἴμοι.

  Ἄρτεμις

  [1313] Δάκνει σε, Θησεῦ, μῦθος; Ἀλλ’ ἔχ’ ἥσυχος,

  τοὐνθένδ’ ἀκούσας ὡς ἂν οἰμώξῃς πλέον.

  [1315] Ἆρ’ οἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς;

  Ὧν τὴν μίαν παρεῖλες, ὦ κάκιστε σύ,

  ἐς παῖδα τὸν σόν, ἐξὸν εἰς ἐχθρόν τινα.

  Πατὴρ μὲν οὖν σοι πόντιος φρονῶν καλῶς

  ἔδωχ’ ὅσονπερ χρῆν, ἐπείπερ ᾔνεσεν·

  [1320] σὺ δ’ ἔν τ’ ἐκείνῳ κἀν ἐμοὶ φαίνῃ κακός,

  ὃς οὔτε πίστιν οὔτε μάντεων ὄπα

  ἔμεινας, οὐκ ἤλεγξας, οὐ χρόνῳ μακρῷ

  σκέψιν παρέσχες, ἀλλὰ θᾶσσον ἤ σ’ ἐχρῆν

  ἀρὰς ἀφῆκας παιδὶ καὶ κατέκτανες.

  Θησεύς

  [1325] Δέσποιν’, ὀλοίμην.

  Ἄρτεμις

  [1325] Δείν’ ἔπραξας, ἀλλ’ ὅμως

  ἔτ’ ἔστι καί σοι τῶνδε συγγνώμης τυχεῖν·

  Κύπρις γὰρ ἤθελ’ ὥστε γίγνεσθαι τάδε,

  πληροῦσα θυμόν. Θεοῖσι δ’ ὧδ’ ἔχει νόμος·

  οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίᾳ

  [1330] τῇ τοῦ θέλοντος, ἀλλ’ ἀφιστάμεσθ’ ἀεί.

  Ἐπεί, σάφ’ ἴσθι, Ζῆνα μὴ φοβουμένη

  οὐκ ἄν ποτ’ ἦλθον ἐς τόδ’ αἰσχύνης ἐγὼ

  ὥστ’ ἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶ

  θανεῖν ἐᾶσαι. Τὴν δὲ σὴν ἁμαρτίαν

  [1335] τὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης·

  ἔπειτα σὴ θανοῦσ’ ἀνήλωσεν γυνὴ

  λόγων ἐλέγχους, ὥστε σὴν πεῖσαι φρένα.

  Μάλιστα μέν νυν σοὶ τάδ’ ἔρρωγεν κακά,

  λύπη δὲ κἀμοί·

  τοὺς γὰρ εὐσεβεῖς θεοὶ

  [1340] θνῄσκοντας οὐ χαίρουσι·

  τούς γε μὴν κακοὺς

  αὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν.

  Χορός

  Καὶ μὴν ὁ τάλας ὅδε δὴ στείχει,

  σάρκας νεαρὰς ξανθόν τε κάρα

  διαλυμανθείς. Ὦ πόνος οἴκων,

  [1345] οἷον ἐκράνθη δίδυμον μελάθροις

  πένθος θεόθεν καταληπτόν.

  Ἱππόλυτος

  [1347] Αἰαῖ αἰαῖ·

  δύστηνος ἐγώ, πατρὸς ὡς ἀδίκου

  χρησμοῖς ἀδίκοις διελυμάνθην.

  [1350] Ἀπόλωλα τάλας, οἴμοι μοι.

  Διά μου κεφαλῆς ᾄσσουσ’ ὀδύναι,

  κατὰ δ’ ἐγκέφαλον πηδᾷ σφάκελος.

  Σχές, ἀπειρηκὸς σῶμ’ ἀναπαύσω.

  Ἒ ἔ·

  [1355] ὦ στυγνὸν ὄχημ’ ἵππειον, ἐμῆς

  βόσκημα χερός,

  διά μ’ ἔφθειρας, κατὰ δ’ ἔκτεινας.

  Φεῦ φεῦ·

  πρὸς θεῶν, ἀτρέμα, δμῶες,

  χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν.

  [1360] Τίς ἐφέστηκεν δεξιὰ πλευροῖς;

  Πρόσφορά μ’ αἴρετε, σύντονα δ’ ἕλκετε

  τὸν κακοδαίμονα καὶ κατάρατον

  πατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδ’ ὁρᾷς;

  Ὅδ’ ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ,

  [1365] ὅδ’ ὁ σωφροσύνῃ πάντας ὑπερσχών,

  προῦπτον ἐς Ἅιδην στείχω, κατ’ ἄκρας

  ὀλέσας βίοτον, μόχθους δ’ ἄλλως

  τῆς εὐσεβίας

  εἰς ἀνθρώπους ἐπόνησα.

  [1370] Αἰαῖ αἰαῖ·

  καὶ νῦν ὀδύνα μ’ ὀδύνα βαίνει

  μέθετέ με, τάλανες

  καί μοι θάνατος Παιὰν ἔλθοι.

  Προσαπόλλυτ’ ἀπόλλυτε τὸν δυσδαί-

  [1375] μον’·

  ὑπ’ ἀμφιτόμου λόγχας ἔραμαι

  διαμοιρᾶσαι

  διά τ’ εὐνᾶσαι τὸν ἐμὸν βίοτον.

  Ὦ πατρὸς ἐμοῦ δύστανος ἀρά·

  μιαιφόνον τι σύγγονον

  [1380] παλαιῶν προγεννη-

  τόρων ἐξορίζεται

  κακόν, οὐδὲ μένει,

  ἔμολέ τ’ ἐπ’ ἐμέ τί ποτε τὸν οὐ-

  δὲν ὄντ’ ἐπαίτιον κακῶν;

  Ἰώ μοί μοι·

  [1385] τί φῶ; Πῶς ἀπαλλά-

  [1385β] ξω βιοτὰν ἐμὰν

  τοῦδ’ ἀνάλγητον πάθους;

  [1386β] Εἴθε με κοιμάσειε τὸν

  δυσδαίμον’ Ἅιδα μέλαι-

  να νύκτερός τ’ ἀνάγκα.

  Ἄρτεμις

  Ὦ τλῆμον, οἵᾳ συμφορᾷ συνεζύγης·

  [1390] τὸ δ’ εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν.

  Ἱππόλυτος

  Ἔα·

  ὦ θεῖον ὀδμῆς πνεῦμα·

  καὶ γὰρ ἐν κακοῖς

  ὢν ᾐσθόμην σου κἀνεκουφίσθην δέμας·

  ἔστ’ ἐν τόποισι τοισίδ’ Ἄρτεμις θεά.

  Ἄρτεμις

  Ὦ τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν.

  Ἱππόλυτος

  [1395] Ὁρᾷς με, δέσποιν’, ὡς ἔχω, τὸν ἄθλιον;

  Ἄρτεμις
r />   Ὁρῶ·

  κατ’ ὄσσων δ’ οὐ θέμις βαλεῖν δάκρυ.

  Ἱππόλυτος

  Οὐκ ἔστι σοι κυναγὸς οὐδ’ ὑπηρέτης.

  Ἄρτεμις

  Οὐ δῆτ’·

  ἀτάρ μοι προσφιλής γ’ ἀπόλλυσαι.

  Ἱππόλυτος

  Οὐδ’ ἱππονώμας οὐδ’ ἀγαλμάτων φύλαξ.

  Ἄρτεμις

  [1400] Κύπρις γὰρ ἡ πανοῦργος ὧδ’ ἐμήσατο.

  Ἱππόλυτος

  Ὤμοι, φρονῶ δὴ δαίμον’ ἥ μ’ ἀπώλεσεν.

  Ἄρτεμις

  Τιμῆς ἐμέμφθη, σωφρονοῦντι δ’ ἤχθετο.

  Ἱππόλυτος

  Τρεῖς ὄντας ἡμᾶς ὤλεσ’, ᾔσθημαι, μία.

  Ἄρτεμις

  Πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.

  Ἱππόλυτος

  [1405] ᾬμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας.

  Ἄρτεμις

  Ἐξηπατήθη δαίμονος βουλεύμασιν.

  Ἱππόλυτος

  Ὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.

  Θησεύς

  Ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου.

  Ἱππόλυτος

  Στένω σὲ μᾶλλον ἢ ‘μὲ τῆς ἁμαρτίας.

  Θησεύς

  [1410] Εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός.

  Ἱππόλυτος

  Ὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.

  Θησεύς

  Ὦς μήποτ’ ἐλθεῖν ὤφελ’ ἐς τοὐμὸν στόμα.

  Ἱππόλυτος

  Τί δ’; Ἔκτανές τἄν μ’, ὡς τότ’ ἦσθ’ ὠργισμένος.

  Θησεύς

  Δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.

  Ἱππόλυτος

  Φεῦ·

  [1415] εἴθ’ ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος.

  Ἄρτεμις

  [1416] Ἔασον·

  οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον

  θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας

  ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας,

  σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν·

 

‹ Prev