Book Read Free

Complete Works of Euripides

Page 103

by Euripides


  [1420] ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς

  ὃς ἂν μάλιστα φίλτατος κυρῇ βροτῶν

  τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.

  Σοὶ δ’, ὦ ταλαίπωρ’, ἀντὶ τῶνδε τῶν κακῶν

  τιμὰς μεγίστας ἐν πόλει Τροζηνίᾳ

  [1425] δώσω·

  κόραι γὰρ ἄζυγες γάμων πάρος

  κόμας κεροῦνταί σοι, δι’ αἰῶνος μακροῦ

  πένθη μέγιστα δακρύων καρπουμένῳ.

  Ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων

  ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν

  [1430] ἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται.

  Σὺ δ’, ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲ

  σὸν παῖδ’ ἐν ἀγκάλαισι καὶ προσέλκυσαι·

  ἄκων γὰρ ὤλεσάς νιν, ἀνθρώποισι δὲ

  θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν.

  [1435] Καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν,

  Ἱππόλυτ’·

  ἔχει γὰρ μοῖραν ᾗ διεφθάρης.

  Καὶ χαῖρ’·

  ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν

  οὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς·

  ὁρῶ δέ σ’ ἤδη τοῦδε πλησίον κακοῦ.

  Ἱππόλυτος

  [1440] Χαίρουσα καὶ σὺ στεῖχε, παρθέν’ ὀλβία·

  μακρὰν δὲ λείπεις ῥᾳδίως ὁμιλίαν.

  Λύω δὲ νεῖκος πατρὶ χρῃζούσης σέθεν·

  καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις.

  Αἰαῖ, κατ’ ὄσσων κιγχάνει μ’ ἤδη σκότος·

  [1445] Λαβοῦ, πάτερ, μου καὶ κατόρθωσον δέμας.

  Θησεύς

  Οἴμοι, τέκνον, τί δρᾷς με τὸν δυσδαίμονα;

  Ἱππόλυτος

  Ὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας.

  Θησεύς

  Ἦ τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα;

  Ἱππόλυτος

  Οὐ δῆτ’, ἐπεί σε τοῦδ’ ἐλευθερῶ φόνου.

  Θησεύς

  [1450] Τί φῄς; Ἀφίης αἵματός μ’ ἐλεύθερον;

  Ἱππόλυτος

  Τὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι.

  Θησεύς

  Ὦ φίλταθ’, ὡς γενναῖος ἐκφαίνῃ πατρί.

  Ἱππόλυτος

  Ὦ χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ.

  Θησεύς

  Οἴμοι φρενὸς σῆς εὐσεβοῦς τε κἀγαθῆς.

  Ἱππόλυτος

  [1455] Τοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν.

  Θησεύς

  Μή νυν προδῷς με, τέκνον, ἀλλὰ καρτέρει.

  Ἱππόλυτος

  Κεκαρτέρηται τἄμ’·

  ὄλωλα γάρ, πάτερ.

  κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις.

  Θησεύς

  Ὦ κλείν’ Ἀθῆναι Παλλάδος θ’ ὁρίσματα,

  [1460] οἵου στερήσεσθ’ ἀνδρός. ὦ τλήμων ἐγώ,

  ὡς πολλά, Κύπρι, σῶν κακῶν μεμνήσομαι.

  Χορός

  Κοινὸν τόδ’ ἄχος πᾶσι πολίταις

  ἦλθεν ἀέλπτως.

  Πολλῶν δακρύων ἔσται πίτυλος·

  [1465] τῶν γὰρ μεγάλων ἀξιοπενθεῖς

  φῆμαι μᾶλλον κατέχουσιν.

  ANDROMACHE

  Ἀνδρομάχη

  Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλις,

  ὅθεν ποθ’ ἕδνων σὺν πολυχρύσῳ χλιδῇ

  Πριάμου τύραννον ἑστίαν ἀφικόμην

  δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι,

  ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ, 5

  νῦν δ’, εἴ τις ἄλλη, δυστυχεστάτη γυνή·

  [ἐμοῦ πέφυκεν ἢ γενήσεταί ποτε]·

  ἥτις πόσιν μὲν Ἕκτορ’ ἐξ Ἀχιλλέως

  θανόντ’ ἐσεῖδον, παῖδά θ’ ὃν τίκτω πόσει

  ῥιφθέντα πύργων Ἀστυάνακτ’ ἀπ’ ὀρθίων, 10

  ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον·

  αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων

  οἴκων νομισθεῖσ’ Ἑλλάδ’ εἰσαφικόμην

  τῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέρας

  δοθεῖσα λείας Τρωι¨κῆς ἐξαίρετον. 15

  Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας

  σύγχορτα ναίω πεδί’, ἵν’ ἡ θαλασσία

  Πηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτις

  φεύγουσ’ ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼς

  Θετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων. 20

  Ἔνθ’ οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως,

  Πηλέα δ’ ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας,

  ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν.

  Κἀγὼ δόμοις τοῖσδ’ ἄρσεν’ ἐντίκτω κόρον,

  πλαθεῖσ’ Ἀχιλλέως παιδί, δεσπότῃ δ’ ἐμῷ. 25

  Καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως

  ἐλπίς μ’ ἀεὶ προσῆγε σωθέντος τέκνου

  ἀλκήν τιν’ εὑρεῖν κἀπικούρησιν δόμον·

  ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ

  τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος, 30

  κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι.

  Λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις

  τίθημ’ ἄπαιδα καὶ πόσει μισουμένην,

  αὐτὴ δὲ ναίειν οἶκον ἀντ’ αὐτῆς θέλω

  τόνδ’, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ· 35

  ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ’ ἐδεξάμην,

  νῦν δ’ ἐκλέλοιπα· Ζεὺς τάδ’ εἰδείη μέγας,

  ὡς οὐχ ἑκοῦσα τῷδ’ ἐκοινώθην λέχει.

  Ἀλλ’ οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν,

  πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾷ τάδε. 40

  Καὶ νῦν κατ’ οἴκους ἔστ’, ἀπὸ Σπάρτης μολὼν

  ἐπ’ αὐτὸ τοῦ�
�ο· δειματουμένη δ’ ἐγὼ

  δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον

  θάσσω τόδ’ ἐλθοῦσ’, ἤν με κωλύσῃ θανεῖν

  Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως 45

  σέβουσιν, ἑρμήνευμα Νηρῇδος γάμων.

  Ὃς δ’ ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθρᾳ

  ἄλλους ἐς οἴκους, μὴ θάνῃ φοβουμένη.

  Ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ’ ἐμοὶ πάρα

  προσωφελῆσαι, παιδί τ’ οὐδέν ἐστ’, ἀπὼν 50

  Δελφῶν κατ’ αἶαν, ἔνθα Λοξίᾳ δίκην

  δίδωσι μανίας, ᾗ ποτ’ εἰς Πυθὼ μολὼν

  ᾔτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην,

  εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενος

  θεὸν παράσχοιτ’ εἰς τὸ λοιπὸν εὐμενῆ. 55

  Θεράπαινα.

  Δέσποιν’, ἐγώ τοι τοὔνομ’ οὐ φεύγω τόδε

  καλεῖν σ’, ἐπείπερ καὶ κατ’ οἶκον ἠξίουν

  τὸν σόν, τὸ Τροίας ἡνίκ’ ᾠκοῦμεν πέδον,

  εὔνους δὲ καὶ σοὶ ζῶντί τ’ ἦ τῷ σῷ πόσει,

  καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους, 60

  φόβῳ μέν, εἴ τις δεσποτῶν αἰσθήσεται,

  οἴκτῳ δὲ τῷ σῷ· δεινὰ γὰρ βουλεύεται

  Μενέλαος εἰς σὲ παῖς θ’, ἅ σοι φυλακτέα.

  Ἀνδρομάχη

  Ὦ φιλτάτη σύνδουλε ̔σύνδουλος γὰρ εἶ

  τῇ πρόσθ’ ἀνάσσῃ τῇδε, νῦν δὲ δυστυχεῖ̓ 65

  τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ,

  κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ;

  Θεράπαινα

  Τὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ,

  κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου.

  φροῦδος δ’ ἐπ’ αὐτὸν Μενέλεως δόμων ἄπο. 70

  Ἀνδρομάχη

  Οἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον;

  πόθεν ποτ’; ὦ δύστηνος, ὡς ἀπωλόμην.

  Θεράπαινα

  Οὐκ οἶδ’, ἐκείνων δ’ ᾐσθόμην ἐγὼ τάδε·

  Ἀνδρομάχη

  Ἀπωλόμην ἄρ’. Ὦ τέκνον, κτενοῦσί σε

  δισσοὶ λαβόντες γῦπες· ὁ δὲ κεκλημένος 75

  πατὴρ ἔτ’ ἐν Δελφοῖσι τυγχάνει μένων.

  Θεράπαινα

  Δοκῶ γὰρ οὐκ ἂν ὧδέ σ’ ἂν πράσσειν κακῶς

  κείνου παρόντος· νῦν δ’ ἔρημος εἶ φίλων.

  Ἀνδρομάχη

  Οὐδ’ ἀμφὶ Πηλέως ἦλθεν ὡς ἥξοι φάτις;

  Θεράπαινα

  Γέρων ἐκεῖνος ὥστε σ’ ὠφελεῖν παρών.

  80 Ἀνδρομάχη

  Καὶ μὴν ἔπεμψ’ ἐπ’ αὐτὸν οὐχ ἅπαξ μόνον.

  Θεράπαινα

  Μῶν οὖν δοκεῖς σου φροντίσαι τιν’ ἀγγέλων;

  Ἀνδρομάχη

  Πόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν;

  Θεράπαινα

  Τί δῆτα φήσω χρόνιος οὖσ’ ἐκ δωμάτων;

  85 Ἀνδρομάχη

  Πολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ.

  Θεράπαινα

  Κίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ.

  Ἀνδρομάχη

  Ὁρᾷς; ἀπαυδᾷς ἐν κακοῖς φίλοισι σοῖς.

  Θεράπαινα

  Οὐ δῆτα· μηδὲν τοῦτ’ ὀνειδίσῃς ἐμοί.

  Ἀλλ’ εἶμ’, ἐπεί τοι κοὐ περίβλεπτος βίος

  δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν. 90

  Ἀνδρομάχη

  Χώρει νυν· ἡμεῖς δ’, οἷσπερ ἐγκείμεσθ’ ἀεὶ

  θρήνοισι καὶ γόοισι καὶ δακρύμασι,

  πρὸς αἰθέρ’ ἐκτενοῦμεν· ἐμπέφυκε γὰρ

  γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν

  ἀνὰ στόμ’ ἀεὶ καὶ διὰ γλώσσης ἔχειν. 95

  Πάρεστι δ’ οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν,

  πόλιν πατρῴαν τὸν θανόντα θ’ Ἕκτορα

  στερρόν τε τὸν ἐμὸν δαίμον’ ᾧ συνεζύγην

  δούλειον ἦμαρ εἰσπεσοῦσ’ ἀναξίως.

  Χρὴ δ’ οὔποτ’ εἰπεῖν οὐδέν’ ὄλβιον βροτῶν,

  πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃς 100

  ὅπως περάσας ἡμέραν ἥξει κάτω.

  Ἰλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν’ ἄταν

  ἀγάγετ’ εὐναίαν εἰς θαλάμους Ἑλέναν.

  Ἃς ἕνεκ’, ὦ Τροία, δορὶ καὶ πυρὶ δηιάλωτον 105

  εἷλέ σ’ ὁ χιλιόναυς Ἑλλάδος ὀξὺς Ἄρης

  καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη

  εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος·

  αὐτὰ δ’ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας,

  δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ. 110

  Πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ’ ἔλειπον

  ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις.

  Ὤμοι ἐγὼ μελέα, τί μ’ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι

  Ἑρμιόνας δούλαν; ἇς ὕπο τειρομένα

  πρὸς τόδ’ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα

  τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς. 115

  Χορός

  Ὧ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσεις

  δαρὸν οὐδὲ λείπεις,

  Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν,

  εἴ τί σοι δυναίμαν 120

  ἄκος τῶν δυσλύτων πόνων τεμεῖν,

  οἳ σὲ καὶ Ἑρμιόναν ἔριδι στυγερᾷ συνέκλῃσαν,

  τλᾶμον, ἀμφὶ λέκτρων

  διδύμων, ἐπίκοινον ἔχουσαν

  ἄνδρα, παῖδ’ Ἀχιλλέως. 125

  Γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ ἥκεις.

  Δεσπόταις ἁμιλλᾷ

  Ἰλ�
�ὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέτῃσιν;

  λεῖπε δεξίμηλον

  δόμον τᾶς ποντίας θεοῦ. Τί σοι 130

  καιρὸς ἀτυζομένᾳ δέμας αἰκέλιον καταλείβειν

  δεσποτᾶν ἀνάγκαις;

  τὸ κρατοῦν δέ σ’ ἔπεισι. τί μόχθον

  οὐδὲν οὖσα μοχθεῖς;

  Ἀλλ’ ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν, 135

  γνῶθι δ’ οὖσ’ ἐπὶ ξένας

  δμωὶς ἐπ’ ἀλλοτρίας

  πόλεος, ἔνθ’ οὐ φίλων τιν’ εἰσορᾷς

  σῶν, ὦ δυστυχεστάτα,

  < ὦ> παντάλαινα νύμφα.140

  Οἰκτροτάτα γὰρ ἔμοιγ’ ἔμολες, γύναι Ἰλιάς, οἴκους

  δεσποτᾶν ἐμῶν· φόβῳ δ’

  ἡσυχίαν ἄγομεν

  ̔Τὸ δὲ σὸν οἴκτῳ φέρουσα τυγχάνω’

  μὴ παῖς τᾶς Διὸς κόρας 145

  σοί μ’ εὖ φρονοῦσαν εἰδῇ.

  Ἑρμιόνη

  κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς

  στολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλων

  οὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἄπο

  δόμων ἀπαρχὰς δεῦρ’ ἔχουσ’ ἀφικόμην, 150

  ἀλλ’ ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς

  Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ

  πολλοῖς σὺν ἕδνοις, ὥστ’ ἐλευθεροστομεῖν.

  [ὑμᾶς μὲν οὖν τοῖσδ’ ἀνταμείβομαι λόγοις.]

  σὺ δ’ οὖσα δούλη καὶ δορίκτητος γυνὴ 155

  δόμους κατασχεῖν ἐκβαλοῦσ’ ἡμᾶς θέλεις

  τούσδε, στυγοῦμαι δ’ ἀνδρὶ φαρμάκοισι σοῖς,

  νηδὺς δ’ ἀκύμων διὰ σέ μοι διόλλυται·

  δεινὴ γὰρ ἠπειρῶτις εἰς τὰ τοιάδε

  ψυχὴ γυναικῶν· ὧν ἐπισχήσω σ’ ἐγώ, 160

  κοὐδέν σ’ ὀνήσει δῶμα Νηρῇδος τόδε,

 

‹ Prev