Complete Works of Euripides
Page 104
οὐ βωμὸς οὐδὲ ναός, ἀλλὰ κατθανῇ.
ἢν δ’ οὖν βροτῶν τίς σ’ ἢ θεῶν σῷσαι θέλῃ,
δεῖ σ’ ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτων
πτῆξαι ταπεινὴν προσπεσεῖν τ’ ἐμὸν γόνυ, 165
σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτων
τευχέων χερὶ σπείρουσαν Ἀχελῴου δρόσον,
γνῶναί θ’ ἵν’ εἶ γῆς. οὐ γάρ ἐσθ’ Ἕκτωρ τάδε,
οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλ’ Ἑλλὰς πόλις.
εἰς τοῦτο δ’ ἥκεις ἀμαθίας, δύστηνε σύ, 170
ἣ παιδὶ πατρός, ὃς σὸν ὤλεσεν πόσιν,
τολμᾷς ξυνεύδειν καὶ τέκν’ αὐθεντῶν πάρα
τίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος·
πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μείγνυται
κόρη τ’ ἀδελφῷ, διὰ φόνου δ’ οἱ φίλτατοι 175
χωροῦσι, καὶ τῶνδ’ οὐδὲν ἐξείργει νόμος.
ἃ μὴ παρ’ ἡμᾶς εἴσφερ’· οὐδὲ γὰρ καλὸν
δυοῖν γυναικοῖν ἄνδρ’ ἕν’ ἡνίας ἔχειν,
ἀλλ’ εἰς μίαν βλέποντες εὐναίαν Κύπριν
στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέλει. 180
Χορός
Ἐπίφθονόν τοι χρῆμα θηλείας φρενὸς
καὶ ξυγγάμοισι δυσμενὲς μάλιστ’ ἀεί.
Ἀνδρομάχη
Φεῦ φεῦ·
κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῷ νέῳ
τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει. 185
Ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι
λόγων ἀπώσῃ πόλλ’ ἔχουσαν ἔνδικα,
ἢν δ’ αὖ κρατήσω, μὴ ‘πὶ τῷδ’ ὄφλω βλάβην·
οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους
πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο· 190
ὅμως δ’ ἐμαυτὴν οὐ προδοῦσ’ ἁλώσομαι.
Εἴπ’, ὦ νεᾶνι, τῷ σ’ ἐχεγγύῳ λόγῳ
πεισθεῖσ’ ἀπωθῶ γνησίων νυμφευμάτων;
[ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις,
τύχῃ θ’ ὑπερθεῖ, κἄμ’ ἐλευθέραν ὁρᾷς;] 195
Ποτερον ἵν’ αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω
δούλους ἐμαυτῇ τ’ ἀθλίαν ἐφολκίδα;
ἢ τῷ νέῳ τε καὶ σφριγῶντι σώματι
πόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένη
οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω; 200
Ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεται
Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκῃς;
φιλοῦσι γάρ μ’ Ἕλληνες Ἕκτορός τ’ ἄπο
< Πάριδός τε, κείνων τοῦ τ’ ἐμοῦ κηδεύματος,>
αὐτή τ’ ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν;
οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις, 205
ἀλλ’ εἰ ξυνεῖναι μὴ ‘πιτηδεία κυρεῖς.
Φίλτρον δὲ καὶ τόδ’· οὐ τὸ κάλλος, ὦ γύναι,
ἀλλ’ ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας.
Σὺ δ’ ἤν τι κνισθῇς, ἡ Λάκαινα μὲν πόλις
μέγ’ ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης· 210
πλουτεῖς δ’ ἐν οὐ πλουτοῦσι· Μενέλεως δέ σοι
μείζων Ἀχιλλέως. Ταῦτά τοί σ’ ἔχθει πόσις.
Χρὴ γὰρ γυναῖκα, κἂν κακῷ πόσει δοθῇ,
στέργειν, ἅμιλλάν τ’ οὐκ ἔχειν φρονήματος.
Εἰ δ’ ἀμφὶ Θρῄκην τὴν χιόνι κατάρρυτον 215
τύραννον ἔσχες ἄνδρ’, ἵν’ ἐν μέρει λέχος
δίδωσι πολλαῖς εἷς ἀνὴρ κοινούμενος,
ἔκτεινας ἂν τάσδ’; εἶτ’ ἀπληστίαν λέχους
πάσαις γυναιξὶ προστιθεῖσ’ ἂν ηὑρέθης.
Αἰσχρόν γε· καίτοι χείρον’ ἀρσένων νόσον 220
ταύτην νοσοῦμεν, ἀλλὰ προστῶμεν καλῶς.
Ὦ φίλταθ’ Ἕκτορ, ἀλλ’ ἐγὼ τὴν σὴν χάριν
σοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις,
καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς
ἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν. 225
Καὶ ταῦτα δρῶσα τῇ ἀρετῇ προσηγόμην
πόσιν· σὺ δ’ οὐδὲ ῥανίδ’ ὑπαιθρίας δρόσου
τῷ σῷ προσίζειν ἀνδρὶ δειμαίνουσ’ ἐᾷς.
Μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι,
ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρων 230
φεύγειν τρόπους χρὴ τέκν’, ὅσοις ἔνεστι νοῦς.
Χορός
Δέσποιν’, ὅσον σοι ῥᾳδίως παρίσταται,
τοσόνδε πείθου τῇδε συμβῆναι λόγοις.
Ἑρμιόνη
Τί σεμνομυθεῖς κἀς ἀγῶν’ ἔρχῃ λόγων,
ὡς δὴ σὺ σώφρων, τἀμὰ δ’ οὐχὶ σώφρονα; 235
Ἀνδρομάχη
Οὔκουν ἐφ’ οἷς γε νῦν καθέστηκας λόγοις;
Ἑρμιόνη
Ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι.
Ἀνδρομάχη
Νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι.
240 Ἑρμιόνη
Σὺ δ’ οὐ λέγεις γε, δρᾷς δέ μ’ εἰς ὅσον δύνᾳ.
Ἀνδρομάχη
Οὐκ αὖ σιωπῇ Κύπριδος ἀλγήσεις πέρι;
Ἑρμιόνη
Τί δ’; Οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ;
Ἀνδρομάχη
< >
Ἑρμιόνη
< >
Ἀνδρομάχη
Καλῶς γε χρωμέναισιν· εἰ δὲ μή, οὐ καλά.
Ἑρμιόνη
Οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν.
Ἀνδρομάχη
Κἀκεῖ τά γ’ αἰσχρὰ κἀνθάδ’ αἰσχύνην ἔχει.
245Ἑ ρμιόνη
Σοφὴ σοφὴ σύ· κατθανεῖν δ’ ὅμως σε δεῖ.
Ἀνδρομάχη
> Ὁρᾷς ἄγαλμα Θέτιδος εἰς σ’ ἀποβλέπον;
Ἑρμιόνη
Μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνῳ.
Ἀνδρομάχη
Ἑλένη νιν ὤλεσ’, οὐκ ἐγώ, μήτηρ γε σή.
Ἑρμιόνη
Ἦ καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν;
250 Ἀνδρομάχη
Ἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα.
Ἑρμιόνη
Ἐκεῖνο λέξον, οὗπερ εἵνεκ’ ἐστάλην.
Ἀνδρομάχη
Λέγω σ’ ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον σε δεῖ.
Ἑρμιόνη
Λείψεις τόδ’ ἁγνὸν τέμενος ἐναλίας θεοῦ;
Ἀνδρομάχη
Εἰ μὴ θανοῦμαί γ’· εἰ δὲ μή, οὐ λείψω ποτέ.
255 Ἑρμιόνη
Ὡς τοῦτ’ ἄραρε, κοὐ μενῶ πόσιν μολεῖν.
Ἀνδρομάχη
Ἀλλ’ οὐδ’ ἐγὼ μὴν πρόσθεν ἐκδώσω μέ σοι.
Ἑρμιόνη
Πῦρ σοι προσοίσω, κοὐ τὸ σὸν προσκέψομαι.
Ἀνδρομάχη
Σὺ δ’ οὖν κάταιθε· θεοὶ γὰρ εἴσονται τάδε.
Ἑρμιόνη
Καὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας.
260 Ἀνδρομάχη
Σφάζ’, αἱμάτου θεᾶς βωμόν, ἣ μέτεισί σε.
Ἑρμιόνη
Ὦ βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος,
ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλ’ ἐγώ σ’ ἕδρας
ἐκ τῆσδ’ ἑκοῦσαν ἐξαναστήσω τάχα·
τοιόνδ’ ἔχω σου δέλεαρ. Ἀλλὰ γὰρ λόγους
κρύψω, τὸ δ’ ἔργον αὐτὸ σημανεῖ τάχα. 265
Κάθησ’ ἑδραία· καὶ γὰρ εἰ πέριξ σ’ ἔχοι
τηκτὸς μόλυβδος, ἐξαναστήσω σ’ ἐγὼ
πρὶν ᾧ πέποιθας παῖδ’ Ἀχιλλέως μολεῖν.
Ἀνδρομάχη
Πέποιθα. Δεινὸν δ’ ἑρπετῶν μὲν ἀγρίων
ἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα· 270
ὃ δ’ ἔστ’ ἐχίδνης καὶ πυρὸς περαιτέρω
οὐδεὶς γυναικὸς φάρμακ’ ἐξηύρηκέ πω
[κακῆς· τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν].
Χορός
Ἦ μεγάλων ἀχέων ἄρ’ ὑπῆρξεν, ὅτ’ Ἰδαίαν
ἐς νάπαν ἦλθ’ ὁ Μαί- 275
ας τε καὶ Διὸς τόκος,
τρίπωλον ἅρμα δαιμόνων
ἄγων τὸ καλλιζυγές,
ἔριδι στυγερᾷ κεκορυθμένον εὐμορφίας
σταθμοὺς ἔπι βούτας, 280
βοτῆρά τ’ ἀμφὶ μονότροπον νεανίαν
ἔρημόν θ’ ἑστιοῦχον αὐλάν.
Ταὶ δ’ ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν
πιδάκων νίψαν αἰ-
γλᾶντα σώματα ῥοαῖς, 285
ἔβαν δὲ Πριαμίδαν ὑπερ-
βολαῖς λόγων δυσφρόνων
παραβαλλόμεναι, δολίοις δ’ ἕλε Κύπρις λόγοις,
τερπνοῖς μὲν ἀκοῦσαι,
πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει
ταλαίνᾳ περγάμοις τε Τροίας. 290
Ἀλλ’ εἴθ’ ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸν
ἁ τεκοῦσά νιν μόρον
πρὶν Ἰδαῖον κατοικίσαι λέπας,
ὅτε νιν παρὰ θεσπεσίῳ δάφνᾳ 295
βόασε Κασάνδρα κτανεῖν,
μεγάλαν Πριάμου πόλεως λώβαν.
τίν’ οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετο
δαμογερόντων βρέφος φονεύειν;
Οὔτ’ ἂν ἐπ’ Ἰλιάσι ζυγὸν ἤλυθε 300
δούλιον, σύ τ’ ἂν γύναι,
τυράννων ἔσχες ἂν δόμων ἕδρας·
παρέλυσε δ’ ἂν Ἑλλάδος ἀλγεινοὺς
οὓς ἀμφὶ Τρωίαν πόνους
δεκέτεις ἀλάληντο νέοι λόγχαις. 305
Λέχη τ’ ἔρημ’ ἂν οὔποτ’ ἐξελείπετο,
καὶ τεκέων ὀρφανοὶ γέροντες.
Μενέλαος
ἥκω λαβὼν σὸν παῖδ’, ὃν εἰς ἄλλους δόμους
λάθρᾳ θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου.
Σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σῴσειν τόδε, 310
τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ’ ἐφηυρέθης
ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι.
Κεἰ μὴ τόδ’ ἐκλιποῦσ’ ἐρημώσεις πέδον,
ὅδ’ ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται.
Ταῦτ’ οὖν λογίζου, πότερα κατθανεῖν θέλεις 315
ἢ τόνδ’ ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ,
ἣν εἰς ἔμ’ εἴς τε παῖδ’ ἐμὴν ἁμαρτάνεις.
Ἀνδρομάχη
Ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶν
οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν.
[Εὔκλεια δ’ οἷς μὲν ἔστ’ ἀληθείας ὕπο, 320
εὐδαιμονίζω· τοὺς δ’ ὑπὸ ψευδῶν, ἔχειν
οὐκ ἀξιώσω, πλὴν τύχῃ φρονεῖν δοκεῖν.]
Σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ
Τροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν;
ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων 325
τοσόνδ’ ἔπνευσας, καὶ γυναικὶ δυστυχεῖ
δούλῃ κατέστης εἰς ἀγῶν’; οὐκ ἀξιῶ
οὔτ’ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.
[Ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὖ φρονεῖν
λαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι, 330
πλὴν εἴ τι πλούτῳ· τοῦτο δ’ ἰσχύει μέγα.
Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους·
τέθνηκα τῇ σῇ θυγατρὶ καί μ’ ἀπώλεσε·
μιαιφόνον μὲν οὐκέτ’ ἂν φύγοι μύσος.
Ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ’ ἀγωνιῇ 335
φόνον· τὸ συνδρῶν γάρ σ’ ἀναγκάσει χερός.
Ἢν δ’ οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδρ�
�μω,
τὸν παῖδά μου κτενεῖτε; κᾆτα πῶς πατὴρ
τέκνου θανόντος ῥᾳδίως ἀνέξεται;
οὐχ ὧδ’ ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ· 340
ἀλλ’ εἶσιν οἷ χρή, Πηλέως γὰρ ἄξια
πατρός τ’ Ἀχιλλέως ἔργα δρῶν φανήσεται
ὤσει δὲ σὴν παῖδ’ ἐκ δόμων· σὺ δ’ ἐκδιδοὺς
ἄλλῳ τί λέξεις; πότερον ὡς κακὸν πόσιν
φεύγει τὸ ταύτης σῶφρον; ἀλλ’ οὐ πείσεται. 345
Γαμεῖ δὲ τίς νιν; ἤ σφ’ ἄνανδρον ἐν δόμοις
χήραν καθέξεις πολιόν; ὦ τλήμων ἀνήρ,
κακῶν τοσούτων οὐχ ὁρᾷς ἐπιρροάς;
πόσας ἂν εὐνὰς θυγατέρ’ ἠδικημένην
βούλοι’ ἂν εὑρεῖν ἢ παθεῖν ἁγὼ λέγω;] 350
Οὐ χρὴ ‘πὶ μικροῖς μεγάλα πορσύνειν κακὰ
οὐδ’, εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν,
ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν.
Ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν
καὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὕτη λέγει, 355
— κόντες οὐκ ἄκοντες, οὐδὲ βώμιοι
πίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομεν
ἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσονα
βλάβην ὀφείλω προστιθεῖσ’ ἀπαιδίαν.
Ἡμεῖς μὲν οὖν τοιοίδε· τῆς δὲ σῆς φρενὸς 360
ἕν σου δέδοικα· διὰ γυναικείαν ἔριν
καὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν.
Χορός
Ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας,
< τὸ δ’ ὀξύθυμον τὴν διάγνωσιν κρατεῖ>
καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός. 365
Μενέλαος
Γύναι, τάδ’ ἐστὶ σμικρὰ καὶ μοναρχίας
οὐκ ἄξι’, ὡς φῄς, τῆς ἐμῆς οὐδ’ Ἑλλάδος.