Complete Works of Euripides
Page 167
Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν.
οὐ γὰρ ὃ μὴ καλὸν οὔποτ᾽ ἔφυ καλόν,
815 οὐδ᾽ οἱ μὴ νόμιμοι
† παῖδες ματρὶ λόχευμα, μίασμα πατρός:
ἣ δὲ συναίμονος ἐς λέχος ἦλθεν.
Χορός
ἔτεκες, ὦ Γαῖ᾽, ἔτεκές ποτε,
βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτ᾽ ἐν οἴκοις,
820 τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος
γένναν ὀδοντοφυῆ, Θήβαις κάλλιστον ὄνειδος:
Ἁρμονίας δέ ποτ᾽ εἰς ὑμεναίους
ἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβας
τᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέστα
825 διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον,
Δίρκα χλοεροτρόφον ᾇ πεδίον
πρόπαρ Ἰσμηνοῦ καταδεύει:
Ἰώ θ᾽, ἁ κερόεσσα προμάτωρ,
Καδμείων βασιλῆας ἐγείνατο,
830 μυριάδας δ᾽ ἀγαθῶν ἑτέροις ἑτέ-
ρας μεταμειβομένα πόλις ἅδ᾽ ἐπ᾽ ἄκροις ἕστακ᾽
Ἀρηΐοις στεφάνοισιν.
Τειρεσίας
ἡγοῦ πάροιθε, θύγατερ: ὡς τυφλῷ ποδὶ
835 ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς:
δεῦρ᾽ ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖσ᾽ ἐμόν,
πρόβαινε, μὴ σφαλῶμεν: ἀσθενὴς πατήρ:
κλήρους τέ μοι φύλασσε παρθένῳ χερί,
οὓς ἔλαβον οἰωνίσματ᾽ ὀρνίθων μαθὼν
840 θάκοισιν ἐν ἱεροῖσιν, οὗ μαντεύομαι.
τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι
πόση τις ἡ ‘πίλοιπος ἄστεως ὁδὸς
πρὸς πατέρα τὸν σόν: ὡς ἐμὸν κάμνει γόνυ,
πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ.
Κρέων
845 θάρσει: πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς
ἐξώρμισαι σὸν πόδα: λαβοῦ δ᾽ αὐτοῦ, τέκνον:
ὡς πᾶσ᾽ ἀπήνη πούς τε πρεσβύτου φιλεῖ
χειρὸς θυραίας ἀναμένειν κουφίσματα.
Τειρεσίας
εἶἑν, πάρεσμεν: τί με καλεῖς σπουδῇ, Κρέον;
Κρέων
850 οὔπω λελήσμεθ᾽: ἀλλὰ σύλλεξαι σθένος
καὶ πνεῦμ᾽ ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ.
Τειρεσίας
κόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο
δεῦρ᾽ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας:
κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός,
855 οὗ καλλινίκους Κεκροπίδας ἔθηκ᾽ ἐγώ:
καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾷς, ἔχω
λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων.
Κρέων
οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη:
ἐν γὰρ κλύδωνι κείμεθ᾽, ὥσπερ οἶσθα σύ,
860 δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών.
βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις
ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα:
ἐμοὶ δ᾽ ἐπέσταλκ᾽ ἐκμαθεῖν σέθεν πάρα,
τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν.
Τειρεσίας
865 Ἐτεοκλέους μὲν οὕνεκ᾽ ἂν κλῄσας στόμα
χρησμοὺς ἐπέσχον: σοὶ δ᾽, ἐπεὶ χρῄζεις μαθεῖν,
λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον,
ἐξ οὗ ‘τεκνώθη Λάιος βίᾳ θεῶν
πόσιν τ᾽ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν:
870 αἵ θ᾽ αἱματωποὶ δεργμάτων διαφθοραὶ
θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι.
ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳ
χρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι,
ἥμαρτον ἀμαθῶς: οὔτε γὰρ γέρα πατρὶ
875 οὔτ᾽ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆ
ἐξηγρίωσαν: ἐκ δ᾽ ἔπνευσ᾽ αὐτοῖς ἀρὰς
δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος.
ἁγὼ τί <οὐ> δρῶν, ποῖα δ᾽ οὐ λέγων ἔπη
ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου;
880 ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον:
πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες
Ἀργεῖα καὶ Καδμεῖα μείξαντες βέλη
πικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί.
σύ τ᾽ ὦ τάλαινα συγκατασκάπτῃ πόλι,
885 εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται.
ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου
μηδένα πολίτην μηδ᾽ ἄνακτ᾽ εἶναι χθονός,
ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν.
ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ,
890 μί᾽ ἔστιν ἄλλη μηχανὴ σωτηρίας.
ἀλλ᾽ — οὐ γὰρ εἰπεῖν οὔτ᾽ ἐμοὶ τόδ᾽ ἀσφαλὲς
πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις
πόλει παρασχεῖν φάρμακον σωτηρίας —
ἄπειμι. χαίρεθ᾽: εἷς γὰρ ὢν πολλῶν μέτα
895 τὸ μέλλον, εἰ χρή, πείσομαι: τί γὰρ πάθω;
Κρέων
ἐπίσχες αὐτοῦ, πρέσβυ.
Τειρεσίας
μὴ ‘πιλαμβάνου.
Κρέων
μεῖνον, τί φεύγεις;
Τειρεσίας
ἡ τύχη σ᾽, ἀλλ᾽ οὐκ ἐγώ.
Κρέων
φράσον πολίταις καὶ πόλει σωτηρίαν.
Τειρεσίας
βούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα.
Κρέων
900 καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω;
Τειρεσίας
θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις;
Κρέων
ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν;
Τειρεσίας
κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων.
πρῶτον δ᾽ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν,
/>
905 ποῦ ‘στιν Μενοικεύς, ὅς με δεῦρ᾽ ἐπήγαγεν;
Κρέων
ὅδ᾽ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ.
Τειρεσίας
ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς.
Κρέων
ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται.
Τειρεσίας
βούλῃ παρόντος δῆτά σοι τούτου φράσω;
Κρέων
910 κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας.
Τειρεσίας
ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν:
[ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλιν]
σφάξαι Μενοικέα τόνδε δεῖ σ᾽ ὑπὲρ πάτρας,
σὸν παῖδ᾽, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς.
Κρέων
915 τί φῄς; τίν᾽ εἶπας τόνδε μῦθον, ὦ γέρον;
Τειρεσίας
ἅπερ πέφυκε, ταῦτα κἀνάγκη σὲ δρᾶν.
Κρέων
ὦ πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά.
Τειρεσίας
σοί γ᾽, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια.
Κρέων
οὐκ ἔκλυον, οὐκ ἤκουσα: χαιρέτω πόλις.
Τειρεσίας
920 ἁνὴρ ὅδ᾽ οὐκέθ᾽ αὑτός: ἐκνεύει πάλιν.
Κρέων
χαίρων ἴθ᾽: οὐ γὰρ σῶν με δεῖ μαντευμάτων.
Τειρεσίας
ἀπόλωλεν ἡ ἀλήθει᾽, ἐπεὶ σὺ δυστυχεῖς;
Κρέων
ὦ πρός σε γονάτων καὶ γερασμίου τριχὸς —
Τειρεσίας
τί προσπίτνεις με; δυσφύλακτ᾽ αἰτῇ κακά.
Κρέων
925 σίγα: πόλει δὲ τούσδε μὴ λέξῃς λόγους.
Τειρεσίας
ἀδικεῖν κελεύεις μ᾽: οὐ σιωπήσαιμεν ἄν.
Κρέων
τί δή με δράσεις; παῖδά μου κατακτενεῖς;
Τειρεσίας
ἄλλοις μελήσει ταῦτ᾽, ἐμοὶ δ᾽ εἰρήσεται.
Κρέων
ἐκ τοῦ δ᾽ ἐμοὶ τόδ᾽ ἦλθε καὶ τέκνῳ κακόν;
Τειρεσίας
930 ὀρθῶς μ᾽ ἐρωτᾷς κεἰς ἀγῶν᾽ ἔρχῃ λόγων.
δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς
ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος,
σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰς
Κάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων,
935 ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον.
καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθ᾽ Ἄρη.
χθὼν δ᾽ ἀντὶ καρποῦ καρπὸν ἀντί θ᾽ αἵματος
αἷμ᾽ ἢν λάβῃ βρότειον, ἕξετ᾽ εὐμενῆ
γῆν, ἥ ποθ᾽ ἡμῖν χρυσοπήληκα στάχυν
940 σπαρτῶν ἀνῆκεν: ἐκ γένους δὲ δεῖ θανεῖν
τοῦδ᾽, ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς.
σὺ δ᾽ ἐνθάδ᾽ ἡμῖν λοιπὸς εἶ σπαρτῶν γένους
ἀκέραιος, ἔκ τε μητρὸς ἀρσένων τ᾽ ἄπο,
οἱ σοί τε παῖδες. Αἵμονος μὲν οὖν γάμοι
945 σφαγὰς ἀπείργουσ᾽. οὐ γάρ ἐστιν ᾔθεος:
κεἰ μὴ γὰρ εὐνῆς ἥψατ᾽, ἀλλ᾽ ἔχει λέχος.
οὗτος δὲ πῶλος τῇδ᾽ ἀνειμένος πόλει
θανὼν πατρῴαν γαῖαν ἐκσώσειεν ἄν.
πικρὸν δ᾽ Ἀδράστῳ νόστον Ἀργείοισί τε
950 θήσει, μέλαιναν κῆρ᾽ ἐπ᾽ ὄμμασιν βαλών,
κλεινάς τε Θήβας. τοῖνδ᾽ ἑλοῦ δυοῖν πότμοιν
τὸν ἕτερον: ἢ γὰρ παῖδα σῷσον ἢ πόλιν.
τὰ μὲν παρ᾽ ἡμῶν πάντ᾽ ἔχεις: ἡγοῦ, τέκνον,
πρὸς οἶκον. ὅστις δ᾽ ἐμπύρῳ χρῆται τέχνῃ,
955 μάταιος: ἢν μὲν ἐχθρὰ σημήνας τύχῃ,
πικρὸς καθέστηχ᾽ οἷς ἂν οἰωνοσκοπῇ:
ψευδῆ δ᾽ ὑπ᾽ οἴκτου τοῖσι χρωμένοις λέγων
ἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνον
χρῆν θεσπιῳδεῖν, ὃς δέδοικεν οὐδένα.
Χορός
960 Κρέον, τί σιγᾷς γῆρυν ἄφθογγον σχάσας;
κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα.
Κρέων
τί δ᾽ ἄν τις εἴποι; δῆλον οἵ γ᾽ ἐμοὶ λόγοι.
ἐγὼ γὰρ οὔποτ᾽ ἐς τόδ᾽ εἶμι συμφορᾶς,
ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει.
965 πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος,
οὐδ᾽ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν.
μή μ᾽ εὐλογείτω τἀμά τις κτείνων τέκνα.
αὐτὸς δ᾽ — ἐν ὡραίῳ γὰρ ἕσταμεν βίου —
θνῄσκειν ἕτοιμος πατρίδος ἐκλυτήριον.
970
ἀλλ᾽ εἶα, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν,
ἀκόλαστ᾽ ἐάσας μάντεων θεσπίσματα,
φεῦγ᾽ ὡς τάχιστα τῆσδ᾽ ἀπαλλαχθεὶς χθονός:
λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε,
[πύλας ἐφ᾽ ἑπτὰ καὶ λοχαγέτας μολών:]
975 κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία:
ἢν δ᾽ ὑστερήσῃς, οἰχόμεσθα, κατθανῇ.
Μενοικεύς
ποῖ δῆτα φεύγω; τίνα πόλιν; τίνα ξένων;
Κρέων
ὅπου χθονὸς τῆσδ᾽ ἐκποδὼν μάλιστ᾽ ἔσῃ.
Μενοικεύς
οὐκοῦν σὲ φράζειν εἰκός, ἐκπονεῖν δ᾽ ἐμέ.
Κρέων
980 Δελφοὺς περάσας —
Μενοικεύς
ποῖ με χρή, πάτερ, μολεῖν;
Κρέων
Αἰτωλίδ᾽ ἐς γῆν.
Μενοικεύς
ἐκ δὲ τῆσδε ποῖ περῶ;
Κρέων
Θεσπρωτὸν οὖδας.
Μενοικεύς
σεμνὰ Δωδώνης βάθρα;
Κρέων
ἔγνως.
Μενοικεύς
τί δὴ τόδ᾽ ἔρυμά μοι γενήσεται;
Κρέων
πόμπιμος ὁ δαίμων.
Μενοικεύς
χρημάτων δὲ
τίς πόρος;
Κρέων
985 ἐγὼ πορεύσω χρυσόν.
Μενοικεύς
Μενοικεύς
εὖ λέγεις, πάτερ.
χώρει νυν: ὡς σὴν πρὸς κασιγνήτην μολών,
ἧς πρῶτα μαστὸν εἵλκυσ᾽, Ἰοκάστην λέγω,
μητρὸς στερηθεὶς ὀρφανός τ᾽ ἀποζυγείς —
[προσηγορήσων εἶμι καὶ σῴσων βίον.]
990 ἀλλ᾽ εἶα, χώρει: μὴ τὸ σὸν κωλυέτω. —
γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον,
κλέψας λόγοισιν, ὥσθ᾽ ἃ βούλομαι τυχεῖν:
ὅς μ᾽ ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης,
καὶ δειλίᾳ δίδωσι. καὶ συγγνωστὰ μὲν
995 γέροντι, τοὐμὸν δ᾽ οὐχὶ συγγνώμην ἔχει,
προδότην γενέσθαι πατρίδος ἥ μ᾽ ἐγείνατο.
ὡς οὖν ἂν εἰδῆτ᾽, εἶμι καὶ σῴσω πόλιν
ψυχήν τε δώσω τῆσδ᾽ ὑπερθανεῖν χθονός.
αἰσχρὸν γάρ: οἱ μὲν θεσφάτων ἐλεύθεροι
1000 κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι
στάντες παρ᾽ ἀσπίδ᾽ οὐκ ὀκνήσουσιν θανεῖν,
πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ:
ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς
πόλιν τ᾽ ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς
1005 ἄπειμ᾽: ὅπου δ᾽ ἂν ζῶ, κακὸς φανήσομαι.
μὰ τὸν μετ᾽ ἄστρων Ζῆν᾽ Ἄρη τε φοίνιον,
ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ
Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο.
ἀλλ᾽ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων
1010 σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ
δράκοντος, ἔνθ᾽ ὁ μάντις ἐξηγήσατο,
ἐλευθερώσω γαῖαν: εἴρηται λόγος.
στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλει
δώσων, νόσου δὲ τήνδ᾽ ἀπαλλάξω χθόνα.
1015 εἰ γὰρ λαβὼν ἕκαστος ὅ τι δύναιτό τις