Complete Works of Euripides
Page 168
χρηστὸν διέλθοι τοῦτο κἀς κοινὸν φέροι
πατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνων
πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.
Χορός
ἔβας ἔβας,
ὦ πτεροῦσσα, γᾶς λόχευμα
1020 νερτέρου τ᾽ Ἐχίδνας,
Καδμείων ἁρπαγά,
πολύφθορος πολύστονος
μειξοπάρθενος,
δάιον τέρας,
φοιτάσι πτεροῖς
1025 χαλαῖσί τ᾽ ὠμοσίτοις:
Διρκαίων ἅ ποτ᾽ ἐκ
τόπων νέους πεδαίρουσ᾽
ἄλυρον ἀμφὶ μοῦσαν
ὀλομέναν τ᾽ Ἐρινὺν
1030 ἔφερες ἔφερες ἄχεα πατρίδι
φόνια: φόνιος ἐκ θεῶν
ὃς τάδ᾽ ἦν ὁ πράξας.
ἰάλεμοι δὲ ματέρων,
ἰάλεμοι δὲ παρθένων
1035 ἐστέναζον οἴκοις:
ἰηιήιον βοάν,
ἰηιήιον μέλος,
ἄλλος ἄλλ᾽ ἐπωτότυζε
διαδοχαῖς ἀνὰ πτόλιν.
βροντᾷ δὲ στεναγμὸς
1040 ἀχά τ᾽ ἦν ὅμοιος,
ὁπότε πόλεος ἀφανίσειεν
ἁ πτεροῦσσα παρθένος τιν᾽ ἀνδρῶν.
Χορός
χρόνῳ δ᾽ ἔβα
Πυθίαις ἀποστολαῖσιν
Οἰδίπους ὁ τλάμων
1045 Θηβαίαν τάνδε γᾶν
τότ᾽ ἀσμένοις, πάλιν δ᾽ ἄχη:
ματρὶ γὰρ γάμους
δυσγάμους τάλας
καλλίνικος ὢν
αἰνιγμάτων συνάπτει,
1050 μιαίνει δὲ πτόλιν:
δι᾽ αἱμάτων δ᾽ ἀμείβει
μυσαρὸν εἰς ἀγῶνα
καταβαλὼν ἀραῖσι
τέκεα μέλεος. ἀγάμεθ᾽ ἀγάμεθ᾽,
1055 ὃς ἐπὶ θάνατον οἴχεται
γᾶς ὑπὲρ πατρῴας,
Κρέοντι μὲν λιπὼν γόους,
τὰ δ᾽ ἑπτάπυργα κλῇθρα γᾶς
καλλίνικα θήσων.
1060 γενοίμεθ᾽ ὧδε ματέρες
γενοίμεθ᾽ εὔτεκνοι, φίλα
Παλλάς, ἃ δράκοντος αἷμα
λιθόβολον κατειργάσω,
Καδμείαν μέριμναν
ὁρμήσασ᾽ ἐπ᾽ ἔργον,
1065 ὅθεν ἐπέσυτο τάνδε γαῖαν
ἁρπαγαῖσι δαιμόνων τις ἄτα.
Ἄγγελος
ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ;
ἀνοίγετ᾽: ἐκπορεύετ᾽ Ἰοκάστην δόμων.
ὠὴ μάλ᾽ αὖθις: διὰ μακροῦ μέν, ἀλλ᾽ ὅμως
1070 ἔξελθ᾽, ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ,
λήξασ᾽ ὀδυρμῶν πενθίμων τε δακρύων.
Ἰοκάστη
ὦ φίλτατ᾽, οὔ που ξυμφορὰν ἥκεις φέρων
Ἐτεοκλέους θανόντος, οὗ παρ᾽ ἀσπίδα
βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη;
1075 [τί μοί ποθ᾽ ἥκεις καινὸν ἀγγελῶν ἔπος;]
τέθνηκεν ἢ ζῇ παῖς ἐμός; σήμαινέ μοι.
Ἄγγελος
ζῇ, μὴ τρέσῃς τόδ᾽, ὥς <σ᾽> ἀπαλλάξω φόβου.
Ἰοκάστη
τί δ᾽; ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί;
Ἄγγελος
ἑστᾶσ᾽ ἄθραυστοι, κοὐκ ἀνήρπασται πόλις.
Ἰοκάστη
1080 ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός;
Ἄγγελος
ἀκμήν γ᾽ ἐπ᾽ αὐτήν: ἀλλ᾽ ὁ Καδμείων Ἄρης
κρείσσων κατέστη τοῦ Μυκηναίου δορός.
Ἰοκάστη
ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέρι
οἶσθ᾽: ὡς μέλει μοι καὶ τόδ᾽, εἰ λεύσσει φάος.
Ἄγγελος
1085 ζῇ σοι ξυνωρὶς ἐς τόδ᾽ ἡμέρας τέκνων.
Ἰοκάστη
εὐδαιμονοίης. πῶς γὰρ Ἀργείων δόρυ
πυλῶν ἀπεστήσασθε πυργηρούμενοι;
λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγας
ἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσῳσμένης.
Ἄγγελος
Ἄγγελος
1090 ἐπεὶ Κρέοντος παῖς ὁ γῆς ὑπερθανὼν
πύργων ἐπ᾽ ἄκρων στὰς μελάνδετον ξίφος
λαιμῶν διῆκε τῇδε γῇ σωτήριον,
λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέτας
πύλας ἐφ᾽ ἑπτά, φύλακας Ἀργείου δορός,
1095 σὸς παῖς, ἐφέδρους <δ᾽> ἱππότας μὲν ἱππόταις
ἔταξ᾽, ὁπλίτας δ᾽ ἀσπιδηφόροις ἔπι,
ὡς τῷ νοσοῦντι τειχέων εἴη δορὸς
ἀλκὴ δι᾽ ὀλίγου. περγάμων δ᾽ ἀπ᾽ ὀρθίων
λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν
1100 Τευμησὸν ἐκλιπόντα, καὶ τάφρου πέλας
δρόμῳ ξυνῆψαν ἄστυ Καδμείας χθονός.
παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ
ἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα.
καὶ πρῶτα μὲν προσῆγε Νηίταις πύλαις
1105 λόχον πυκναῖσιν ἀσπίσιν πεφρικότα
ὁ τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος,
ἐπίσημ᾽ ἔχων οἰκεῖον ἐν μέσῳ σάκει,
ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρον
χειρουμένην Αἰτωλόν. ἐς δὲ Προιτίδας
1110 πύλας ἐχώρει σφάγι᾽ ἔχων ἐφ᾽ ἅρματι
ὁ μάντις Ἀμφιάραος, οὐ σημεῖ᾽ ἔχων
ὑβρισμέν᾽, ἀλλὰ σωφρόνως ἄσημ᾽ ὅπλα.
Ὠγύγια δ᾽ ἐς πυλώμαθ᾽ Ἱππομέδων ἄναξ
ἔστειχ᾽ ἔχων σημεῖον ἐν μέσῳ σάκει
1115 στικτοῖς Πανόπτην ὄμμασιν δεδορκότα,
τὰ μὲν σὺν ἄστρων ἐπιτολαῖσιν ὄμματα
βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα,
ὡς ὕστερον θανόντος εἰσορᾶν παρῆν.
Ὁμολωίσιν δὲ τάξιν εἶχε πρὸς πύλαις
1120 Τυδεύς, λέοντος δέρος ἔχων ἐπ᾽ ἀσπίδι
χαίτῃ πεφρικός: δεξιᾷ δὲ λαμπάδα
Τιτὰν Προμηθεὺς ἔφερεν ὡς πρήσων πόλιν.
ὁ σὸς δὲ Κρηναίαισι Πολυνείκης πύλαις
Ἄρη προσῆγε: Ποτνιάδες δ᾽ ἐπ᾽ ἀσπίδι
1125 ἐπίσημα πῶλοι δρομάδες ἐσκίρτων φόβῳ,
εὖ πως στρόφιγξιν ἔνδοθεν κυκλούμεναι
πόρπαχ᾽ ὑπ᾽ αὐτόν, ὥστε μαίνεσθαι δοκεῖν.
ὁ δ᾽ οὐκ ἔλασσον Ἄρεος ἐς μάχην φρονῶν
Καπανεὺς προσῆγε λόχον ἐπ᾽ Ἠλέκτραις πύλαις:
1130 σιδηρονώτοις δ᾽ ἀσπίδος τύποις ἐπῆν
γίγας ἐπ᾽ ὤμοις γηγενὴς ὅλην πόλιν
φέρων μοχλοῖσιν ἐξανασπάσας βάθρων,
ὑπόνοιαν ἡμῖν οἷα πείσεται πόλις.
ταῖς δ᾽ ἑβδόμαις Ἄδραστος ἐν πύλαισιν ἦν,
1135 ἑκατὸν ἐχίδναις ἀσπίδ᾽ ἐκπληρῶν γραφῇ,
[ὕδρας ἔχων λαιοῖσιν ἐν βραχίοσιν]
Ἀργεῖον αὔχημ᾽: ἐκ δὲ τειχέων μέσων
δράκοντες ἔφερον τέκνα Καδμείων γνάθοις.
παρῆν δ᾽ ἑκάστου τῶνδέ μοι θεάματα
1140 ξύνθημα παρφέροντι ποιμέσιν λόχων.
καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις
ἐμαρνάμεσθα σφενδόναις θ᾽ ἑκηβόλοις
πετρῶν τ᾽ ἀραγμοῖς: ὡς δ᾽ ἐνικῶμεν μάχῃ,
ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος:
1145 ὦ τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς,
τί μέλλετ᾽ ἄρδην πάντες ἐμπίπτειν πύλαις,
γυμνῆτες ἱππῆς ἁρμάτων τ᾽ ἐπιστάται;
ἠχῆς δ᾽ ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν:
πολλοὶ δ᾽ ἔπιπτον κρᾶτας αἱματούμενοι,
1150 ἡμῶν τ᾽ ἐς οὖδας εἶδες ἂν πρὸ τειχέων
πυκνοὺς κυβιστητῆρας ἐκπεπνευκότας:
ξηρὰν δ᾽ ἔδευον γαῖαν αἵματος ῥοαῖς.
ὁ δ᾽ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος
τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾷ
1155 πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν:
ἀλλ᾽ ἔσχε μαργῶντ᾽ αὐτὸν ἐναλίου θεοῦ
Περικλύμενος παῖς λᾶαν ἐμβαλὼν κάρᾳ
ἁμαξοπληθῆ, γεῖσ᾽ ἐπάλξεων ἄπο:
ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰς
1160 ἔρρηξεν ὀστέων, ἄρτι δ᾽ οἰνωπὸν γένυν
καθῃμάτωσεν: οὐδ᾽ ἀποίσεται βίον
τῇ καλλιτόξῳ μητρὶ Μαινάλου κόρῃ.
ἐπεὶ δὲ τάσδ᾽ ἐσεῖδεν εὐτυχεῖς πύλας,
ἄλλας ἐπῄει παῖς σός, εἱπόμην δ᾽ ἐγώ.
1165 ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺς
Αἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμα
πύργων ἀκοντίζοντας, ὥστ᾽ ἐπάλξεων
λιπεῖν ἐρίπνας φυγάδας: ἀλλά νιν πάλιν
κυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται,
1170 πύργοις δ᾽ ἐπέστησ᾽ αὖθις. ἐς δ᾽ ἄλλας πύλας
ἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν.
Καπανεὺς δὲ πῶς εἴποιμ᾽ ἂν ὡς ἐμαίνετο;
μακραύχενος γὰρ κλίμακος προσαμβάσεις
ἔχων ἐχώρει, καὶ τοσόνδ᾽ ἐκόμπασε,
1175 μηδ᾽ ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸς
τὸ μὴ οὐ κατ᾽ ἄκρων περγάμων ἑλεῖν πόλιν.
καὶ ταῦθ᾽ ἅμ᾽ ἠγόρευε καὶ πετρούμενος
ἀνεῖρφ᾽ ὑπ᾽ αὐτὴν ἀσπίδ᾽ εἱλίξας δέμας,
κλίμακος ἀμείβων ξέστ᾽ ἐνηλάτων βάθρα.
1180 ἤδη δ᾽ ὑπερβαίνοντα γεῖσα τειχέων
βάλλει κεραυνῷ Ζεύς νιν: ἐκτύπησε δὲ
χθών, ὥστε δεῖσαι πάντας: ἐκ δὲ κλιμάκων
[ἐσφενδονᾶτο χωρὶς ἀλλήλων μέλη,
κόμαι μὲν εἰς Ὄλυμπον, αἷμα δ᾽ ἐς χθόνα,
1185 χεῖρες δὲ καὶ κῶλ᾽ ὡς κύκλωμ᾽ Ἰξίονος]
εἱλίσσετ᾽: ἐς γῆν δ᾽ ἔμπυρος πίπτει νεκρός.
ὡς δ᾽ εἶδ᾽ Ἄδραστος Ζῆνα πολέμιον στρατῷ,
ἔξω τάφρου καθῖσεν Ἀργείων στρατόν.
οἱ δ᾽ αὖ παρ᾽ ἡμῶν δεξιὸν Διὸς τέρας
1190 ἰδόντες ἐξήλαυνον ἁρμάτων ὄχους
ἱππῆς ὁπλῖται, κἀς μέσ᾽ Ἀργείων ὅπλα
συνῆψαν ἔγχη: πάντα δ᾽ ἦν ὁμοῦ κακά:
ἔθνῃσκον ἐξέπιπτον ἀντύγων ἄπο,
τροχοί τ᾽ ἐπήδων ἄξονές τ᾽ ἐπ᾽ ἄξοσι,
1195 νεκροὶ δὲ νεκροῖς ἐξεσωρεύονθ᾽ ὁμοῦ.
πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰς
ἐς τὴν παροῦσαν ἡμέραν: εἰ δ᾽ εὐτυχὴς
ἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει:
καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσῳσέ τις.
Χορός
1200 καλὸν τὸ νικᾶν: εἰ δ᾽ ἀμείνον᾽ οἱ θεοὶ
γνώμην ἔχουσιν — εὐτυχὴς εἴην ἐγώ.
Ἰοκάστη
καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει:
παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ.
Κρέων δ᾽ ἔοικε τῶν ἐμῶν νυμφευμάτων
1205 τῶν τ᾽ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν,
παιδὸς στερηθείς, τῇ πόλει μὲν εὐτυχῶς,
ἰδίᾳ δὲ λυπρῶς. ἀλλ᾽ ἄνελθέ μοι πάλιν,
τί τἀπὶ τούτοις παῖδ᾽ ἐμὼ δρασείετον.
Ἄγγελος
ἔα τὰ λοιπά: δεῦρ᾽ ἀεὶ γὰρ εὐτυχεῖς.
Ἰοκάστη
1210 τοῦτ᾽ εἰς ὕποπτον εἶπας: οὐκ ἐατέον.
Ἄγγελος
μεῖζον τί χρῄζεις παῖδας ἢ σεσῳσμένους;
Ἰοκάστη
καὶ τἀπίλοιπά γ᾽ εἰ καλῶς πράσσω κλύειν.
Ἄγγελος
μέθες μ᾽: ἔρημος παῖς ὑπασπιστοῦ σέθεν.
�
�οκάστη
κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότῳ.
Ἄγγελος
1215 κοὐκ ἄν γε λέξαιμ᾽ ἐπ᾽ ἀγαθοῖσι σοῖς κακά.
Ἰοκάστη
ἢν μή γε φεύγων ἐκφύγῃς πρὸς αἰθέρα.
Ἄγγελος
Ἄγγελος
αἰαῖ: τί μ᾽ οὐκ εἴασας ἐξ εὐαγγέλου
φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά;
τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα
1220 αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ,
λέξαντες Ἀργείοισι Καδμείοισί τε
ἐς κοινὸν οἷον μήποτ᾽ ὤφελον λόγον.
Ἐτεοκλέης δ᾽ ὑπῆρξ᾽ ἀπ᾽ ὀρθίου σταθεὶς
πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ:
1225 [ἔλεξε δ᾽: ὦ γῆς Ἑλλάδος στρατηλάται]
Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετ᾽ ἐνθάδε,
Κάδμου τε λαός, μήτε Πολυνείκους χάριν
ψυχὰς ἀπεμπολᾶτε μήθ᾽ ἡμῶν ὕπερ.
ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς
1230 μόνος συνάψω συγγόνῳ τὠμῷ μάχην:
κἂν μὲν κτάνω τόνδ᾽, οἶκον οἰκήσω μόνος,
ἡσσώμενος δὲ τῷδε παραδώσω μόνῳ:
ὑμεῖς δ᾽ ἀγῶν᾽ ἀφέντες, Ἀργεῖοι, χθόνα
νίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε,
1235 Σπαρτῶν τε λαὸς ἅλις ὅσος κεῖται νεκρός.
τοσαῦτ᾽ ἔλεξε: σὸς δὲ Πολυνείκης γόνος
ἐκ τάξεων ὤρουσε κἀπῄνει λόγους.
πάντες δ᾽ ἐπερρόθησαν Ἀργεῖοι τάδε
Κάδμου τε λαὸς ὡς δίκαι᾽ ἡγούμενοι.
1240 ἐπὶ τοῖσδε δ᾽ ἐσπείσαντο, κἀν μεταιχμίοις
ὅρκους συνῆψαν ἐμμενεῖν στρατηλάται.
ἤδη δ᾽ ἔκρυπτον σῶμα παγχάλκοις ὅπλοις
δισσοὶ γέροντος Οἰδίπου νεανίαι:
φίλοι δ᾽ ἐκόσμουν, τῆσδε μὲν πρόμον χθονὸς
1245 Σπαρτῶν ἀριστῆς, τὸν δὲ Δαναϊδῶν ἄκροι.