Complete Works of Euripides
Page 174
Ὡς οὖν ἂν εἰδῇς, Μενέλεως, τοῖσιν θεοῖς
[535] μὴ πρᾶσσ’ ἐναντί’, ὠφελεῖν τοῦτον θέλων,
ἔα δ’ ὑπ’ ἀστῶν καταφονευθῆναι πέτροις,
ἢ μὴ ‘πίβαινε Σπαρτιάτιδος χθονός.
Θυγάτηρ δ’ ἐμὴ θανοῦσ’ ἔπραξεν ἔνδικα·
ἀλλ’ οὐχὶ πρὸς τοῦτ’ εἰκὸς ἦν αὐτὴν θανεῖν.
[540] Ἐγὼ δὲ τἄλλα μακάριος πέφυκ’ ἀνήρ,
πλὴν ἐς θυγατέρας· τοῦτο δ’ οὐκ εὐδαιμονῶ.
Χορός
Ζηλωτὸς ὅστις εὐτύχησεν ἐς τέκνα
καὶ μὴ ‘πισήμους συμφορὰς ἐκτήσατο.
Ὀρέστης
[544] Ὦ γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν,
[545] ὅπου σὲ μέλλω σήν τε λυπήσειν φρένα.
Ἐγᾦδ’, ἀνόσιός εἰμι μητέρα κτανών,
ὅσιος δέ γ’ ἕτερον ὄνομα, τιμωρῶν πατρί.
Ἀπελθέτω δὴ τοῖς λόγοισιν ἐκποδὼν
τὸ γῆρας ἡμῖν τὸ σόν, ὅ μ’ ἐκπλήσσει λόγου,
[550] καὶ καθ’ ὁδὸν εἶμι· νῦν δὲ σὴν ταρβῶ τρίχα.
Τί χρῆν με δρᾶσαι; Δύο γὰρ ἀντίθες δυοῖν·
πατὴρ μὲν ἐφύτευσέν με, σὴ δ’ ἔτικτε παῖς,
τὸ σπέρμ’ ἄρουρα παραλαβοῦσ’ ἄλλου πάρα·
ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτ’ ἄν.
[555] Ἐλογισάμην οὖν τῷ γένους ἀρχηγέτῃ
μᾶλλόν με φῦναι τῆς ὑποστάσης τροφάς.
Ἡ σὴ δὲ θυγάτηρ μητέρ’ αἰδοῦμαι λέγειν
ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσιν
ἐς ἀνδρὸς ᾔει λέκτρ’· ἐμαυτόν, ἢν λέγω
[560] κακῶς ἐκείνην, ἐξερῶ· λέξω δ’ ὅμως.
Αἴγισθος ἦν ὁ κρυπτὸς ἐν δόμοις πόσις.
Τοῦτον κατέκτειν’, ἐπὶ δ’ ἔθυσα μητέρα,
ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί.
Ἐφ’ οἷς δ’ ἀπειλεῖς ὡς πετρωθῆναί με χρή,
[565] ἄκουσον ὡς ἅπασαν Ἑλλάδ’ ὠφελῶ.
Εἰ γὰρ γυναῖκες ἐς τόδ’ ἥξουσιν θράσους,
ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι
ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι,
παρ’ οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσεις
[570] ἐπίκλημ’ ἐχούσαις ὅ τι τύχοι. Δράσας δ’ ἐγὼ
δείν’, ὡς σὺ κομπεῖς, τόνδ’ ἔπαυσα τὸν νόμον.
Μισῶν δὲ μητέρ’ ἐνδίκως ἀπώλεσα,
ἥτις μεθ’ ὅπλων ἄνδρ’ ἀπόντ’ ἐκ δωμάτων
πάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτην
[575] προύδωκε κοὐκ ἔσῳσ’ ἀκήρατον λέχος·
Ἐπεὶ δ’ ἁμαρτοῦσ’ ᾔσθετ’, οὐχ αὑτῇ δίκην
ἐπέθηκεν, ἀλλ’, ὡς μὴ δίκην δοίη πόσει,
ἐζημίωσε πατέρα κἀπέκτειν’ ἐμόν.
Πρὸς θεῶν ἐν οὐ καλῷ μὲν ἐμνήσθην θεῶν,
[580] φόνον δικάζων· εἰ δὲ δὴ τὰ μητέρος
σιγῶν ἐπῄνουν, τί μ’ ἂν ἔδρασ’ ὁ κατθανών;
Οὐκ ἄν με μισῶν ἀνεχόρευ’ Ἐρινύσιν;
Ἢ μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί,
τῷ δ’ οὐ πάρεισι, μᾶλλον ἠδικημένῳ;
[585] Σύ τοι φυτεύσας θυγατέρ’, ὦ γέρον, κακὴν
ἀπώλεσάς με· διὰ τὸ γὰρ κείνης θράσος
πατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος.
Ὁρᾷς, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανε
Τηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν,
[590] μένει δ’ ἐν οἴκοις ὑγιὲς εὐνατήριον.
Ὁρᾷς δ’ Ἀπόλλων’, ὃς μεσομφάλους ἕδρας
ναίων βροτοῖσι στόμα νέμει σαφέστατον,
ᾧ πειθόμεσθα πάνθ’ ὅσ’ ἂν κεῖνος λέγῃ·
τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.
[595] Ἐκεῖνον ἡγεῖσθ’ ἀνόσιον καὶ κτείνετε·
ἐκεῖνος ἥμαρτ’, οὐκ ἐγώ. Τί χρῆν με δρᾶν;
Ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι
μίασμα λῦσαι; Ποῖ τις οὖν ἔτ’ ἂν φύγοι,
εἰ μὴ ὁ κελεύσας ῥύσεταί με μὴ θανεῖν;
[600] Ἀλλ’ ὡς μὲν οὐκ εὖ μὴ λέγ’ εἴργασται τάδε,
ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.
Γάμοι δ’ ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν,
μακάριος αἰών· οἷς δὲ μὴ πίπτουσιν εὖ,
τά τ’ ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς.
Χορός
[605] Αἰεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς
ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυστυχέστερον.
Τυνδάρεως
Ἐπεὶ θρασύνῃ κοὐχ ὑποστέλλῃ λόγῳ,
οὕτω δ’ ἀμείβῃ μ’ ὥστε μ’ ἀλγῆσαι φρένα,
μᾶλλόν μ’ ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον·
[610] καλὸν πάρεργον δ’ αὐτὸ θήσομαι πόνων
ὧν εἵνεκ’ ἦλθον θυγατρὶ κοσμήσων τάφον.
Μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον
ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν
σοὶ σῇ τ’ ἀδελφῇ, λεύσιμον δοῦναι δίκην.
[615] Μᾶλλον δ’ ἐκείνη σοῦ θανεῖν ἐστ’ ἀξία,
ἣ τῇ τεκούσῃ σ’ ἠγρίωσ’, ἐς οὖς ἀεὶ
πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον,
ὀνείρατ’ ἀγγέλλουσα τὰ Ἀγαμέμνονος,
καὶ τοῦθ’ ὃ μισήσειαν Αἰγίσθου λέχος
[620] οἱ νέρτεροι θεοί· καὶ γὰρ ἐνθάδ’ ἦν πικρόν·
ἕως ὑφῆψε δῶμ’ ἀνηφαίστῳ πυρί.
Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός·
εἰ τοὐμὸν ἔχθος ἐναριθμῇ κῆδός τ’ ἐμόν,
/> μὴ τῷδ’ ἀμύνειν φόνον ἐναντίον θεοῖς·
[625] ἔα δ’ ὑπ’ ἀστῶν καταφονευθῆναι πέτροις,
ἢ μὴ ‘πίβαινε Σπαρτιάτιδος χθονός.
Τοσαῦτ’ ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖς
ἕλῃ, παρώσας εὐσεβεστέρους φίλους·
ἡμᾶς δ’ ἀπ’ οἴκων ἄγετε τῶνδε, πρόσπολοι.
Ὀρέστης
[630] Στεῖχ’, ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος
πρὸς τόνδ’ ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν.
Μενέλαε, ποῖ σὸν πόδ’ ἐπὶ συννοίᾳ κυκλεῖς,
διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς;
Μενέλαος
Ἔασον· ἐν ἐμαυτῷ τι συννοούμενος
[635] ὅποι τράπωμαι τῆς τύχης ἀμηχανῶ.
Ὀρέστης
Μή νυν πέραινε τὴν δόκησιν, ἀλλ’ ἐμοὺς
λόγους ἀκούσας πρόσθε, βουλεύου τότε.
Μενέλαος
Λέγ’· εὖ γὰρ εἶπας· ἔστι δ’ οὗ σιγὴ λόγου
κρείσσων γένοιτ’ ἄν. Ἔστι δ’ οὗ σιγῆς λόγος.
Ὀρέστης
[640] Λέγοιμ’ ἂν ἤδη. Τὰ μακρὰ τῶν σμικρῶν λόγων
ἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλύειν.
Ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου,
ἃ δ’ ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα.
Οὐ χρήματ’ εἶπον· χρήματ’, ἢν ψυχὴν ἐμὴν
[645] σῴσῃς, ἅπερ μοι φίλτατ’ ἐστὶ τῶν ἐμῶν.
Ἀδικῶ· λαβεῖν χρή μ’ ἀντὶ τοῦδε τοῦ κακοῦ
ἄδικόν τι παρὰ σοῦ· καὶ γὰρ Ἀγαμέμνων πατὴρ
ἀδίκως ἀθροίσας Ἑλλάδ’ ἦλθ’ ὑπ’ Ἴλιον,
οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλ’ ἁμαρτίαν
[650] τῆς σῆς γυναικὸς ἀδικίαν τ’ ἰώμενος.
Ἓν μὲν τόδ’ ἡμῖν ἀνθ’ ἑνὸς δοῦναί σε χρή.
Ἀπέδοτο δ’, ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους,
τὸ σῶμ’ ἀληθῶς, σοὶ παρ’ ἀσπίδ’ ἐκπονῶν,
ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον.
[655] Ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτ’ ἐκεῖ λαβών,
μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερ
σωτήριος στάς, μὴ δέκ’ ἐκπλήσας ἔτη.
Ἃ δ’ Αὐλὶς ἔλαβε σφάγι’ ἐμῆς ὁμοσπόρου,
ἐῶ σ’ ἔχειν ταῦθ’· Ἑρμιόνην μὴ κτεῖνε σύ.
[660] Δεῖ γὰρ σ’ ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν
πλέον φέρεσθαι, κἀμὲ συγγνώμην ἔχειν.
Ψυχὴν δ’ ἐμὴν δὸς τῷ ταλαιπώρῳ πατρὶ
κἀμῆς ἀδελφῆς, παρθένου μακρὸν χρόνον·
θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός.
[665] Ἐρεῖς· ἀδύνατον. Αὐτὸ τοῦτο· τοὺς φίλους
ἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν·
ὅταν δ’ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
Ἀρκεῖ γὰρ αὐτὸς ὁ θεὸς ὠφελεῖν θέλων.
Φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς·
[670] κοὐχ ὑποτρέχων σε τοῦτο θωπείᾳ λέγω·
ταύτης ἱκνοῦμαί σ’ ὦ μέλεος ἐμῶν κακῶν,
ἐς οἷον ἥκω. Τί δέ; Ταλαιπωρεῖν με δεῖ·
ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε.
Ὦ πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸς
[675] θανόντ’ ἀκούειν τάδε δόκει, ποτωμένην
ψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἃ ἐγὼ λέγω,
ταὔτ’ ἔς τε δάκρυα καὶ γόους καὶ συμφοράς.
Εἴρηκα κἀπῄτηκα τὴν σωτηρίαν,
θηρῶν ὃ πάντες κοὐκ ἐγὼ ζητῶ μόνος.
Χορός
[680] Κἀγώ σ’ ἱκνοῦμαι καὶ γυνή περ οὖσ’ ὅμως
τοῖς δεομένοισιν ὠφελεῖν· οἷός τε δ’ εἶ.
Μενέλαος
[682] Ὀρέστ’, ἐγώ τοι σὸν καταιδοῦμαι κάρα
καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι·
καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ
[685] ξυνεκκομίζειν, δύναμιν ἢν διδῷ θεός,
θνῄσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους·
τὸ δ’ αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν.
Ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ
ἔχων, πόνοισι μυρίοις ἀλώμενος,
[690] σμικρᾷ σὺν ἀλκῇ τῶν λελειμμένων φίλων.
Μάχῃ μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα
Πελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοις
δυναίμεθ’, ἐνταῦθ’ ἐλπίδος προσήκομεν.
Σμικροῖσι μὲν γὰρ μεγάλα πῶς ἕλοι τις ἄν;
[695] Πόνοισιν; Ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε.
Ὅταν γὰρ ἡβᾷ δῆμος εἰς ὀργὴν πεσών,
ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον·
Εἰ δ’ ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν
χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος,
[700] ἴσως ἂν ἐκπνεύσειεν· ἢν δ’ ἀνῇ πνοάς,
τύχοις ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλεις.
Ἔνεστι δ’ οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας,
καραδοκοῦντι κτῆμα τιμιώτατον.
Ἐλθὼν δὲ Τυνδάρεών τέ σοι πειράσομαι
[705] πόλιν τε πεῖσαι τῷ λίαν χρῆσθαι καλῶς.
Καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶ
ἔβαψεν, ἔστη δ’ αὖθις, ἢν χαλᾷ πόδα.
Μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας,
μισοῦσι δ’ ἀστοί· δεῖ δέ μ’ οὐκ ἄλλως λέγω
[710] σῴζειν σε σοφίᾳ, μὴ βίᾳ τῶν κρεισσόνων.
Ἀλκῇ δέ σ’ οὐκ ἄν, ᾗ σὺ δοξάζεις ἴσως,
σῴσαιμ’ ἄν· οὐ γὰρ ῥᾴδιον λόγχῃ μιᾷ
στῆσαι �
�ροπαῖα τῶν κακῶν ἅ σοι πάρα.
Οὐ γάρ ποτ’ Ἄργους γαῖαν ἐς τὸ μαλθακὸν
[715] προσηγόμεσθα· νῦν δ’ ἀναγκαίως ἔχει.
Δούλοισιν εἶναι τοῖς σοφοῖσι τῆς τύχης
Ὀρέστης
[718] Ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν
τἄλλ’ οὐδέν, ὦ κάκιστε τιμωρεῖν φίλοις,
[720] φεύγεις ἀποστραφείς με, τὰ δ’ Ἀγαμέμνονος
φροῦδ’; Ἄφιλος ἦσθ’ ἄρ’, ὦ πάτερ, πράσσων κακῶς.
Οἴμοι, προδέδομαι, κοὐκέτ’ εἰσὶν ἐλπίδες,
ὅποι τραπόμενος θάνατον Ἀργείων φύγω·
οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας.
[725] Ἀλλ’ εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶν
Πυλάδην δρόμῳ στείχοντα Φωκέων ἄπο,
ἡδεῖαν ὄψιν· πιστὸς ἐν κακοῖς ἀνὴρ
κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.
Πυλάδης
[729] Θᾶσσον ᾗ με χρῆν προβαίνων ἱκόμην δι’ ἄστεως,
[730] σύλλογον πόλεως ἀκούσας, τὸν δ’ ἰδὼν αὐτὸς σαφῶς,
ἐπὶ σὲ σύγγονόν τε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα.
Τί τάδε; Πῶς ἔχεις; Τί πράσσεις, φίλταθ’ ἡλίκων ἐμοὶ
καὶ φίλων καὶ συγγενείας; Πάντα γὰρ τάδ’ εἶ σύ μοι.
Ὀρέστης
Οἰχόμεσθ’, ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά.
Πυλάδης
[735] Συγκατασκάπτοις ἂν ἡμᾶς· κοινὰ γὰρ τὰ τῶν φίλων.
Ὀρέστης
Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν.
Πυλάδης
Εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν.
Ὀρέστης
Ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών.