Complete Works of Euripides
Page 175
Πυλάδης
Ἦ γάρ ἐστιν ὡς ἀληθῶς τήνδ’ ἀφιγμένος χθόνα;
Ὀρέστης
[740] Χρόνιος· ἀλλ’ ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις.
Πυλάδης
Καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν;
Ὀρέστης
Οὐκ ἐκεῖνος, ἀλλ’ ἐκείνη κεῖνον ἐνθάδ’ ἤγαγεν.
Πυλάδης
[743] Ποῦ ‘στιν ἣ πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία;
Ὀρέστης
Ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδ’ ἐμοὺς καλεῖν χρεών.
Πυλάδης
[745] Σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτῳ πατρός;
Ὀρέστης
Μή μ’ ἰδεῖν θανόνθ’ ὑπ’ ἀστῶν καὶ κασιγνήτην ἐμήν.
Πυλάδης
Πρὸς θεῶν, τί πρὸς τάδ’ εἶπε; Τόδε γὰρ εἰδέναι θέλω.
Ὀρέστης
Εὐλαβεῖθ’, ὃ τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι.
Πυλάδης
Σκῆψιν ἐς ποίαν προβαίνων; Τοῦτο πάντ’ ἔχω μαθών.
Ὀρέστης
[750] Οὗτος ἦλθ’, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ.
Πυλάδης
Τυνδάρεων λέγεις· ἴσως σοι θυγατέρος θυμούμενος;
Ὀρέστης
Αἰσθάνῃ. τὸ τοῦδε κῆδος μᾶλλον εἵλετ’ ἢ πατρός.
Πυλάδης
Κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών;
Ὀρέστης
Οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δ’ ἄλκιμος.
Πυλάδης
[755] Ἐν κακοῖς ἄρ’ εἶ μεγίστοις· καί σ’ ἀναγκαῖον θανεῖν;
Ὀρέστης
Ψῆφον ἀμφ’ ἡμῶν πολίτας ἐπὶ φόνῳ θέσθαι χρεών.
Πυλάδης
Ἣ κρινεῖ τί χρῆμα; Λέξον· διὰ φόβου γὰρ ἔρχομαι.
Ὀρέστης
Ἢ θανεῖν ἢ ζῆν· ὁ μῦθος οὐ μακρὸς μακρῶν πέρι.
Πυλάδης
Φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτῃ σέθεν.
Ὀρέστης
[760] Οὐχ ὁρᾷς; Φυλασσόμεσθα φρουρίοισι πανταχῇ.
Πυλάδης
Εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφραγμένας.
Ὀρέστης
Ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.
Πυλάδης
Κἀμὲ νῦν ἐροῦ τί πάσχω· καὶ γὰρ αὐτὸς οἴχομαι.
Ὀρέστης
Πρὸς τίνος; Τοῦτ’ ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν.
Πυλάδης
[765] Στρόφιος ἤλασέν μ’ ἀπ’ οἴκων φυγάδα θυμωθεὶς πατήρ.
Ὀρέστης
Ἴδιον ἢ κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι;
Πυλάδης
Ὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων.
Ὀρέστης
Ὦ τάλας, ἔοικε καὶ σὲ τἀμὰ λυπήσειν κακά.
Πυλάδης
Οὐχὶ Μενέλεω τρόποισι χρώμεθ’· οἰστέον τάδε.
Ὀρέστης
[770] Οὐ φοβῇ μή σ’ Ἄργος ὥσπερ κἄμ’ ἀποκτεῖναι θέλῃ;
Πυλάδης
Οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῇ.
Ὀρέστης
Δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας.
Πυλάδης
Ἀλλ’ ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύουσ’ ἀεί.
Ὀρέστης
Εἶἑν. ἐς κοινὸν λέγειν χρή.
Πυλάδης
Τίνος ἀναγκαίου πέρι;
Ὀρέστης
[775] Εἰ λέγοιμ’ ἀστοῖσιν ἐλθὼν
Πυλάδης
Ὡς ἔδρασας ἔνδικα;
Ὀρέστης
Πατρὶ τιμωρῶν ἐμαυτοῦ;
Πυλάδης
Μὴ λάβωσί σ’ ἄσμενοι.
Ὀρέστης
Ἀλλ’ ὑποπτήξας σιωπῇ κατθάνω;
Πυλάδης
Δειλὸν τόδε.
Ὀρέστης
Πῶς ἂν οὖν δρῴην;
Πυλάδης
Ἔχεις τιν’, ἢν μένῃς, σωτηρίαν;
Ὀρέστης
Οὐκ ἔχω.
Πυλάδης
Μολόντι δ’ ἐλπίς ἐστι σωθῆναι κακῶν;
Ὀρέστης
[780] Εἰ τύχοι, γένοιτ’ ἄν.
Πυλάδης
Οὐκοῦν τοῦτο κρεῖσσον ἢ μένειν.
Ὀρέστης
Ἀλλὰ δῆτ’ ἔλθω.
Πυλάδης
Θανὼν γοῦν ὧδε κάλλιον θανῇ.
Ὀρέστης
[783] Εὖ λέγεις· φεύγω τὸ δειλὸν τῇδε.
Πυλάδης
Μᾶλλον ἢ μένων.
Ὀρέστης
[782] Καὶ τὸ πρᾶγμά γ’ ἔνδικόν μοι.
Πυλάδης
Τῷ Δοκεῖν εὔχου μόνον.
Ὀρέστης
[784] Καί τις ἄν γέ μ’ οἰκτίσειε . . .
Πυλάδης
Μέγα γὰρ ἡ εὐγένειά σου.
Ὀρέστης
[785] Θάνατον ἀσχάλλων πατρῷον.
Πυλάδης
Πάντα ταῦτ’ ἐν ὄμμασιν.
Ὀρέστης
Ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν.
Πυλάδης
Αἰνῶ τάδε.
Ὀρέστης
Ἦ λέγωμεν οὖν ἀδελφῇ ταῦτ’ ἐμῇ;
Πυλάδης
Μὴ πρὸς θεῶν.
Ὀρέστης
Δάκρυα γοῦν γένοιτ’ ἄν.
Πυλάδης
Οὐκοῦν οὗτος οἰωνὸς μέγας.
Ὀρέστης
Δηλαδὴ σιγᾶν ἄμεινον.
Πυλάδης
Τῷ χρόνῳ δὲ κερδανεῖς.
Ὀρέστης
[790] Κεῖνό μοι μόνον πρόσαντες.
Πυλάδης
Τί τόδε καινὸν αὖ λέγεις;
Ὀρέστης
Μὴ θεαί μ’ οἴστρῳ κατάσχωσι.
Πυλάδη
ς
Ἀλλὰ κηδεύσω σ’ ἐγώ.
Ὀρέστης
Δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός.
Πυλάδης
Οὐκ ἔμοιγε σοῦ.
Ὀρέστης
Εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς.
Πυλάδης
Τόδ’ οὖν ἴτω.
Ὀρέστης
Οὐκ ἄρ’ ὀκνήσεις;
Πυλάδης
Ὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα.
Ὀρέστης
[795] Ἕρπε νυν οἴαξ ποδός μοι.
Πυλάδης
Φίλα γ’ ἔχων κηδεύματα.
Ὀρέστης
Καί με πρὸς τύμβον πόρευσον πατρός.
Πυλάδης
Ὡς τί δὴ τόδε;
Ὀρέστης
Ὥς νιν ἱκετεύσω με σῶσαι.
Πυλάδης
Τό γε δίκαιον ὧδ’ ἔχει.
Ὀρέστης
Μητέρος δὲ μηδ’ ἴδοιμι μνῆμα.
Πυλάδης
[788] Πολεμία γὰρ ἦν.
Ἀλλ’ ἔπειγ’, ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕλῃ,
[800] περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσῳ·
ὡς ἐγὼ δι’ ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου,
οὐδὲν αἰσχυνθεὶς ὀχήσω. Ποῦ γὰρ ὢν δείξω φίλος,
εἴ σε μὴ ‘ν δειναῖσιν ὄντα συμφοραῖς ἐπαρκέσω;
Ὀρέστης
Τοῦτ’ ἐκεῖνο, <κτᾶσθ’ ἑταίρους, μὴ τὸ συγγενὲς μόνον>·
[805] ὡς ἀνὴρ ὅστις τρόποισι συντακῇ, θυραῖος ὢν
μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.
Χορός
[807] Ὁ μέγας ὄλβος ἅ τ’ ἀρετὰ
μέγα φρονοῦσ’ ἀν’ Ἑλλάδα καὶ
παρὰ Σιμουντίοις ὀχετοῖς
[810] πάλιν ἀνῆλθ’ ἐξ εὐτυχίας Ἀτρείδαις
πάλαι παλαιᾶς ἀπὸ συμφορᾶς δόμων,
ὁπότε χρυσείας ἔρις ἀρνὸς
ἤλυθε Τανταλίδαις,
οἰκτρότατα θοινάματα καὶ
[815] σφάγια γενναίων τεκέων·
ὅθεν φόνῳ φόνος ἐξαμεί-
βων δι’ αἵματος οὐ προλεί-
πει δισσοῖσιν Ἀτρείδαις.
Τὸ καλὸν οὐ καλόν, τοκέων
[820] πυριγενεῖ τεμεῖν παλάμᾳ
χρόα μελάνδετον δὲ φόνῳ
ξίφος ἐς αὐγὰς ἀελίοιο δεῖξαι·
τὸ δ’ εὖ κακουργεῖν ἀσέβεια ποικίλα
κακοφρόνων τ’ ἀνδρῶν παράνοια.
[825] θανάτου γὰρ ἀμφὶ φόβῳ
Τυνδαρὶς ἰάχησε τάλαι-
να· Τέκνον, οὐ τολμᾷς ὅσια
κτείνων σὰν ματέρα· μὴ πατρῴ-
αν τιμῶν χάριν ἐξανά-
[830] ψῃ δύσκλειαν ἐς αἰεί.
[831] Τίς νόσος ἢ τίνα δάκρυα καὶ
τίς ἔλεος μείζων κατὰ γᾶν
ἢ ματροκτόνον αἷμα χειρὶ θέσθαι;
Οἷον ἔργον τελέσας
[835] βεβάκχευται μανίαις,
Εὐμενίσι θήραμα, φόνον
δρομάσι δινεύων βλεφάροις,
Ἀγαμεμνόνιος παῖς.
Ὦ μέλεος, ματρὸς ὅτε
[840] χρυσεοπηνήτων φαρέων
μαστὸν ὑπερτέλλοντ’ ἐσιδὼν
σφάγιον ἔθετο ματέρα, πατρῴ-
ων παθέων ἀμοιβάν.
Ἠλέκτρα
Γυναῖκες, ἦ που τῶνδ’ ἀφώρμηται δόμων
[845] τλήμων Ὀρέστης θεομανεῖ λύσσῃ δαμείς;
Χορός
Ἥκιστα· πρὸς δ’ Ἀργεῖον οἴχεται λεών,
ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι
δώσων, ἐν ᾧ ζῆν ἢ θανεῖν ὑμᾶς χρεών.
Ἠλέκτρα
Οἴμοι· τί χρῆμ’ ἔδρασε; Τίς δ’ ἔπεισέ νιν;
Χορός
[850] Πυλάδης· ἔοικε δ’ οὐ μακρὰν ὅδ’ ἄγγελος
λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι.
Ἄγγελος
Ὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτου
Ἀγαμέμνονος παῖ, πότνι’ Ἠλέκτρα, λόγους
ἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων.
Ἠλέκτρα
[855] Αἰαῖ, διοιχόμεσθα· δῆλος εἶ λόγῳ.
Κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.
Ἄγγελος
[857] Ψήφῳ Πελασγῶν σὸν κασίγνητον θανεῖν
καὶ σέ, ὦ τάλαιν’, ἔδοξε τῇδ’ ἐν ἡμέρᾳ.
Ἠλέκτρα
Οἴμοι· προσῆλθεν ἐλπίς, ἣν φοβουμένη
[860] πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις.
Ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοι
καθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν;
Λέγ’, ὦ γεραιέ· πότερα λευσίμῳ χερὶ
ἢ διὰ σιδήρου πνεῦμ’ ἀπορρῆξαί με δεῖ,
[865] κοινὰς ἀδελφῷ συμφορὰς κεκτημένην;
Ἄγγελος
[866] Ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω
βαίνων, πυθέσθαι δεόμενος τά τ’ ἀμφὶ σοῦ
τά τ’ ἀμφ’ Ὀρέστου· σῷ γὰρ εὔνοιαν πατρὶ
ἀεί ποτ’ εἶχον, καί μ’ ἔφερβε σὸς δόμος
[870] πένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις.
Ὁρῶ δ’ ὄχλον στείχοντα καὶ θάσσοντ’ ἄκραν,
οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτῳ δίκας
διδόντ’ ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας.
Ἀστῶν δὲ δή τιν’ ἠρόμην ἄθροισμ’ ἰδών·
[875] Τί καινὸν Ἄργει; Μῶν τι πολεμίων πάρα
ἄγγελμ’ ἀνεπτέρωκε Δαναι¨δῶν πόλιν;
Ὃ δ’ εἶπ’· Ὀρέστην κεῖνον οὐχ ὁρᾷς πέλας
στείχοντ’, ἀγῶνα θανάσιμον δραμούμενον;
Ὁρῶ δ’ ἄελπτον φάσμ’, ὃ μήποτ’ ὤφελον,
[880] Πυλ
άδην τε καὶ σὸν σύγγονον στείχονθ’ ὁμοῦ,
τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσῳ,
τὸν δ’ ὥστ’ ἀδελφὸν ἴσα φίλῳ λυπούμενον,
νόσημα κηδεύοντα παιδαγωγίᾳ.
[884] Ἐπεὶ δὲ πλήρης ἐγένετ’ Ἀργείων ὄχλος,
[885] κῆρυξ ἀναστὰς εἶπε· Τίς χρῄζει λέγειν,
πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών,
μητροκτονοῦντα; Κἀπὶ τῷδ’ ἀνίσταται
Ταλθύβιος, ὃς σῷ πατρὶ συνεπόρθει Φρύγας.
Ἔλεξε δ’, ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί,
[890] διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος,
σὸν δ’ οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺς
λόγους ἑλίσσων, ὅτι καθισταίη νόμους
ἐς τοὺς τεκόντας οὐ καλούς· τὸ δ’ ὄμμ’ ἀεὶ
φαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις.
[895] Τὸ γὰρ γένος τοιοῦτον· ἐπὶ τὸν εὐτυχῆ
πηδῶσ’ ἀεὶ κήρυκες· ὅδε δ’ αὐτοῖς φίλος,
ὃς ἂν δύνηται πόλεος ἔν τ’ ἀρχαῖσιν ᾖ.
Ἐπὶ τῷδε δ’ ἠγόρευε Διομήδης ἄναξ.
Οὗτος κτανεῖν μὲν οὔτε σὲ οὔτε σύγγονον
[900] εἴα, φυγῇ δὲ ζημιοῦντας εὐσεβεῖν.
Ἐπερρόθησαν δ’ οἳ μὲν ὡς καλῶς λέγοι,
οἳ δ’ οὐκ ἐπῄνουν. Κἀπὶ τῷδ’ ἀνίσταται
ἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει,
Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος,
[905] θορύβῳ τε πίσυνος κἀμαθεῖ παρρησίᾳ,
πιθανὸς ἔτ’ αὐτοὺς περιβαλεῖν κακῷ τινι·
ὅταν γὰρ ἡδύς τις λόγοις φρονῶν κακῶς
πείθῃ τὸ πλῆθος, τῇ πόλει κακὸν μέγα·
ὅσοι δὲ σὺν νῷ χρηστὰ βουλεύουσ’ ἀεί,
[910] κἂν μὴ παραυτίκ’, αὖθίς εἰσι χρήσιμοι
πόλει. Θεᾶσθαι δ’ ὧδε χρὴ τὸν προστάτην