Complete Works of Euripides
Page 186
ἐκθηριωθεῖσ᾽ ὄφεος ἀλλάξει τύπον,
ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς.
ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός,
ἐλᾷς μετ᾽ ἀλόχου, βαρβάρων ἡγούμενος.
πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματι 1335
πόλεις· ὅταν δὲ Λοξίου χρηστήριον
διαρπάσωσι, νόστον ἄθλιον πάλιν
σχήσουσι· σὲ δ᾽ Ἄρης Ἁρμονίαν τε ῥύσεται
μακάρων τ᾽ ἐς αἶαν σὸν καθιδρύσει βίον.
ταῦτ᾽ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω 1340
Διόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖν
ἔγνωθ᾽, ὅτ᾽ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον
εὐδαιμονεῖτ᾽ ἂν σύμμαχον κεκτημένοι.
Κάδμος
Διόνυσε, λισσόμεσθά σ᾽, ἠδικήκαμεν.
Διόνυσος
ὄψ᾽ ἐμάθεθ᾽ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε. 1345
Κάδμος
ἐγνώκαμεν ταῦτ᾽· ἀλλ᾽ ἐπεξέρχῃ λίαν.
Διόνυσος
καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην.
Κάδμος
ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς.
Διόνυσος
πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ.
Ἀγαύη
αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί. 1350
Διόνυσος
τί δῆτα μέλλεθ᾽ ἅπερ ἀναγκαίως ἔχει;
Κάδμος
ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν
<πάντες,> σύ θ᾽ ἡ τάλαινα σύγγονοί τε σαί,
ἐγώ θ᾽ ὁ τλήμων· βαρβάρους ἀφίξομαι
γέρων μέτοικος· ἔτι δέ μοι τὸ θέσφατον 1355
ἐς Ἑλλάδ᾽ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν.
καὶ τὴν Ἄρεως παῖδ᾽ Ἁρμονίαν, δάμαρτ᾽ ἐμήν,
δράκων δρακαίνης <φύσιν> ἔχουσαν ἀγρίαν
ἄξω ᾽πὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς,
ἡγούμενος λόγχαισιν· οὐδὲ παύσομαι 1360
κακῶν ὁ τλήμων, οὐδὲ τὸν καταιβάτην
Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι.
Ἀγαύη
ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι.
Κάδμος
τί μ᾽ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ,
ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος; 1365
Ἀγαύη
ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη;
Κάδμος
οὐκ οἶδα, τέκνον· μικρὸς ἐπίκουρος πατήρ.
Ἀγαύη
χαῖρ᾽, ὦ μέλαθρον, χαῖρ᾽, ὦ πατρία
πόλις· ἐκλείπω σ᾽ ἐπὶ δυστυχίᾳ
φυγὰς ἐκ θαλάμων. 1370
Κάδμος
στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου ...
*
Ἀγαύη
στένομαί σε, πάτερ.
Κάδμος
κἀγὼ <σέ>, τέκνον,
καὶ σὰς ἐδάκρυσα κασιγνήτας.
Ἀγαύη
δεινῶς γὰρ τάνδ᾽ αἰκείαν
Διόνυσος ἄναξ τοὺς σοὺς εἰς 1375
οἴκους ἔφερεν.
Διόνυσος
καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν,
ἀγέραστον ἔχων ὄνομ᾽ ἐν Θήβαις.
Ἀγαύη
χαῖρε, πάτερ, μοι.
Κάδμος
χαῖρ᾽, ὦ μελέα
θύγατερ. χαλεπῶς <δ᾽> ἐς τόδ᾽ ἂν ἥκοις. 1380
Ἀγαύη
ἄγετ᾽, ὦ πομποί, με κασιγνήτας
ἵνα συμφυγάδας ληψόμεθ᾽ οἰκτράς.
ἔλθοιμι δ᾽ ὅπου
μήτε Κιθαιρὼν <ἔμ᾽ ἴδοι> μιαρὸς
μήτε Κιθαιρῶν᾽ ὄσσοισιν ἐγώ, 1385
μήθ᾽ ὅθι θύρσου μνῆμ᾽ ἀνάκειται·
Βάκχαις δ᾽ ἄλλαισι μέλοιεν.
Χορός
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ᾽ ἀέλπτως κραίνουσι θεοί·
καὶ τὰ δοκηθέντ᾽ οὐκ ἐτελέσθη, 1390
τῶν δ᾽ ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ᾽ ἀπέβη τόδε πρᾶγμα.
IPHIGENIA AT AULIS
Ἀγαμέμνων
Ἐγένοντο Λήδᾳ Θεστιάδι τρεῖς παρθένοι,
50 Φοίβη Κλυταιμήστρα τ᾽, ἐμὴ ξυνάορος,
Ἑλένη τε: ταύτης οἱ τὰ πρῶτ᾽ ὠλβισμένοι
μνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι.
δειναὶ δ᾽ ἀπειλαὶ καὶ κατ᾽ ἀλλήλων φόνος
ξυνίσταθ᾽, ὅστις μὴ λάβοι τὴν παρθένον.
55 τὸ πρᾶγμα δ᾽ ἀπόρως εἶχε Τυνδάρεῳ πατρί,
δοῦναί τε μὴ δοῦναί τε, τῆς τύχης ὅπως
ἅψαιτ᾽ ἄριστα. καί νιν εἰσῆλθεν τάδε:
ὅρκους συνάψαι δεξιάς τε συμβαλεῖν
μνηστῆρας ἀλλήλοισι καὶ δι᾽ ἐμπύρων
60 σπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε:
ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη,
τούτῳ ξυναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼν
οἴχοιτο τόν τ᾽ ἔχοντ᾽ ἀπωθοίη λέχους,
κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλιν
65 Ἕλλην᾽ ὁμοίως βάρβαρόν θ᾽ ὅπλων μέτα.
ἐπεὶ δ᾽ ἐπιστώθησαν — εὖ δέ πως γέρων
ὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῇ φρενί —
δίδωσ᾽ ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα,
ὅτου πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι.
70 ἣ δ᾽ εἵλεθ᾽, ὅς σφε μήποτ᾽ ὤφελεν λαβεῖν,
Μενέλαον. ἐλθὼν δ᾽ ἐκ Φρυγῶν ὁ τὰς θεὰς
κρίνων ὅδ᾽, ὡς ὁ μῦθος Ἀργείων ἔχει,
Λακεδαίμον᾽, ἀνθηρὸς μὲν εἱμάτων στολῇ
χρυσῷ δὲ λαμπρός, βαρβάρῳ χλιδήματι,
75 ἐρῶν ἐρῶσαν ᾤχετ᾽ ἐξαναρ
πάσας
Ἑλένην πρὸς Ἴδης βούσταθμ᾽, ἔκδημον λαβὼν
Μενέλαον. ὃ δὲ καθ᾽ Ἑλλάδ᾽ οἰστρήσας δρόμῳ
ὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται,
ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις.
115 πέμπω σοι πρὸς ταῖς πρόσθεν
δέλτους, ὦ Λήδας ἔρνος ...
Πρεσβύτης
λέγε καὶ σήμαιν᾽, ἵνα καὶ γλώσσῃ
σύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ.
Ἀγαμέμνων
μὴ στέλλειν τὰν σὰν ἶνιν πρὸς
120 τὰν κολπώδη πτέρυγ᾽ Εὐβοίας
Αὖλιν ἀκλύσταν.
εἰς ἄλλας ὥρας γὰρ δὴ
παιδὸς δαίσομεν ὑμεναίους.
Πρεσβύτης
καὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼν
125 οὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖ
σοὶ σῇ τ᾽ ἀλόχῳ;
τόδε καὶ δεινόν: σήμαιν᾽ ὅ τι φῄς.
Ἀγαμέμνων
ὄνομ᾽, οὐκ ἔργον, παρέχων Ἀχιλεὺς
οὐκ οἶδε γάμους, οὐδ᾽ ὅ τι πράσσομεν,
130 οὐδ᾽ ὅτι κείνῳ παῖδ᾽ ἐπεφήμισα
νυμφείους εἰς ἀγκώνων
εὐνὰς ἐκδώσειν λέκτροις.
Πρεσβύτης
δεινά γ᾽ ἐτόλμας, Ἀγάμεμνον ἄναξ,
ὃς τῷ τῆς θεᾶς σὴν παῖδ᾽ ἄλοχον
135 φατίσας ἦγες σφάγιον Δαναοῖς.
Ἀγαμέμνων
οἴμοι, γνώμας ἐξέσταν,
αἰαῖ, πίπτω δ᾽ εἰς ἄταν.
ἀλλ᾽ ἴθ᾽ ἐρέσσων σὸν πόδα, γήρᾳ
140 μηδὲν ὑπείκων.
Πρεσβύτης
σπεύδω, βασιλεῦ.
Ἀγαμέμνων
μή νυν μήτ᾽ ἀλσώδεις ἵζου
κρήνας μήθ᾽ ὕπνῳ θελχθῇς.
Πρεσβύτης
εὔφημα θρόει.
Ἀγαμέμνων
πάντῃ δὲ πόρον σχιστὸν ἀμείβων
145 λεῦσσε, φυλάσσων μή τίς σε λάθῃ
τροχαλοῖσιν ὄχοις παραμειψαμένη
παῖδα κομίζουσ᾽ ἐνθάδ᾽ ἀπήνη
Δαναῶν πρὸς ναῦς.
Πρεσβύτης
ἔσται τάδε.
Ἀγαμέμνων
κλῄθρων δ᾽ ἐξόρμοις
150 ἤν νιν πομπαῖς ἀντήσῃς,
πάλιν εἰσόρμα, σεῖε χαλινούς,
ἐπὶ Κυκλώπων ἱεὶς θυμέλας.
Πρεσβύτης
πιστὸς δὲ φράσας τάδε πῶς ἔσομαι,
λέγε, παιδὶ σέθεν τῇ σῇ τ᾽ ἀλόχῳ;
Ἀγαμέμνων
155 σφραγῖδα φύλασσ᾽ ἣν ἐπὶ δέλτῳ
τήνδε κομίζεις. ἴθι. λευκαίνει
τόδε φῶς ἤδη λάμπουσ᾽ ἠὼς
πῦρ τε τεθρίππων τῶν Ἀελίου:
160 σύλλαβε μόχθων.
θνητῶν δ᾽ ὄλβιος ἐς τέλος οὐδεὶς
οὐδ᾽ εὐδαίμων:
οὔπω γὰρ ἔφυ τις ἄλυπος.
Χορός
ἔμολον ἀμφὶ παρακτίαν
165 ψάμαθον Αὐλίδος ἐναλίας,
Εὐρίπου διὰ χευμάτων
κέλσασα στενοπόρθμων,
Χαλκίδα πόλιν ἐμὰν προλιποῦσ᾽,
ἀγχιάλων ὑδάτων τροφὸν
170 τᾶς κλεινᾶς Ἀρεθούσας,
Ἀχαιῶν στρατιὰν ὡς ἐσιδοίμαν
Ἀχαιῶν τε πλάτας ναυσιπόρους ἡ-
μιθέων, οὓς ἐπὶ Τροίαν
ἐλάταις χιλιόναυσιν
175 τὸν ξανθὸν Μενέλαόν θ᾽
ἁμέτεροι πόσεις
ἐνέπουσ᾽ Ἀγαμέμνονά τ᾽ εὐπατρίδαν
στέλλειν ἐπὶ τὰν Ἑλέναν, ἀπ᾽
Εὐρώτα δονακοτρόφου
180 Πάρις ὁ βουκόλος ἃν ἔλαβε
δῶρον τᾶς Ἀφροδίτας,
ὅτ᾽ ἐπὶ κρηναίαισι δρόσοις
Ἥρᾳ Παλλάδι τ᾽ ἔριν ἔριν
μορφᾶς ἁ Κύπρις ἔσχεν.
185 πολύθυτον δὲ δι᾽ ἄλσος Ἀρ-
τέμιδος ἤλυθον ὀρομένα,
φοινίσσουσα παρῇδ᾽ ἐμὰν
αἰσχύνᾳ νεοθαλεῖ,
ἀσπίδος ἔρυμα καὶ κλισίας
190 ὁπλοφόρους Δαναῶν θέλουσ᾽
ἵππων τ᾽ ὄχλον ἰδέσθαι.
κατεῖδον δὲ δύ᾽ Αἴαντε συνέδρω,
τὸν Οἰλέως Τελαμῶνός τε γόνον, τὸν
Σαλαμῖνος στέφανον: Πρω-
195 τεσίλαόν τ᾽ ἐπὶ θάκοις
πεσσῶν ἡδομένους μορ-
φαῖσι πολυπλόκοις
Παλαμήδεά θ᾽, ὃν τέκε παῖς ὁ Ποσει-
δᾶνος, Διομήδεά θ᾽ ἡδο-
200 ναῖς δίσκου κεχαρημένον,
παρὰ δὲ Μηριόνην, Ἄρεος
ὄζον, θαῦμα βροτοῖσιν,
τὸν ἀπὸ νησαίων τ᾽ ὀρέων
Λαέρτα τόκον, ἅμα δὲ Νι-
205 ρέα, κάλλιστον Ἀχαιῶν.
τὸν ἰσάνεμόν τε ποδοῖν
λαιψηροδρόμον Ἀχιλῆα,
τὸν ἁ Θέτις τέκε καὶ Χείρων
ἐξεπόνησεν, εἶδον
210 αἰγιαλοῖς παρά τε κροκάλαις
δρόμον ἔχοντα σὺν ὅπλοις:
ἅμιλλαν δ᾽ ἐπόνει ποδοῖν
πρὸς ἅρμα τέτρωρον
215 ἑλίσσων περὶ νίκας.
ὁ δὲ διφρηλάτας ἐβοᾶτ᾽,
Εὔμηλος Φερητιάδας,
ᾧ καλλίστους ἰδόμαν
χρυσοδαιδάλτους στομίοις
220 πώλους κέντρῳ θεινομένους,
τοὺς μὲν μέσους ζυγίους
λευκοστίκτῳ τριχὶ βαλιούς,
τοὺς δ᾽ ἔξω σειροφόρους
ἀντήρεις καμπαῖσι δρόμων,
225 πυρσότριχας, μονόχαλα δ᾽ ὑπὸ σφυρὰ
ποικιλοδέρμονας: οἷς παρεπάλλετο
Πηλεΐδας σὺν ὅπλοισι παρ᾽ ἄντυγα καὶ σύ-
230 ριγγας ἁρματείους.
Χορός
ναῶν δ᾽ εἰς ἀριθμὸν ἤλυθον
καὶ θέαν ἀθέσφατον,
τὰν γυναικεῖον ὄψιν ὀμμάτων
ὡς πλήσαιμι, μέλινον ἁδονάν.
235 καὶ κέρας μὲν ἦν
δεξιὸν πλάτας ἔχων
Φθιώτας ὁ Μυρμιδὼν Ἄρης
πεντήκοντα ναυσὶ θουρίαις.
χρυσέαις δ᾽ εἰκόσιν κατ᾽ ἄκρα Νη-
240 ρῇδες ἕστασαν θεαί,
πρύμναις σῆμ᾽ Ἀχιλλείου στρατοῦ.
Ἀργείων δὲ ταῖσδ᾽ ἰσήρετμοι
νᾶες ἕστασαν πέλας:
ὧν ὁ Μηκιστέως στρατηλάτας
245 παῖς ἦν, Ταλαὸς ὃν τρέφει πατήρ,
Καπανέως τε παῖς
Σθένελος: Ἀτθίδας δ᾽ ἄγων
ἑξήκοντα ναῦς ὁ Θησέως
παῖς ἑξῆς ἐναυλόχει, θεὰν
250 Παλλάδ᾽ ἐν μωνύχοις ἔχων πτερω-
τοῖσιν ἅρμασιν θετόν,
εὔσημόν γε φάσμα ναυβάταις.
Βοιωτῶν δ᾽ ὅπλισμα πόντιον
πεντήκοντα νῆας εἰδόμαν
255 σημείοισιν ἐστολισμένας:
τοῖς δὲ Κάδμος ἦν
χρύσεον δράκοντ᾽ ἔχων
ἀμφὶ ναῶν κόρυμβα:
Λήιτος δ᾽ ὁ γηγενὴς
260 ἆρχε ναΐου στρατοῦ:
Φωκίδος δ᾽ ἀπὸ χθονὸς
Λοκρᾶς τε τοῖσδ᾽ ἴσας ἄγων
ναῦς ἦλθ᾽ Οἰλέως τόκος κλυτὰν
Θρονιάδ᾽ ἐκλιπὼν πόλιν.
265 Μυκήνας δὲ τᾶς Κυκλωπίας
παῖς Ἀτρέως ἔπεμπε ναυβάτας
ναῶν ἑκατὸν ἠθροϊσμένους:
σὺν δ᾽ Ἄδραστος ἦν
ταγός, ὡς φίλος φίλῳ,
270 τᾶς φυγούσας μέλαθρα
βαρβάρων χάριν γάμων
πρᾶξιν Ἑλλὰς ὡς λάβοι.
ἐκ Πύλου δὲ Νέστορος
Γερηνίου κατειδόμαν
275 πρύμνας σῆμα ταυρόπουν ὁρᾶν,
τὸν πάροικον Ἀλφεόν.
Αἰνιάνων δὲ δωδεκάστολοι
νᾶες ἦσαν, ὧν ἄναξ
Γουνεὺς ἆρχε: τῶνδε δ᾽ αὖ πέλας