Book Read Free

Complete Works of Euripides

Page 187

by Euripides


  280 Ἤλιδος δυνάστορες,

  οὓς Ἐπειοὺς ὠνόμαζε πᾶς λεώς:

  Εὔρυτος δ᾽ ἄνασσε τῶνδε,

  λευκήρετμον δ᾽ Ἄρη

  Τάφιον ἦγεν, ὧν Μέγης ἄνασσε,

  285 Φυλέως λόχευμα,

  τὰς Ἐχίνας λιπὼν

  νήσους ναυβάταις ἀπροσφόρους.

  Αἴας δ᾽ ὁ Σαλαμῖνος ἔντροφος

  290 δεξιὸν κέρας † πρὸς τὸ λαιὸν ξυνᾶγε †,

  τῶν ἆσσον ὥρμει πλάταισιν

  ἐσχάταισι συμπλέκων

  δώδεκ᾽ εὐστροφωτάταισι ναυσίν. ὣς

  ἄιον καὶ ναυβάταν

  295 εἰδόμαν λεών:

  ᾧ τις εἰ προσαρμόσει

  βαρβάρους βάριδας,

  νόστον οὐκ ἀποίσεται,

  ἐνθάδ᾽ οἷον εἰδόμαν

  300 νάιον πόρευμα,

  τὰ δὲ κατ᾽ οἴκους κλύουσα συγκλήτου

  μνήμην σῴζομαι στρατεύματος. Πρεσβύτης

  Μενέλαε, τολμᾷς δείν᾽, ἅ σ᾽ οὐ τολμᾶν χρεών.

  Μενέλαος

  ἄπελθε: λίαν δεσπόταισι πιστὸς εἶ.

  Πρεσβύτης

  305 καλόν γέ μοι τοὔνειδος ἐξωνείδισας.

  Μενέλαος

  κλαίοις ἄν, εἰ πράσσοις ἃ μὴ πράσσειν σε δεῖ.

  Πρεσβύτης

  οὐ χρῆν σε λῦσαι δέλτον, ἣν ἐγὼ ‘φερον.

  Μενέλαος

  οὐδέ γε φέρειν σὲ πᾶσιν Ἕλλησιν κακά.

  Πρεσβύτης

  ἄλλοις ἁμιλλῶ ταῦτ᾽: ἄφες δὲ τήνδ᾽ ἐμοί.

  Μενέλαος

  310 οὐκ ἂν μεθείμην.

  Πρεσβύτης

  οὐδ᾽ ἔγωγ᾽ ἀφήσομαι.

  Μενέλαος

  σκήπτρῳ τάχ᾽ ἆρα σὸν καθαιμάξω κάρα.

  Πρεσβύτης

  ἀλλ᾽ εὐκλεές τοι δεσποτῶν θνῄσκειν ὕπερ.

  Μενέλαος

  μέθες: μακροὺς δὲ δοῦλος ὢν λέγεις λόγους.

  Πρεσβύτης

  ὦ δέσποτ᾽, ἀδικούμεσθα. σὰς δ᾽ ἐπιστολὰς

  315 ἐξαρπάσας ὅδ᾽ ἐκ χερῶν ἐμῶν βίᾳ,

  Ἀγάμεμνον, οὐδὲν τῇ δίκῃ χρῆσθαι θέλει.

  Ἀγαμέμνων

  ἔα:

  τίς ποτ᾽ ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία;

  Μενέλαος

  οὑμὸς οὐχ ὁ τοῦδε μῦθος κυριώτερος λέγειν.

  Ἀγαμέμνων

  σὺ δὲ τί τῷδ᾽ ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίᾳ τ᾽ ἄγεις;

  Μενέλαος

  320 βλέψον εἰς ἡμᾶς, ἵν᾽ ἀρχὰς τῶν λόγων ταύτας λάβω.

  Ἀγαμέμνων

  μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς;

  Μενέλαος

  τήνδ᾽ ὁρᾷς δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν;

  Ἀγαμέμνων

  εἰσορῶ: καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν.

  Μενέλαος

  οὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα.

  Ἀγαμέμνων

  325 ἦ γὰρ οἶσθ᾽ ἃ μή σε καιρὸς εἰδέναι σήμαντρ᾽ ἀνείς;

  Μενέλαος

  ὥστε σ᾽ ἀλγῦναί γ᾽, ἀνοίξας ἃ σὺ κάκ᾽ εἰργάσω λάθρᾳ.

  Ἀγαμέμνων

  ποῦ δὲ κἄλαβές νιν; ὦ θεοί, σῆς ἀναισχύντου φρενός.

  Μενέλαος

  προσδοκῶν σὴν παῖδ᾽ ἀπ᾽ Ἄργους, εἰ στράτευμ᾽ ἀφίξεται.

  Ἀγαμέμνων

  τί δέ σε τἀμὰ δεῖ φυλάσσειν; οὐκ ἀναισχύντου τόδε;

  Μενέλαος

  330 ὅτι τὸ βούλεσθαί μ᾽ ἔκνιζε: σὸς δὲ δοῦλος οὐκ ἔφυν.

  Ἀγαμέμνων

  οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι;

  Μενέλαος

  πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δ᾽ αὐτίκα.

  Ἀγαμέμνων

  εὖ κεκόμψευσαι πονηρά: γλῶσσ᾽ ἐπίφθονον σοφή.

  Μενέλαος

  Μενέλαος

  νοῦς δέ γ᾽ οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις.

  335 βούλομαι δέ σ᾽ ἐξελέγξαι, καὶ σὺ μήτ᾽ ὀργῆς ὕπο

  ἀποτρέπου τἀληθὲς οὔτ᾽ αὖ κατατενῶ λίαν ἐγώ.

  οἶσθ᾽, ὅτ᾽ ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον,

  τῷ δοκεῖν μὲν οὐχὶ χρῄζων, τῷ δὲ βούλεσθαι θέλων,

  ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνων

  340 καὶ θύρας ἔχων ἀκλῄστους τῷ θέλοντι δημοτῶν

  καὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσι — κεἰ μή τις θέλοι —

  τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου;

  κᾆτ᾽, ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπους

  τοῖς φίλοισιν οὐκέτ᾽ ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος,

  345 δυσπρόσιτος ἔσω τε κλῄθρων σπάνιος. ἄνδρα δ᾽ οὐ χρεὼν

  τὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι,

  ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις,

  ἡνίκ᾽ ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν.

  ταῦτα μέν σε πρῶτ᾽ ἐπῆλθον, ἵνα σε πρῶθ᾽ ηὗρον κακόν.

  350 ὡς δ᾽ ἐς Αὖλιν ἦλθες αὖθις χὡ Πανελλήνων στρατός,

  οὐδὲν ἦσθ᾽, ἀλλ᾽ ἐξεπλήσσου τῇ τύχῃ τῇ τῶν θεῶν,

  οὐρίας πομπῆς σπανίζων: Δαναΐδαι δ᾽ ἀφιέναι

  ναῦς διήγγελλον, μάτην δὲ μὴ πονεῖν ἐν Αὐλίδι.

  ὡς ἄνολβον εἶχες ὄμμα σύγχυσίν τ᾽, εἰ μὴ νεῶν

  355 χιλίων ἄρχων τὸ Πριάμου πεδίον ἐμπλήσεις δορός.

  κἀμὲ παρεκάλεις: Τί δράσω; τίνα δὲ πόρον εὕρω πόθεν; —

  ὥστε μὴ στερέντα σ᾽ ἀρχῆς ἀπολέσαι καλὸν κλέος.

  κᾆτ᾽, ἐπεὶ Κάλχας ἐν ἱεροῖς εἶπε σὴν θῦσαι κόρην

  Ἀρτέμιδι, καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, �
�σθεὶς φρένας

  360 ἄσμενος θύσειν ὑπέστης παῖδα: καὶ πέμπεις ἑκών,

  οὐ βίᾳ — μὴ τοῦτο λέξῃς — σῇ δάμαρτι, παῖδα σὴν

  δεῦρ᾽ ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην.

  κᾆθ᾽ ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς,

  ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσῃ. μάλιστά γε.

  365 οὗτος αὑτός ἐστιν αἰθὴρ ὃς τάδ᾽ ἤκουσεν σέθεν.

  μυρίοι δέ τοι πεπόνθασ᾽ αὐτό: πρὸς τὰ πράγματα

  ἐκπονοῦσ᾽ ἔχοντες, εἶτα δ᾽ ἐξεχώρησαν κακῶς,

  τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δ᾽ ἐνδίκως

  ἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν.

  370 Ἑλλάδος μάλιστ᾽ ἔγωγε τῆς ταλαιπώρου στένω,

  ἥ, θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδένας

  καταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην.

  μηδέν᾽ ἀνδρείας ἕκατι προστάτην θείμην χθονός,

  μηδ᾽ ὅπλων ἄρχοντα: νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν:

  375 πόλεος ὡς ἄρχων ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων τύχῃ.

  Χορός

  δεινὸν κασιγνήτοισι γίγνεσθαι λόγους

  μάχας θ᾽, ὅταν ποτ᾽ ἐμπέσωσιν εἰς ἔριν.

  Ἀγαμέμνων

  βούλομαί σ᾽ εἰπεῖν κακῶς εὖ, βραχέα, μὴ λίαν ἄνω

  βλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως,

  380 ὡς ἀδελφὸν ὄντ᾽: ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ.

  εἰπέ μοι, τί δεινὰ φυσᾷς αἱματηρὸν ὄμμ᾽ ἔχων;

  τίς ἀδικεῖ σε; τοῦ κέχρησαι; χρηστὰ λέκτρ᾽ ἐρᾷς λαβεῖν;

  οὐκ ἔχοιμ᾽ ἄν σοι παρασχεῖν: ὧν γὰρ ἐκτήσω, κακῶς

  ἦρχες. εἶτ᾽ ἐγὼ δίκην δῶ σῶν κακῶν, ὁ μὴ σφαλείς;

  385 οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλ᾽ ἐν ἀγκάλαις

  εὐπρεπῆ γυναῖκα χρῄζεις, τὸ λελογισμένον παρεὶς

  καὶ τὸ καλόν, ἔχειν. πονηροῦ φωτὸς ἡδοναὶ κακαί.

  εἰ δ᾽ ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετετέθην εὐβουλίᾳ,

  μαίνομαι; σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχος

  390 ἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ.

  ὤμοσαν τὸν Τυνδάρειον ὅρκον οἱ κακόφρονες

  φιλόγαμοι μνηστῆρες — ἡ δέ γ᾽ Ἐλπίς, οἶμαι μέν, θεός,

  κἀξέπραξεν αὐτὸ μᾶλλον ἢ σὺ καὶ τὸ σὸν σθένος —

  οὓς λαβὼν στράτευε: ἕτοιμοι δ᾽ εἰσὶ μωρίᾳ φρενῶν.

  οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ᾽ ἔχει συνιέναι

  395 τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους.

  τἀμὰ δ᾽ οὐκ ἀποκτενῶ ‘γὼ τέκνα: κοὐ τὸ σὸν μὲν εὖ

  παρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίᾳ,

  ἐμὲ δὲ συντήξουσι νύκτες ἡμέραι τε δακρύοις,

  ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην.

  400 ταῦτά σοι βραχέα λέλεκται καὶ σαφῆ καὶ ῥᾴδια:

  εἰ δὲ μὴ βούλῃ φρονεῖν εὖ, τἄμ᾽ ἐγὼ θήσω καλῶς.

  Χορός

  οἵδ᾽ αὖ διάφοροι τῶν πάρος λελεγμένων

  μύθων, καλῶς δ᾽ ἔχουσι, φείδεσθαι τέκνων.

  Μενέλαος

  αἰαῖ, φίλους ἄρ᾽ οὐχὶ κεκτήμην τάλας.

  Ἀγαμέμνων

  405 εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι.

  Μενέλαος

  δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς;

  Ἀγαμέμνων

  συνσωφρονεῖν σοι βούλομ᾽, ἀλλ᾽ οὐ συννοσεῖν.

  Μενέλαος

  ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους.

  Ἀγαμέμνων

  εὖ δρῶν παρακάλει μ᾽, ἀλλὰ μὴ λυπῶν ἐμέ.

  Μενέλαος

  410 οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι;

  Ἀγαμέμνων

  Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα.

  Μενέλαος

  σκήπτρῳ νυν αὔχει, σὸν κασίγνητον προδούς.

  ἐγὼ δ᾽ ἐπ᾽ ἄλλας εἶμι μηχανάς τινας

  φίλους τ᾽ ἐπ᾽ ἄλλους —

  Αγγελος Α

  ὦ Πανελλήνων ἄναξ,

  415 Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων,

  ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις.

  μήτηρ δ᾽ ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας,

  καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών,

  χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν.

  420 ἀλλ᾽ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ

  κρήνην ἀναψύχουσι θηλύπουν βάσιν,

  αὐταί τε πῶλοί τ᾽: ἐς δὲ λειμώνων χλόην

  καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο.

  ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν

  425 ἥκω: πέπυσται γὰρ στρατός — ταχεῖα γὰρ

  διῇξε φήμη — παῖδα σὴν ἀφιγμένην.

  πᾶς δ᾽ ἐς θένα ὅμιλος ἔρχεται δρόμῳ,

  σὴν παῖδ᾽ ὅπως ἴδωσιν: οἱ δ᾽ εὐδαίμονες

  ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς.

  430 λέγουσι δ᾽: Ὑμέναιός τις ἢ τί πράσσεται;

  ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ

  ἐκόμισε παῖδα; τῶν δ᾽ ἂν ἤκουσας τάδε:

  Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα,

  Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε;

  435 ἀλλ᾽ εἶα, τἀπὶ τοισίδ᾽ ἐξάρχου κανᾶ,

  στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ,

  ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγας

  λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος:

  φῶς γὰρ τόδ᾽ ἥκει μακάριον τῇ παρθένῳ.

  Ἀγα
μέμνων

  440 ἐπῄνεσ᾽, ἀλλὰ στεῖχε δωμάτων ἔσω:

  τὰ δ᾽ ἄλλ᾽ ἰούσης τῆς τύχης ἔσται καλῶς.

  οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν;

  ἐς οἷ᾽ ἀνάγκης ζεύγματ᾽ ἐμπεπτώκαμεν.

  ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων

  445 πολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος.

  ἡ δυσγένεια δ᾽ ὡς ἔχει τι χρήσιμον.

  καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει,

  ἅπαντά τ᾽ εἰπεῖν. τῷ δὲ γενναίῳ φύσιν

  ἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίου

  450 τὸν ὄγκον ἔχομεν τῷ τ᾽ ὄχλῳ δουλεύομεν.

  ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ,

  τὸ μὴ δακρῦσαι δ᾽ αὖθις αἰδοῦμαι τάλας,

  ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος.

  εἶἑν: τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν;

  455 πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ;

  καὶ γάρ μ᾽ ἀπώλεσ᾽ ἐπὶ κακοῖς ἅ μοι πάρος

  ἐλθοῦσ᾽ ἄκλητος. εἰκότως δ᾽ ἅμ᾽ ἕσπετο

  θυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλτατα

  δώσουσ᾽, ἵν᾽ ἡμᾶς ὄντας εὑρήσει κακούς.

  460 τὴν δ᾽ αὖ τάλαιναν παρθένον — τί παρθένον;

  Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα —

  ὡς ᾤκτισ᾽: οἶμαι γάρ νιν ἱκετεύσειν τάδε:

  Ὦ πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμους

  γήμειας αὐτὸς χὥστις ἐστί σοι φίλος.

  465 παρὼν δ᾽ Ὀρέστης ἐγγὺς ἀναβοήσεται

  οὐ συνετὰ συνετῶς: ἔτι γάρ ἐστι νήπιος.

  αἰαῖ, τὸν Ἑλένης ὥς μ᾽ ἀπώλεσεν γάμον

  γήμας ὁ Πριάμου Πάρις, ὃς εἴργασται τάδε.

  Χορός

  κἀγὼ κατῴκτιρ᾽, ὡς γυναῖκα δεῖ ξένην

  470 ὑπὲρ τυράννων συμφορᾶς καταστένειν.

 

‹ Prev