Book Read Free

Complete Works of Euripides

Page 188

by Euripides


  Μενέλαος

  ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν.

  Ἀγαμέμνων

  δίδωμι: σὸν γὰρ τὸ κράτος, ἄθλιος δ᾽ ἐγώ.

  Μενέλαος

  Πέλοπα κατόμνυμ᾽, ὃς πατὴρ τοὐμοῦ πατρὸς

  τοῦ σοῦ τ᾽ ἐκλήθη, τὸν τεκόντα τ᾽ Ἀτρέα,

  475 ἦ μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς

  καὶ μὴ ‘πίτηδες μηδέν, ἀλλ᾽ ὅσον φρονῶ.

  ἐγώ σ᾽ ἀπ᾽ ὄσσων ἐκβαλόντ᾽ ἰδὼν δάκρυ

  ᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλιν

  καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων,

  480 οὐκ ἐς σὲ δεινός: εἰμὶ δ᾽ οὗπερ εἶ σὺ νῦν:

  καί σοι παραινῶ μήτ᾽ ἀποκτείνειν τέκνον

  μήτ᾽ ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικον

  σὲ μὲν στενάζειν, τἀμὰ δ᾽ ἡδέως ἔχειν,

  θνῄσκειν τε τοὺς σούς, τοὺς δ᾽ ἐμοὺς ὁρᾶν φάος.

  485 τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτους

  ἄλλους λάβοιμ᾽ ἄν, εἰ γάμων ἱμείρομαι;

  ἀλλ᾽ ἀπολέσας ἀδελφόν, ὅν μ᾽ ἥκιστα χρῆν,

  Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ;

  ἄφρων νέος τ᾽ ἦ, πρὶν τὰ πράγματ᾽ ἐγγύθεν

  490 σκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα.

  ἄλλως τέ μ᾽ ἔλεος τῆς ταλαιπώρου κόρης

  ἐσῆλθε, συγγένειαν ἐννοουμένῳ,

  ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων

  μέλλει. τί δ᾽ Ἑλένης παρθένῳ τῇ σῇ μέτα;

  495 ἴτω στρατεία διαλυθεῖσ᾽ ἐξ Αὐλίδος,

  σὺ δ᾽ ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν,

  ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα.

  εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί,

  μὴ ‘μοὶ μετέστω: σοὶ νέμω τοὐμὸν μέρος.

  500 ἀλλ᾽ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων;

  εἰκὸς πέπονθα: τὸν ὁμόθεν πεφυκότα

  στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶ

  τοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί.

  Χορός

  γενναῖ᾽ ἔλεξας Ταντάλῳ τε τῷ Διὸς

  505 πρέποντα: προγόνους οὐ καταισχύνεις σέθεν.

  Ἀγαμέμνων

  αἰνῶ σε, Μενέλα᾽, ὅτι παρὰ γνώμην ἐμὴν

  ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τ᾽ ἀξίως.

  ταραχὴ δ᾽ ἀδελφῶν διά τ᾽ ἔρωτα γίγνεται

  πλεονεξίαν τε δωμάτων: ἀπέπτυσα

  510 τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν.

  ἀλλ᾽ ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας,

  θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον.

  Μενέλαος

  πῶς; τίς δ᾽ ἀναγκάσει σε τήν γε σὴν κτανεῖν;

  Ἀγαμέμνων

  ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος.

  Μενέλαος

  515 οὔκ, ἤν νιν εἰς Ἄργος γ᾽ ἀποστείλῃς πάλιν.

  Ἀγαμέμνων

  λάθοιμι τοῦτ᾽ ἄν. ἀλλ᾽ ἐκεῖν᾽ οὐ λήσομεν.

  Μενέλαος

  τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον.

  Ἀγαμέμνων

  Κάλχας ἐρεῖ μαντεύματ᾽ Ἀργείων στρατῷ.

  Μενέλαος

  οὔκ, ἢν θάνῃ γε πρόσθε: τοῦτο δ᾽ εὐμαρές.

  Ἀγαμέμνων

  520 τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν.

  Μενέλαος

  † κοὐδέν γ᾽ ἄχρηστον, οὐδὲ χρήσιμον παρόν. †

  Ἀγαμέμνων

  ἐκεῖνο δ᾽ οὐ δέδοικας ὃ ἔμ᾽ ἐσέρχεται;

  Μενέλαος

  ὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμ᾽ ἂν λόγον;

  Ἀγαμέμνων

  τὸ Σισύφειον σπέρμα πάντ᾽ οἶδεν τάδε.

  Μενέλαος

  525 οὐκ ἔστ᾽ Ὀδυσσεὺς ὅ τι σὲ κἀμὲ πημανεῖ.

  Ἀγαμέμνων

  ποικίλος ἀεὶ πέφυκε τοῦ τ᾽ ὄχλου μέτα.

  Μενέλαος

  φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ.

  Ἀγαμέμνων

  οὐκ οὖν δοκεῖς νιν στάντ᾽ ἐν Ἀργείοις μέσοις

  λέξειν ἃ Κάλχας θέσφατ᾽ ἐξηγήσατο,

  530 κἄμ᾽ ὡς ὑπέστην θῦμα, κᾆτ᾽ ἐψευδόμην,

  Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν,

  σὲ κἄμ᾽ ἀποκτείναντας Ἀργείους κόρην

  σφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω,

  ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις

  535 συναρπάσουσι καὶ κατασκάψουσι γῆν.

  τοιαῦτα τἀμὰ πήματ᾽: ὦ τάλας ἐγώ,

  ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε.

  ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν

  ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε

  540 μάθῃ, πρὶν Ἅιδῃ παῖδ᾽ ἐμὴν προσθῶ λαβών,

  ὡς ἐπ᾽ ἐλαχίστοις δακρύοις πράσσω κακῶς.

  ὑμεῖς τε σιγήν, ὦ ξέναι, φυλάσσετε.

  Χορός

  μάκαρες οἳ μετρίας θεοῦ

  μετά τε σωφροσύνας μετέ-

  545 σχον λέκτρων Ἀφροδίτας,

  γαλανείᾳ χρησάμενοι

  μανιάδων οἴστρων, ὅθι δὴ

  δίδυμ᾽ Ἔρως ὁ χρυσοκόμας

  τόξ᾽ ἐντείνεται χαρίτων,

  550 τὸ μὲν ἐπ᾽ εὐαίωνι πότμῳ,

  τὸ δ᾽ ἐπὶ συγχύσει βιοτᾶς.

  ἀπενέπω νιν ἁμετέρων,

  Κύπρι καλλίστα, θαλάμων.

  εἴη δέ μοι μετρία μὲν

  555 χάρις, πόθοι δ᾽ ὅσιοι,

  καὶ μετέχοιμι τᾶς Ἀφροδί-

  τας, πολλὰν δ᾽ ἀποθείμαν.

  Χορός

  διάφοροι δὲ φύσεις βροτῶν,

  διάφοροι δὲ τρόποι: τὸ δ᾽ ὀρ-

  560 θῶς ἐσθλὸν σαφὲς αἰεί:

  τροφαί θ᾽ αἱ παιδευόμεναι

  μέγα φέρουσ
᾽ ἐς τὰν ἀρετάν:

  τό τε γὰρ αἰδεῖσθαι σοφία,

  τάν τ᾽ ἐξαλλάσσουσαν ἔχει

  565 χάριν ὑπὸ γνώμας ἐσορᾶν

  τὸ δέον, ἔνθα δόξα φέρει

  κλέος ἀγήρατον βιοτᾷ.

  μέγα τι θηρεύειν ἀρετάν,

  γυναιξὶ μὲν κατὰ Κύπριν

  570 κρυπτάν, ἐν ἀνδράσι δ᾽ αὖ

  κόσμος ἐνὼν ὁ μυριοπλη-

  θὴς μείζω πόλιν αὔξει.

  ἔμολες, ὦ Πάρις, ᾗτε σύ γε

  βουκόλος ἀργενναῖς ἐτράφης

  575 Ἰδαίαις παρὰ μόσχοις,

  βάρβαρα συρίζων, Φρυγίων

  αὐλῶν Ὀλύμπου καλάμοις

  μιμήματα πνείων.

  εὔθηλοι δὲ τρέφοντο βόες,

  580 ὅτε σε κρίσις ἔμηνε θεᾶν,

  ἅ σ᾽ Ἑλλάδα πέμπει:

  ἐλεφαντοδέτων πάροι-

  θεν δόμων δὲ στὰς Ἑλένας

  ἐν ἀντωποῖς βλεφάροισιν

  585 ἔρωτά τ᾽ ἔδωκας, ἔρωτι δ᾽

  αὐτὸς ἐπτοάθης.

  ὅθεν ἔρις ἔριν

  Ἑλλάδα σὺν δορὶ ναυσί τ᾽ ἄγει

  ἐς Τροίας πέργαμα ...

  Χορός ανδρων Αργειων

  590 ἰὼ ἰώ: μεγάλαι μεγάλων

  εὐδαιμονίαι: τὴν τοῦ βασιλέως

  ἴδετ᾽ Ἰφιγένειαν, ἄνασσαν ἐμήν,

  τὴν Τυνδάρεω τε Κλυταιμήστραν:

  ὡς ἐκ μεγάλων ἐβλαστήκασ᾽

  595 ἐπί τ᾽ εὐμήκεις ἥκουσι τύχας.

  θεοί γ᾽ οἱ κρείσσους οἵ τ᾽ ὀλβοφόροι

  τοῖς οὐκ εὐδαίμοσι θνητῶν.

  Χορός

  στῶμεν, Χαλκίδος ἔκγονα θρέμματα,

  τὴν βασίλειαν δεξώμεθ᾽ ὄχων

  600 ἄπο μὴ σφαλερῶς ἐπὶ γαῖαν,

  ἀγανῶς δὲ χεροῖν μαλακῇ ῥώμῃ,

  μὴ ταρβήσῃ † νεωστί μοι μολὸν

  κλεινὸν τέκνον Ἀγαμέμνονος,

  μηδὲ θόρυβον † μηδ᾽ ἔκπληξιν

  605 ταῖς Ἀργείαις

  ξεῖναι ξείναις παρέχωμεν.

  Κλυταιμήστρα

  ὄρνιθα μὲν τόνδ᾽ αἴσιον ποιούμεθα,

  τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν:

  ἐλπίδα δ᾽ ἔχω τιν᾽ ὡς ἐπ᾽ ἐσθλοῖσιν γάμοις

  610 πάρειμι νυμφαγωγός. ἀλλ᾽ ὀχημάτων

  ἔξω πορεύεθ᾽ ἃς φέρω φερνὰς κόρῃ,

  καὶ πέμπετ᾽ ἐς μέλαθρον εὐλαβούμενοι.

  σὺ δ᾽, ὦ τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους,

  ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θ᾽ ἅμα.

  615 ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπι

  δέξασθε καὶ πορεύσατ᾽ ἐξ ὀχημάτων.

  κἀμοὶ χερός τις ἐνδότω στηρίγματα,

  θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς.

  αἳ δ᾽ ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν:

  620 φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν:

  καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον,

  λάζυσθ᾽, Ὀρέστην: ἔτι γάρ ἐστι νήπιος.

  τέκνον, καθεύδεις πωλικῷ δαμεὶς ὄχῳ;

  ἔγειρ᾽ ἀδελφῆς ἐφ᾽ ὑμέναιον εὐτυχῶς:

  625 ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢν

  λήψῃ, κόρης Νηρῇδος ἰσόθεον γένος.

  ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον:

  πρὸς μητέρ᾽, Ἰφιγένεια, μακαρίαν δέ με

  ξέναισι ταῖσδε πλησία σταθεῖσα δός,

  630 καὶ — δεῦρο δὴ — πατέρα πρόσειπε σὸν φίλον.

  Ἰφιγένεια

  ὦ μῆτερ, ὑποδραμοῦσά σ᾽: ὀργισθῇς δὲ μή:

  πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ.

  Κλυταιμήστρα

  ὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ,

  ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν.

  Ἰφιγένεια

  635 ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρν᾽, ὦ πάτερ,

  ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου:

  ποθῶ γὰρ ὄμμα δὴ σόν. ὀργισθῇς δὲ μή.

  Κλυταιμήστρα

  ἀλλ᾽, ὦ τέκνον, χρή: φιλοπάτωρ δ᾽ ἀεί ποτ᾽ εἶ

  μάλιστα παίδων τῷδ᾽ ὅσους ἐγὼ ‘τεκον.

  Ἰφιγένεια

  640 ὦ πάτερ, ἐσεῖδόν σ᾽ ἀσμένη πολλῷ χρόνῳ.

  Ἀγαμέμνων

  καὶ γὰρ πατὴρ σέ: τόδ᾽ ἴσον ὑπὲρ ἀμφοῖν λέγεις.

  Ἰφιγένεια

  χαῖρ᾽: εὖ δέ μ᾽ ἀγαγὼν πρὸς σ᾽ ἐποίησας, πάτερ.

  Ἀγαμέμνων

  οὐκ οἶδ᾽ ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον.

  Ἰφιγένεια

  ἔα:

  ὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μ᾽ ἰδών.

  Ἀγαμέμνων

  645 πόλλ᾽ ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει.

  Ἰφιγένεια

  παρ᾽ ἐμοὶ γενοῦ νῦν, μὴ ‘πὶ φροντίδας τρέπου.

  Ἀγαμέμνων

  ἀλλ᾽ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι.

  Ἰφιγένεια

  μέθες νυν ὀφρὺν ὄμμα τ᾽ ἔκτεινον φίλον.

  Ἀγαμέμνων

  ἰδού, γέγηθά σ᾽ ὡς γέγηθ᾽ ὁρῶν, τέκνον.

  Ἰφιγένεια

  650 κἄπειτα λείβεις δάκρυ᾽ ἀπ᾽ ὀμμάτων σέθεν;

  Ἀγαμέμνων

  μακρὰ γὰρ ἡμῖν ἡ ‘πιοῦσ᾽ ἀπουσία.

  Ἰφιγένεια

  † οὐκ οἶδ᾽ ὅ τι φῄς, οὐκ οἶδα, φίλτατ᾽ ἐμοὶ πάτερ. †

  Ἀγαμέμνων

  συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μ᾽ ἄγεις.

  Ἰφιγένεια

  ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γ᾽ εὐφρανῶ.

  Ἀγαμέμνων

  655 παπαῖ. τὸ σιγᾶν οὐ σθένω: σὲ δ᾽ ᾔνεσα.

  Ἰφιγένεια

  μέν᾽, ὦ πάτερ, κατ᾽ οἶκον ἐπὶ τέκνοις σέθεν.

  Ἀγαμέμνων

  θέλω γε: τὸ θέλειν δ᾽ οὐκ ἔχων
ἀλγύνομαι.

  Ἰφιγένεια

  ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά.

  Ἀγαμέμνων

  ἄλλους ὀλεῖ πρόσθ᾽ ἃ ἐμὲ διολέσαντ᾽ ἔχει.

  Ἰφιγένεια

  660 ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς.

  Ἀγαμέμνων

  καὶ νῦν γέ μ᾽ ἴσχει δή τι μὴ στέλλειν στρατόν.

  Ἰφιγένεια

  ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ;

  Ἀγαμέμνων

  οὗ μήποτ᾽ οἰκεῖν ὤφελ᾽ ὁ Πριάμου Πάρις.

  Ἰφιγένεια

  μακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ.

  Ἀγαμέμνων

  665 † εἰς ταὐτόν, ὦ θύγατερ, ἥκεις σῷ πατρί. †

  Ἰφιγένεια

  φεῦ:

  εἴθ᾽ ἦν καλόν μοι σοί τ᾽ ἄγειν σύμπλουν ἐμέ.

  Ἀγαμέμνων

  ἔτ᾽ ἔστι καὶ σοὶ πλοῦς, ἵν᾽ ἀμμνήσῃ πατρός.

  Ἰφιγένεια

  σὺν μητρὶ πλεύσασ᾽ ἢ μόνη πορεύσομαι;

  Ἀγαμέμνων

  μόνη, μονωθεῖσ᾽ ἀπὸ πατρὸς καὶ μητέρος.

  Ἰφιγένεια

  670 οὔ πού μ᾽ ἐς ἄλλα δώματ᾽ οἰκίζεις, πάτερ;

  Ἀγαμέμνων

  ἐατέ᾽: οὐ χρὴ τοιάδ᾽ εἰδέναι κόρας.

  Ἰφιγένεια

  σπεῦδ᾽ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ.

  Ἀγαμέμνων

  θῦσαί με θυσίαν πρῶτα δεῖ τιν᾽ ἐνθάδε.

  Ἰφιγένεια

  ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γ᾽ εὐσεβὲς σκοπεῖν.

  Ἀγαμέμνων

  675 εἴσῃ σύ: χερνίβων γὰρ ἑστήξῃ πέλας.

  Ἰφιγένεια

  στήσομεν ἄρ᾽ ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς;

  Ἀγαμέμνων

  ζηλῶ σὲ μᾶλλον ἢ ‘μὲ τοῦ μηδὲν φρονεῖν.

  χώρει δὲ μελάθρων ἐντός — ὀφθῆναι κόραις

  πικρόν — φίλημα δοῦσα δεξιάν τέ μοι,

  680 μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον.

 

‹ Prev