Complete Works of Euripides
Page 192
ἃ μὲν ἐπὶ πόθῳ τρυφῶσα
1305 Κύπρις, ἃ δὲ δορὶ Παλλάς,
Ἥρα τε Διὸς ἄνακτος
εὐναῖσι βασιλίσιν,
κρίσιν ἐπὶ στυγνὰν ἔριν τε
καλλονᾶς, ἐμοὶ δὲ θάνατον —
1310 ὄνομα μὲν φέροντα Δαναΐ-
δαισιν, ὦ κόραι, πρόθυμα δ᾽
ἔλαβεν Ἄρτεμις πρὸς Ἴλιον.
ὁ δὲ τεκών με τὰν τάλαιναν,
ὦ μᾶτερ ὦ μᾶτερ,
οἴχεται προδοὺς ἔρημον.
1315 ὦ δυστάλαιν᾽ ἐγώ, πικρὰν
πικρὰν ἰδοῦσα δυσελέναν,
φονεύομαι διόλλυμαι
σφαγαῖσιν ἀνοσίοισιν ἀνοσίου πατρός.
μή μοι ναῶν χαλκεμβολάδων
1320 πρύμνας ἅδ᾽ Αὐλὶς δέξασθαι
τούσδ᾽ εἰς ὅρμους ἐς Τροίαν
ὤφελεν ἐλάταν πομπαίαν,
μηδ᾽ ἀνταίαν Εὐρίπῳ
πνεῦσαι πομπὰν Ζεύς, μειλίσσων
1325 αὔραν ἄλλοις ἄλλαν θνατῶν
λαίφεσι χαίρειν,
τοῖσι δὲ λύπαν, τοῖσι δ᾽ ἀνάγκαν,
τοῖς δ᾽ ἐξορμᾶν, τοῖς δὲ στέλλειν,
τοῖσι δὲ μέλλειν.
1330 ἦ πολύμοχθον ἄρ᾽ ἦν γένος, ἦ πολύμοχθον
ἁμερίων, τὸ χρεὼν δέ τι δύσποτμον
ἀνδράσιν ἀνευρεῖν.
ἰὼ ἰώ,
μεγάλα πάθεα, μεγάλα δ᾽ ἄχεα
1335 Δαναΐδαις τιθεῖσα Τυνδαρὶς κόρα.
Χορός
ἐγὼ μὲν οἰκτίρω σε συμφορᾶς κακῆς
τυχοῦσαν, οἵας μήποτ᾽ ὤφελες τυχεῖν.
Ἰφιγένεια
ὦ τεκοῦσα μῆτερ, ἀνδρῶν ὄχλον εἰσορῶ πέλας.
Κλυταιμήστρα
τόν τε τῆς θεᾶς παῖδα, τέκνον, ᾧ σὺ δεῦρ᾽ ἐλήλυθας.
Ἰφιγένεια
1340 διαχαλᾶτέ μοι μέλαθρα, δμῶες, ὡς κρύψω δέμας.
Κλυταιμήστρα
τί δὲ τέκνον, φεύγεις;
Ἰφιγένεια
Ἀχιλλέα τόνδ᾽ ἰδεῖν αἰσχύνομαι.
Κλυταιμήστρα
ὡς τί δή;
Ἰφιγένεια
τὸ δυστυχές μοι τῶν γάμων αἰδῶ φέρει.
Κλυταιμήστρα
οὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα.
ἀλλὰ μίμν᾽: οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα.
Ἀχιλλεύς
1345 ὦ γύναι τάλαινα, Λήδας θύγατερ ...
Κλυταιμήστρα
οὐ ψευδῆ θροεῖς.
Ἀχιλλεύς
δείν᾽ ἐν Ἀργείοις βοᾶται ...
Κλυταιμήστρα
τίνα βοήν; σήμαινέ μοι.
Ἀχιλλεύς
ἀμφὶ σῆς παιδός ...
Κλυταιμήστρα
πονηρὸν εἶπας οἰωνὸν λόγον.
Ἀχιλλεύς
ὡς χρεὼν σφάξαι νιν.
Κλυταιμήστρα
οὐδεὶς τοῖσδ᾽ ἐναντίον λέγει;
Ἀχιλλεύς
ἐς θόρυβον ἐγώ τι καὐτὸς ἤλυθον ...
Κλυταιμήστρα
τίν᾽, ὦ ξένε;
Ἀχιλλεύς
1350 σῶμα λευσθῆναι πέτροισι.
Κλυταιμήστρα
μῶν κόρην σῴζων ἐμήν;
Ἀχιλλεύς
αὐτὸ τοῦτο.
Κλυταιμήστρα
τίς δ᾽ ἂν ἔτλη τοῦ σώματος τοῦ σοῦ θιγεῖν;
Ἀχιλλεύς
πάντες Ἕλληνες.
Κλυταιμήστρα
στρατὸς δὲ Μυρμιδὼν οὔ σοι παρῆν;
Ἀχιλλεύς
πρῶτος ἦν ἐκεῖνος ἐχθρός.
Κλυταιμήστρα
δι᾽ ἄρ᾽ ὀλώλαμεν, τέκνον.
Ἀχιλλεύς
οἵ με τὸν γάμων ἀπεκάλουν ἥσσονα.
Κλυταιμήστρα
ἀπεκρίνω δὲ τί;
Ἀχιλλεύς
1355 τὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν ...
Κλυταιμήστρα
δίκαια γάρ.
Ἀχιλλεύς
ἣν ἐφήμισεν πατήρ μοι.
Κλυταιμήστρα
καὶ Ἀργόθεν γ᾽ ἐπέμψατο.
Ἀχιλλεύς
ἀλλ᾽ ἐνικώμην κεκραγμοῦ.
Κλυταιμήστρα
τὸ πολὺ γὰρ δεινὸν κακόν.
Ἀχιλλεύς
ἀλλ᾽ ὅμως ἀρήξομέν σοι.
Κλυταιμήστρα
καὶ μαχῇ πολλοῖσιν εἷς;
Ἀχιλλεύς
εἰσορᾷς τεύχη φέροντας τούσδε;
Κλυταιμήστρα
ὄναιο τῶν φρενῶν.
Ἀχιλλεύς
1360 ἀλλ᾽ ὀνησόμεσθα.
Κλυταιμήστρα
παῖς ἄρ᾽ οὐκέτι σφαγήσεται;
Ἀχιλλεύς
οὔκ, ἐμοῦ γ᾽ ἑκόντος.
Κλυταιμήστρα
ἥξει δ᾽ ὅστις ἅψεται κόρης;
Ἀχιλλεύς
μυρίοι γ᾽, ἄξει δ᾽ Ὀδυσσεύς.
Κλυταιμήστρα
ἆρ᾽ ὁ Σισύφου γόνος;
Ἀχιλλεύς
αὐτὸς οὗτος.
Κλυταιμήστρα
ἴδια πράσσων, ἢ στρατοῦ ταχθεὶς ὕπο;
Ἀχιλλεύς
αἱρεθεὶς ἑκών.
Κλυταιμήστρα
πονηράν γ᾽ αἵρεσιν, μιαιφονεῖν.
Ἀχιλλεύς
1365 ἀλλ᾽ ἐγὼ σχήσω νιν.
Κλυταιμήστρα
ἄξει δ᾽ οὐχ ἑκοῦσαν ἁρπάσας;
Ἀχιλλεύς
δηλαδὴ ξανθῆς ἐθείρας.
Κλυταιμήστρα
ἐμὲ δὲ δρᾶν τί χρὴ τότε;
Ἀχιλλεύς
ἀντέχου θυγατρός.
Κλυταιμήστρα
ὡς τοῦδ᾽ εἵνεκ᾽ οὐ σφαγήσεται.
Ἀχιλλεύς
ἀλλὰ μὴν ἐς τοῦτό γ᾽ ἥξει.
Ἰφιγένεια
Ἰφιγένεια
μῆτερ, εἰσακούσατε
τῶν ἐμῶν λόγων: μάτην γάρ σ᾽ εἰσορῶ θυμουμένην
1370 σῷ πό
σει: τὰ δ᾽ ἀδύναθ᾽ ἡμῖν καρτερεῖν οὐ ῥᾴδιον.
τὸν μὲν οὖν ξένον δίκαιον αἰνέσαι προθυμίας:
ἀλλὰ καὶ σὲ τοῦθ᾽ ὁρᾶν χρή, μὴ διαβληθῇ στρατῷ,
καὶ πλέον πράξωμεν οὐδέν, ὅδε δὲ συμφορᾶς τύχῃ.
οἷα δ᾽ εἰσῆλθέν μ᾽, ἄκουσον, μῆτερ, ἐννοουμένην:
1375 κατθανεῖν μέν μοι δέδοκται: τοῦτο δ᾽ αὐτὸ βούλομαι
εὐκλεῶς πρᾶξαι, παρεῖσά γ᾽ ἐκποδὼν τὸ δυσγενές.
δεῦρο δὴ σκέψαι μεθ᾽ ἡμῶν, μῆτερ, ὡς καλῶς λέγω:
εἰς ἔμ᾽ Ἑλλὰς ἡ μεγίστη πᾶσα νῦν ἀποβλέπει,
κἀν ἐμοὶ πορθμός τε ναῶν καὶ Φρυγῶν κατασκαφαὶ
1380 τάς τε μελλούσας γυναῖκας, ἤν τι δρῶσι βάρβαροι,
μηκέθ᾽ ἁρπάζειν ἐᾶν τούσδ᾽ ὀλβίας ἐξ Ἑλλάδος,
τὸν Ἑλένης τείσαντας ὄλεθρον, ἣν ἀνήρπασεν Πάρις.
ταῦτα πάντα κατθανοῦσα ῥύσομαι, καί μου κλέος,
Ἑλλάδ᾽ ὡς ἠλευθέρωσα, μακάριον γενήσεται.
1385 καὶ γὰρ οὐδέ τοί τι λίαν ἐμὲ φιλοψυχεῖν χρεών:
πᾶσι γάρ μ᾽ Ἕλλησι κοινὸν ἔτεκες, οὐχὶ σοὶ μόνῃ.
ἀλλὰ μυρίοι μὲν ἄνδρες ἀσπίσιν πεφραγμένοι,
μυρίοι δ᾽ ἐρέτμ᾽ ἔχοντες, πατρίδος ἠδικημένης,
δρᾶν τι τολμήσουσιν ἐχθροὺς χὑπὲρ Ἑλλάδος θανεῖν,
1390 ἡ δ᾽ ἐμὴ ψυχὴ μί᾽ οὖσα πάντα κωλύσει τάδε;
τί τὸ δίκαιον τοῦτό γε; ἆρ᾽ ἔχοιμ᾽ ἂν ἀντειπεῖν ἔπος;
κἀπ᾽ ἐκεῖν᾽ ἔλθωμεν: οὐ δεῖ τόνδε διὰ μάχης μολεῖν
πᾶσιν Ἀργείοις γυναικὸς εἵνεκ᾽ οὐδὲ κατθανεῖν.
εἷς γ᾽ ἀνὴρ κρείσσων γυναικῶν μυρίων ὁρᾶν φάος.
1395 εἰ βεβούληται δὲ σῶμα τοὐμὸν Ἄρτεμις λαβεῖν,
ἐμποδὼν γενήσομαι ‘γὼ θνητὸς οὖσα τῇ θεῷ;
ἀλλ᾽ ἀμήχανον: δίδωμι σῶμα τοὐμὸν Ἑλλάδι.
θύετ᾽, ἐκπορθεῖτε Τροίαν. ταῦτα γὰρ μνημεῖά μου
διὰ μακροῦ, καὶ παῖδες οὗτοι καὶ γάμοι καὶ δόξ᾽ ἐμή.
1400 βαρβάρων δ᾽ Ἕλληνας ἄρχειν εἰκός, ἀλλ᾽ οὐ βαρβάρους,
μῆτερ, Ἑλλήνων: τὸ μὲν γὰρ δοῦλον, οἳ δ᾽ ἐλεύθεροι.
Χορός
τὸ μὲν σόν, ὦ νεᾶνι, γενναίως ἔχει:
τὸ τῆς τύχης δὲ καὶ τὸ τῆς θεοῦ νοσεῖ.
Ἀχιλλεύς
Ἀγαμέμνονος παῖ, μακάριόν μέ τις θεῶν
1405 ἔμελλε θήσειν, εἰ τύχοιμι σῶν γάμων.
ζηλῶ δὲ σοῦ μὲν Ἑλλάδ᾽, Ἑλλάδος δὲ σέ.
εὖ γὰρ τόδ᾽ εἶπας ἀξίως τε πατρίδος:
τὸ θεομαχεῖν γὰρ ἀπολιποῦσ᾽, ὅ σου κρατεῖ,
ἐξελογίσω τὰ χρηστὰ τἀναγκαῖά τε.
1410 μᾶλλον δὲ λέκτρων σῶν πόθος μ᾽ ἐσέρχεται
ἐς τὴν φύσιν βλέψαντα: γενναία γὰρ εἶ.
ὅρα δ᾽: ἐγὼ γὰρ βούλομαί σ᾽ εὐεργετεῖν
λαβεῖν τ᾽ ἐς οἴκους: ἄχθομαί τ᾽, ἴστω Θέτις,
εἰ μή σε σώσω Δαναΐδαισι διὰ μάχης
1415 ἐλθών. ἄθρησον: ὁ θάνατος δεινὸν κακόν.
Ἰφιγένεια
λέγω τάδ᾽ οὐδὲν οὐδέν᾽ εὐλαβουμένη.
ἡ Τυνδαρὶς παῖς διὰ τὸ σῶμ᾽ ἀρκεῖ μάχας
ἀνδρῶν τιθεῖσα καὶ φόνους: σὺ δ᾽, ὦ ξένε,
μὴ θνῇσκε δι᾽ ἐμὲ μηδ᾽ ἀποκτείνῃς τινά,
1420 ἔα δὲ σῷσαί μ᾽ Ἑλλάδ᾽, ἢν δυνώμεθα.
Ἀχιλλεύς
ὦ λῆμ᾽ ἄριστον, οὐκ ἔχω πρὸς τοῦτ᾽ ἔτι
λέγειν, ἐπεί σοι τάδε δοκεῖ: γενναῖα γὰρ
φρονεῖς: τί γὰρ τἀληθὲς οὐκ εἴποι τις ἄν;
ὅμως δ᾽, ἴσως γὰρ κἂν μεταγνοίης τάδε,
1425 ὡς οὖν ἂν εἰδῇς τἀπ᾽ ἐμοῦ λελεγμένα,
ἐλθὼν τάδ᾽ ὅπλα θήσομαι βωμοῦ πέλας,
ὡς οὐκ ἐάσων σ᾽ ἀλλὰ κωλύσων θανεῖν.
χρήσῃ δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα,
ὅταν πέλας σῆς φάσγανον δέρης ἴδῃς.
1430 οὔκουν ἐάσω σ᾽ ἀφροσύνῃ τῇ σῇ θανεῖν:
ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶς
καραδοκήσω σὴν ἐκεῖ παρουσίαν.
Ἰφιγένεια
μῆτερ, τί σιγῇ δακρύοις τέγγεις κόρας;
Κλυταιμήστρα
ἔχω τάλαινα πρόφασιν ὥστ᾽ ἀλγεῖν φρένα.
Ἰφιγένεια
1435 παῦσαι: ‘μὲ μὴ κάκιζε: τάδε δέ μοι πιθοῦ.
Κλυταιμήστρα
λέγ᾽: ὡς παρ᾽ ἡμῶν οὐδὲν ἀδικήσῃ, τέκνον.
Ἰφιγένεια
μήτ᾽ οὖν γε τὸν σὸν πλόκαμον ἐκτέμῃς τριχός,
μήτ᾽ ἀμφὶ σῶμα μέλανας ἀμπίσχῃ πέπλους.
Κλυταιμήστρα
τί δὴ τόδ᾽ εἶπας, τέκνον; ἀπολέσασά σε;
Ἰφιγένεια
1440 οὐ σύ γε: σέσῳσμαι, κατ᾽ ἐμὲ δ᾽ εὐκλεὴς ἔσῃ.
Κλυταιμήστρα
πῶς εἶπας; οὐ πενθεῖν με σὴν ψυχὴν χρεών;
Ἰφιγένεια
ἥκιστ᾽, ἐπεί μοι τύμβος οὐ χωσθήσεται.
Κλυταιμήστρα
τί δαί; τὸ θνῄσκειν, οὐ τάφος, νομίζεται.
Ἰφιγένεια
βωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης.
Κλυταιμήστρα
1445 ἀλλ᾽, ὦ τέκνον, σοὶ πείσομαι: λέγεις γὰρ εὖ.
Ἰφιγένεια
ὡς εὐτυχοῦσά γ᾽ Ἑλλάδος τ᾽ εὐεργέτις.
Κλυταιμήστρα
τί δὴ κασιγνήταισιν ἀγγελῶ σέθεν;
Ἰφιγένεια
μηδ᾽ ἀμφὶ κείναις μέλανας ἐξάψῃ πέπλους.
Κλυταιμήστρα
εἴπω δὲ παρὰ σοῦ φίλον ἔπος τι παρθένοις
;
Ἰφιγένεια
1450 χαίρειν γε. Ὀρέστην τ᾽ ἔκτρεφ᾽ ἄνδρα τόνδε μοι.
Κλυταιμήστρα
προσέλκυσαί νιν ὕστατον θεωμένη.
Ἰφιγένεια
ὦ φίλτατ᾽, ἐπεκούρησας ὅσον εἶχες φίλοις.
Κλυταιμήστρα
ἔσθ᾽ ὅ τι κατ᾽ Ἄργος δρῶσά σοι χάριν φέρω;
Ἰφιγένεια
πατέρα τὸν ἀμὸν μὴ στύγει, πόσιν γε σόν.
Κλυταιμήστρα
1455 δεινοὺς ἀγῶνας διὰ σὲ δεῖ κεῖνον δραμεῖν.
Ἰφιγένεια
ἄκων μ᾽ ὑπὲρ γῆς Ἑλλάδος διώλεσεν.
Κλυταιμήστρα
δόλῳ δ᾽, ἀγεννῶς Ἀτρέως τ᾽ οὐκ ἀξίως.
Ἰφιγένεια
τίς μ᾽ εἶσιν ἄξων πρὶν σπαράσσεσθαι κόμης;
Κλυταιμήστρα
ἐγώ, μετά γε σοῦ ...
Ἰφιγένεια
μὴ σύ γ᾽: οὐ καλῶς λέγεις.
Κλυταιμήστρα
1460 πέπλων ἐχομένη σῶν.
Ἰφιγένεια
ἐμοί, μῆτερ, πιθοῦ:
μέν᾽: ὡς ἐμοί τε σοί τε κάλλιον τόδε.
πατρὸς δ᾽ ὀπαδῶν τῶνδέ τίς με πεμπέτω
Ἀρτέμιδος ἐς λειμῶν᾽, ὅπου σφαγήσομαι.
Κλυταιμήστρα
ὦ τέκνον, οἴχῃ;
Ἰφιγένεια
καὶ πάλιν γ᾽ οὐ μὴ μόλω.
Κλυταιμήστρα
1465 λιποῦσα μητέρα;
Ἰφιγένεια
ὡς ὁρᾷς γ᾽, οὐκ ἀξίως.
Κλυταιμήστρα
σχές, μή με προλίπῃς.
Ἰφιγένεια
οὐκ ἐῶ στάζειν δάκρυ.
ὑμεῖς δ᾽ ἐπευφημήσατ᾽, ὦ νεάνιδες,
παιᾶνα τἠμῇ συμφορᾷ Διὸς κόρην
Ἄρτεμιν: ἴτω δὲ Δαναΐδαις εὐφημία.
1470 κανᾶ δ᾽ ἐναρχέσθω τις, αἰθέσθω δὲ πῦρ
προχύταις καθαρσίοισι, καὶ πατὴρ ἐμὸς
ἐνδεξιούσθω βωμόν: ὡς σωτηρίαν
Ἕλλησι δώσουσ᾽ ἔρχομαι νικηφόρον.