Complete Works of Euripides
Page 193
Ἰφιγένεια
1475 ἄγετέ με τὰν Ἰλίου
καὶ Φρυγῶν ἑλέπτολιν.
στέφεα περίβολα δίδοτε, φέρετε
— πλόκαμος ὅδε καταστέφειν —
χερνίβων τε παγάς.
1480 ἑλίσσετ᾽ ἀμφὶ ναὸν
ἀμφὶ βωμὸν Ἄρτεμιν,
τὰν ἄνασσαν Ἄρτεμιν,
τὰν μάκαιραν: ὡς ἐμοῖσιν, εἰ χρεών,
1485 αἵμασι θύμασί τε
θέσφατ᾽ ἐξαλείψω.
ὦ πότνια πότνια μᾶτερ, οὐ δάκρυά γέ σοι
δώσομεν ἁμέτερα:
1490 παρ᾽ ἱεροῖς γὰρ οὐ πρέπει.
ἰὼ ἰὼ νεάνιδες,
συνεπαείδετ᾽ Ἄρτεμιν
Χαλκίδος ἀντίπορον,
1495 ἵνα τε δόρατα μέμονε δάϊ᾽
ὄνομα δι᾽ ἐμὸν τᾶσδ᾽ Αὐλίδος
στενοπόροις ἐν ὅρμοις.
ἰὼ γᾶ μᾶτερ ὦ Πελασγία,
Μυκηναῖαί τ᾽ ἐμαὶ θεράπναι ...
Χορός
1500 καλεῖς πόλισμα Περσέως,
Κυκλωπίων πόνον χερῶν;
Ἰφιγένεια
ἐθρέψαθ᾽ Ἑλλάδι με φάος:
θανοῦσα δ᾽ οὐκ ἀναίνομαι.
Χορός
κλέος γὰρ οὔ σε μὴ λίπῃ.
Ἰφιγένεια
1505 ἰὼ ἰώ.
λαμπαδοῦχος ἁμέρα
Διός τε φέγγος, ἕτερον ἕτερον
αἰῶνα καὶ μοῖραν οἰκήσομεν.
χαῖρέ μοι, φίλον φάος.
Χορός
1510 ἰὼ ἰώ.
ἴδεσθε τὰν Ἰλίου
καὶ Φρυγῶν ἑλέπτολιν
στείχουσαν, ἐπὶ κάρα στέφη
βαλουμέναν χερνίβων τε παγάς,
βωμόν γε δαίμονος θεᾶς
1515 ῥανίσιν αἱματορρύτοις
χρανοῦσαν εὐφυῆ τε σώματος δέρην
σφαγεῖσαν. εὔδροσοι παγαὶ
πατρῷαι μένουσι χέρνιβές τέ σε
στρατός τ᾽ Ἀχαιῶν θέλων
1520 Ἰλίου πόλιν μολεῖν.
ἀλλὰ τὰν Διὸς κόραν
κλῄσωμεν Ἄρτεμιν,
θεῶν ἄνασσαν, ὡς ἐπ᾽ εὐτυχεῖ πότμῳ.
ὦ πότνια, πότνια, θύμασιν βροτησίοις
1525 χαρεῖσα, πέμψον ἐς Φρυγῶν
γαῖαν Ἑλλάνων στρατὸν
† καὶ δολόεντα Τροίας ἕδη,
Ἀγαμέμνονά τε λόγχαις
Ἑλλάδι κλεινότατον στέφανον
1530 δὸς ἀμφὶ κάρα ἑὸν †
κλέος ἀείμνηστον ἀμφιθεῖναι.
Ἄγγελος
ὦ Τυνδαρεία παῖ, Κλυταιμήστρα, δόμων
ἔξω πέρασον, ὡς κλύῃς ἐμῶν λόγων.
Κλυταιμήστρα
φθογγῆς κλύουσα δεῦρο σῆς ἀφικόμην,
1535 ταρβοῦσα τλήμων κἀκπεπληγμένη φόβῳ:
μή μοί τιν᾽ ἄλλην ξυμφορὰν ἥκεις φέρων
πρὸς τῇ παρούσῃ;
Ἄγγελος
σῆς μὲν οὖν παιδὸς πέρι
θαυμαστά σοι καὶ δεινὰ σημῆναι θέλω.
Κλυταιμήστρα
μὴ μέλλε τοίνυν, ἀλλὰ φράζ᾽ ὅσον τάχος.
Ἀγγελος
Ἄγγελος
1540 ἀλλ᾽, ὦ φίλη δέσποινα, πᾶν πεύσῃ σαφῶς.
λέξω δ᾽ ἀπ᾽ ἀρχῆς, ἤν τι μὴ σφαλεῖσά μου
γνώμη ταράξῃ γλῶσσαν ἐν λόγοις ἐμήν.
ἐπεὶ γὰρ ἱκόμεσθα τῆς Διὸς κόρης
Ἀρτέμιδος ἄλσος λείμακάς τ᾽ ἀνθεσφόρους,
1545 ἵν᾽ ἦν Ἀχαιῶν σύλλογος στρατεύματος,
σὴν παῖδ᾽ ἄγοντες, εὐθὺς Ἀργείων ὄχλος
ἠθροίζεθ᾽. ὡς δ᾽ ἐσεῖδεν Ἀγαμέμνων ἄναξ
ἐπὶ σφαγὰς στείχουσαν εἰς ἄλσος κόρην,
ἀνεστέναξε, κἄμπαλιν στρέψας κάρα
1550 δάκρυε, πρόσθεν ὀμμάτων πέπλον προθείς.
ἣ δὲ σταθεῖσα τῷ τεκόντι πλησίον
ἔλεξε τοιάδ᾽: Ὦ πάτερ, πάρειμί σοι:
τοὐμὸν δὲ σῶμα τῆς ἐμῆς ὑπὲρ πάτρας
καὶ τῆς ἁπάσης Ἑλλάδος γαίας ὕπερ
1555 θῦσαι δίδωμ᾽ ἑκοῦσα πρὸς βωμὸν θεᾶς
ἄγοντας, εἴπερ ἐστὶ θέσφατον τόδε.
καὶ τοὐπ᾽ ἔμ᾽ εὐτυχεῖτε: καὶ νικηφόρου
δώρου τύχοιτε πατρίδα τ᾽ ἐξίκοισθε γῆν.
πρὸς ταῦτα μὴ ψαύσῃ τις Ἀργείων ἐμοῦ:
1560 σιγῇ παρέξω γὰρ δέρην εὐκαρδίως.
τοσαῦτ᾽ ἔλεξε: πᾶς δ᾽ ἐθάμβησεν κλύων
εὐψυχίαν τε κἀρετὴν τῆς παρθένου.
στὰς δ᾽ ἐν μέσῳ Ταλθύβιος, ᾧ τόδ᾽ ἦν μέλον,
εὐφημίαν ἀνεῖπε καὶ σιγὴν στρατῷ:
1565 Κάλχας δ᾽ ὁ μάντις ἐς κανοῦν χρυσήλατον
ἔθηκεν ὀξὺ χειρὶ φάσγανον σπάσας
κολεῶν ἔσωθεν, κρᾶτά τ᾽ ἔστεψεν κόρης.
ὁ παῖς δ᾽ ὁ Πηλέως ἐν κύκλῳ βωμὸν θεᾶς
λαβὼν κανοῦν ἔβρεξε χέρνιβάς θ᾽ ὁμοῦ,
1570 ἔλεξε δ᾽: Ὦ παῖ Ζηνός, ὦ θηροκτόνε,
τὸ λαμπρὸν εἱλίσσουσ᾽ ἐν εὐφρόνῃ φάος,
δέξαι τὸ θῦμα τόδ᾽ ὅ γέ σοι δωρούμεθα
στρατός τ᾽ Ἀχαιῶν † Ἀγαμέμνων ἄναξ θ᾽ ὁμοῦ, †
ἄχραντον αἷμα καλλιπαρθένου δέρης,
1575 καὶ δὸς γενέσθαι πλοῦν νεῶν ἀπήμονα
Τροίας τε πέργαμ᾽ ἐξελεῖν ἡμᾶς δορί.
ἐς γῆν δ᾽ Ἀτρεῖδαι πᾶς στρατός τ᾽ ἔστη βλέπων.
ἱερεὺς δὲ φάσγανον λαβὼν ἐπεύξατο,
λαιμόν τ᾽ ἐπεσκοπεῖθ᾽, ἵνα πλήξειεν ἄν:
1580 ἐμοὶ δέ τ᾽ ἄλγος οὐ μικρὸν εἰσῄει φρενί,
κἄστην νενευκώς: θαῦμα δ᾽ ἦν αἴφνης ὁρᾶν.
πληγῆς κτύπον γὰρ πᾶς τις ᾔσθετ᾽ ἂν σαφῶς,
τὴν παρθένον δ᾽ οὐκ εἶδεν οὗ γῆς εἰσέδυ.
βοᾷ δ᾽ ἱερεύς, ἅπας δ᾽ ἐπήχησε στρατός,
1585 ἄελπτον εἰσιδόντες ἐκ θεῶν τινος
φάσμ᾽, οὗ γε μηδ᾽ ὁρωμένου πίστις παρῆν:
ἔλαφος γὰρ ἀσπαίρουσ᾽ ἔκειτ᾽ ἐπὶ χθονὶ
ἰδεῖν μεγίστη διαπρεπής τε τὴν θέαν,
ἧς αἵματι βωμὸς ἐραίνετ᾽ ἄρδην τῆς θεοῦ.
1590 κἀν τῷδε Κάλχας πῶς δοκεῖς χαίρων ἔφη:
Ὦ τοῦδ᾽ Ἀχαιῶν κοίρανοι κοινοῦ στρατοῦ,
ὁρᾶτε τήνδε θυσίαν, ἣν ἡ θεὸς
προύθηκε βωμίαν, ἔλαφον ὀρειδρόμον;
ταύτην μάλιστα τῆς κόρης ἀσπάζεται,
1595 ὡς μὴ μιάνῃ βωμὸν εὐγενεῖ φόνῳ.
ἡδέως τε τοῦτ᾽ ἐδέξατο, καὶ πλοῦν οὔριον
δίδωσιν ἡμῖν Ἰλίου τ᾽ ἐπιδρομάς.
πρὸς ταῦτα πᾶς τις θάρσος αἶρε ναυβάτης,
χώρει τε πρὸς ναῦν: ὡς ἡμέρᾳ τῇδε δεῖ
1600 λιπόντας ἡμᾶς Αὐλίδος κοίλους μυχοὺς
Αἴγαιον οἶδμα διαπερᾶν.
ἐπεὶ δ᾽ ἅπαν
κατηνθρακώθη θῦμ᾽ ἐν Ἡφαίστου φλογί,
τὰ πρόσφορ᾽ ηὔξαθ᾽, ὡς τύχοι νόστου στρατός.
πέμπει δ᾽ Ἀγαμέμνων μ᾽ ὥστε σοι φράσαι τάδε,
1605 λέγειν θ᾽ ὁποίας ἐκ θεῶν μοίρας κυρεῖ
καὶ δόξαν ἔσχεν ἄφθιτον καθ᾽ Ἑλλάδα.
ἐγὼ παρὼν δὲ καὶ τὸ πρᾶγμ᾽ ὁρῶν λέγω:
ἡ παῖς σαφῶς σοι πρὸς θεοὺς ἀφίπτατο.
λύπης δ᾽ ἀφαίρει καὶ πόσει πάρες χόλον:
1610 ἀπροσδόκητα δὲ βροτοῖς τὰ τῶν θεῶν,
σώζουσί θ᾽ οὓς φιλοῦσιν. ἦμαρ γὰρ τόδε
θανοῦσαν εἶδε καὶ βλέπουσαν παῖδα σήν.
Χορός
ὡς ἥδομαί τοι ταῦτ᾽ ἀκούσασ᾽ ἀγγέλου:
ζῶν δ᾽ ἐν θεοῖσι σὸν μένειν φράζει τέκος.
Κλυταιμήστρα
1615 ὦ παῖ, θεῶν τοῦ κλέμμα γέγονας;
πῶς σε προσείπω; πῶς δ᾽ οὐ φῶ
παραμυθεῖσθαι τούσδε μάτην μύθους,
ὥς σου πένθους λυγροῦ παυσαίμαν;
Χορός
καὶ μὴν Ἀγαμέμνων ἄναξ στείχει,
1620 τούσδ᾽ αὐτοὺς ἔχων σοι φράζειν μύθους.
Ἀγαμέμνων
γύναι, θυγατρὸς ἕνεκ᾽ ὄλβιοι γενοίμεθ᾽ ἄν:
ἔχει γὰρ ὄντως ἐν θεοῖς ὁμιλίαν.
χρὴ δέ σε λαβοῦσαν τόνδε μόσχον νεαγενῆ
στείχειν πρὸς οἴκους: ὡς στρατὸς πρὸς πλοῦν ὁρᾷ.
1625 καὶ χαῖρε: χρόνια γε τἀμά σοι προσφθέγματα
Τροίηθεν ἔσται. καὶ γένοιτό σοι καλῶς.
Χορός
χαίρων, Ἀτρείδη, γῆν ἱκοῦ Φρυγίαν,
χαίρων δ᾽ ἐπάνηκε,
κάλλιστά μοι σκῦλ᾽ ἀπὸ Τροίας ἑλών.
RHESUS
Χορός
Βᾶθι πρὸς εὐνὰς τὰς Ἑκτορέους.
Τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως,
ἢ τευχοφόρων;
Δέξαιτο νέων κληδόνα μύθων,
[5] οἳ τετράμοιρον νυκτὸς φυλακὴν
πάσης στρατιᾶς προκάθηνται.
Ὄρθου κεφαλὴν πῆχυν ἐρείσας,
λῦσον βλεφάρων γοργωπὸν ἕδραν,
λεῖπε χαμεύνας φυλλοστρώτους,
[10] Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι.
Ἕκτωρ
[11] Τίς ὅδ’; Ἦ φίλιος φθόγγος· τίς ἀνήρ;
Τί τὸ σῆμα; Θρόει·
τίνες ἐκ νυκτῶν τὰς ἡμετέρας
κοίτας πλάθουσ’; Ἐνέπειν χρή.
Χορός
[15] Φύλακες στρατιᾶς.
Ἕκτωρ
Τί φέρῃ θορύβῳ;
Χορός
Θάρσει.
Ἕκτωρ
Θαρσῶ.
μῶν τις λόχος ἐκ νυκτῶν;
Χορός
Οὐκ ἔστι.
Ἕκτωρ
Τί σὺ γὰρ
φυλακὰς προλιπὼν κινεῖς στρατιάν,
εἰ μή τιν’ ἔχων νυκτηγορίαν;
[20] Οὐκ οἶσθα δορὸς πέλας Ἀργείου
νυχίαν ἡμᾶς
κοίταν πανόπλους κατέχοντας;
Χορός
[23] Ὁπλίζου χέρα· συμμάχων,
Ἕκτορ, βᾶθι πρὸς εὐνάς,
[25] ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον.
Πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον,
ἁρμόσατε ψαλίοις ἵππους.
Τίς εἶσ’ ἐπὶ Πανθοί¨δαν,
ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;
[30] Ποῦ σφαγίων ἔφοροι;
Ποῦ δὲ γυμνήτων μόναρχοι
τοξοφόροι τε Φρυγῶν;
Ζεύγνυτε κερόδετα τόξα νευραῖς.
Ἕκτωρ
Τὰ μὲν ἀγγέλλεις δείματ’ ἀκούειν,
[35] τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς.
Ἀλλ’ ἦ Κρονίου Πανὸς τρομερᾷ
μάστιγι φοβῇ; Φυλακὰς δὲ λιπὼν
κινεῖς στρατιάν. Τί θροεῖς; Τί σε φῶ
νέον ἀγγέλλειν; Πολλὰ γὰρ εἰπὼν
[40] οὐδὲν τρανῶς ἀπέδειξας.
Χορός
[41] Πύρ’ αἴθει στρατὸς Ἀργόλας,
Ἕκτορ, πᾶσαν ἀν’ ὄρφναν,
διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.
Πᾶς δ’ Ἀγαμεμνονίαν προσέβα στρατὸς
[45] ἐννύχιος θορύβῳ σκηνάν,
νέαν τιν’ ἐφιέμενοι
βάξιν. Οὐ γάρ πω πάρος ὧδ’ ἐφοβήθη
ναυσιπόρος στρατιά.
Σοὶ δ’, ὑποπτεύων τὸ μέλλον,
[50] ἤλυθον ἄγγελος, ὡς
μήποτ’ ἐς ἐμέ τινα μέμψιν εἴπῃς.
Ἕκτωρ
Ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον·
ἅνδρες γὰρ ἐκ γῆς τῆσδε ν
υκτέρῳ πλάτῃ
λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν
[55] μέλλουσι· σαίνει μ’ ἔννυχος φρυκτωρία.
Ὦ δαῖμον, ὅστις μ’ εὐτυχοῦντ’ ἐνόσφισας
θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν
σύρδην ἅπαντα τῷδ’ ἀναλῶσαι δορί.
Εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίου
[60] λαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ,
πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν
κτείνων Ἀχαιοὺς τῇδε πολυφόνῳ χερί.
Κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυ
ἐν νυκτὶ χρῆσθαί τ’ εὐτυχεῖ ῥύμῃ θεοῦ·
[65] ἀλλ’ οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες
μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος
κἄπειτ’ Ἀχαιῶν μηδέν’ ἐν χέρσῳ λιπεῖν.
Οἳ δ’ οὐ μένουσι τῶν ἐμῶν θυοσκόων
βουλάς· ἐν ὄρφνῃ δραπέτης μέγα σθένει.
[70] Ἀλλ’ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ
τεύχη πρόχειρα λαμβάνειν λῆξαί θ’ ὕπνου,
ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπι
νῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ,
οἳ δ’ ἐν βρόχοισι δέσμιοι λελημμένοι
[75] Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν.
Χορός
[76] Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον·
ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς.
Ἕκτωρ
Τίς γὰρ πύρ’ αἴθειν πρόφασις Ἀργείων στρατόν;
Χορός
Οὐκ οἶδ’· ὕποπτον δ’ ἐστὶ κάρτ’ ἐμῇ φρενί.
Ἕκτωρ
[80] Πάντ’ ἂν φοβηθεὶς ἴσθι, δειμαίνων τόδε.
Χορός
Οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς.
Ἕκτωρ
Οὐδ’ ὧδέ γ’ αἰσχρῶς ἔπεσον ἐν τροπῇ δορός.