Delphi Complete Works of Dio Chrysostom
Page 90
μύθων τε ῥητῆρ᾽ ἔμεναι πρηκτῆρά τε ἔργων.)
[20] τῶν τε ἄλλων τοὺς ἀρίστους καὶ βασιλικωτάτους ἐποίησεν ἐσπουδακότας οὐχ ἧττον περὶ τὴν τοιαύτην δύναμιν, τόν τε Διομήδηνκαὶ Ὀδυσσέα καὶ Νέστορα, τοῦτον μὲν ὑπερβάλλοντα τῇ τε συνέσει καὶ τῇ πειθοῖ. φησὶ γοῦν ἐν ἀρχῇ τῆς ποιήσεως,
τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή:
[21] ὥστε καὶ τὸν Ἀγαμέμνονα εὔχεσθαι δέκα γέροντας αὐτῷ τοιούτους εἶναι μᾶλλον συμβούλους ἢ νεανίσκους οἷος ὅ τ᾽ Αἴας καὶ ὁ Ἀχιλλεύς,ὡς θᾶττον ἂν ἁλούσης τῆς Τροίας. καὶ μὴν τὸ μέγεθος τῆς περὶ τοὺς λόγους χρείας ἐδήλωσεν ἐν ἑτέρῳ. [22] τῶν γὰρ Ἑλλήνων διὰ τὸ μῆκος τοῦ πολέμου καὶ τὴν χαλεπότητα τῆς πολιορκίας, ἔτι δὲ οἶμαι διὰ τὴν ἐπιλαβοῦσαν νόσον καὶ τὴν στάσιν τῶν βασιλέων [p. 21] τοῦ τε Ἀγαμέμνονος καὶ τοῦ Ἀχιλλέως, ἀπειρηκότων ἤδη πρὸς τὴν στρατείαν, πρὸς δὲ αὖ τούτοις δημαγωγοῦ τινος ἐπαναστάντος αὐτοῖς καὶ ταράξαντος τὴν ἐκκλησίαν, τὸ πλῆθος ὥρμησεν ἐπὶ τὰς ναῦς, καὶ παραχρῆμα ἐμβάντες ἐβούλοντο φεύγειν, οὐδενὸς δυναμένου κατασχεῖν, οὐδὲ τοῦ Ἀγαμέμνονος ἔχοντος ὅ τι χρήσεται τοῖς παροῦσι παροῦσι πράγμασιν. [23] οὐκοῦν ἐνταῦθα μόνος αὐτοὺς ἐδυνήθη μετακαλέσαι καὶ μεταβαλεῖν Ὀδυσσεύς, καὶ τέλος ἔπεισε δημηγορῶν μετὰ τοῦ Νέστορος μένειν. ὥστε τοῦτο μὲν τὸ ἔργον φανερῶς τῶν ῥητόρων ἐγένετο. πολλὰ δ᾽ ἄν τις ἐπιδείξειε καὶ ἕτερα. [24] φαίνεται δ᾽ οὐ μόνον Ὅμηρος, ἀλλὰ καὶ Ἡσίοδος οὕτω φρονῶν, ὡς φιλοσοφίας τε ἅμα καὶ ῥητορικῆς τῆς ἀληθοῦς τῷ βασιλεῖ προσῆκον; ἐν οἶς φησι περὶ Καλλιόπης,
ἢ γὰρ καὶ βασιλεῦσιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ,
ὅντινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο
γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων.
[25] ἔπη μὲν οὖν ποιεῖν, ὦ πάτερ, ἤ λόγους πεζοὺς συγγράφειν, ὁποίας σὺ τὰς ἐπιστολάς, ἀφ᾽ ὧν σφόδρα σέ φασιν εὐδοκιμεῖν, οὐ πάντως ἀναγκαῖον τοῖς βασιλεῦσιν, εἰ μή γε νέοις οὖσιν ἔτι καὶ σχολὴν ἄγουσιν, ὥσπερ καὶ σὲ λέγουσιν ἐν Θήβαις διαπονῆσαι τὰ περὶ τοὺς λόγους: [26] οὐδ᾽ αὖ φιλοσοφίας ἅπτεσθαι πρὸς τὸ ἀκριβέστατον, ἀπλάστως δὲ καὶ ἁπλῶς ἐνδεικνύμενον αὐτοῖς τοῖς ἔργοις φιλάνθρωπον ἦθος καὶ πρᾷον καὶ δίκαιον, ἔτι δὲ ὑψηλὸν καὶ ἀνδρεῖον, καὶ μάλιστα δὴ χαίροντα εὐεργεσίαις, ὅπερ ἐστὶν ἐγγυτάτω τῆς τῶν θεῶν φύσεως: τῶν γε μὴν λόγων ἡδέως ἀκούοντα τῶν ἐκ φιλοσοφίας, ὁπόταν καιρός, ἅτε οὐκ ἐναντίων φαινομένων, [27] ἀλλὰ συμφώνων τοῖς αὑτοῦ τρόποις: τέρπεσθαι δὲ ποιήσει καὶ προσέχειν τὸν νοῦν οὐχ ἁπάσῃ, τῇ δὲ καλλίστῃ καὶ μεγαλοπρεπεστάτῃ, συμβουλεύσαιμ᾽ ἂν τῷ γενναίῳ καὶ βασιλικῷ τὴν ψυχήν, οἵαν μόνην ἴσμεν τὴν Ὁμήρου καὶ τῶν Ἡσιόδου τὰ τοιαῦτα, καὶ [p. 22] [28] εἴ τις ἄλλο τι λέγει χρηστόν. οὐδὲ γὰρ μουσικήν, ἔφη, πᾶσαν μανθάνειν ἐθέλοιμ᾽ ἄν, ἀλλὰ κιθάρᾳ μόνον ἢ λύρᾳ χρῆσθαι πρὸς θεῶν ὕμνους καὶ θεραπείας, ἔτι δὲ οἶμαι τῶν ἀγαθῶν ἀνδρῶν τοὺς ἐπαίνους: οὐδέ γε ᾄδειν τὰ Σαπφοῦς ἢ Ἀνακρέοντος ἐρωτικὰ μέλη πρέπον ἂν εἴη τοῖς βασιλεῦσιν, ἀλλ᾽, εἴπερ ἄρα, τῶν Στησιχόρου [29] μελῶν ἢ Πινδάρου, ἐὰν ᾖ τις ἀνάγκη. τυχὸν δὲ καὶ πρὸς τοῦτο ἱκανὸς Ὅμηρος. ἦ γάρ, εἶπεν ὁ Φίλιππος, πρὸς κιθάραν ἢ λύραν συμφωνῆσαί τινά σοι δοκεῖ ἂν τῶν Ὁμήρου; καὶ ὁ Ἀλέξανδρος γοργὸν ἐμβλέψας ὥσπερ λέων, Ἐγὼ μέν, εἶπεν, ὦ πάτερ, οἶμαι πρέπειν πολλὰ τῶν Ὁμήρου ἐπῶν πρὸς σάλπιγγα ᾄδεσθαι,μὰ Δί᾽ οὐ τὴν ἀνακαλοῦσαν, ἀλλὰ τὴν ἐποτρύνουσαν καὶ παρακελευομένην, οὐχ ὑπὸ γυναικείου χοροῦ λεγόμενα ἢ παρθένων, ἀλλ᾽ ὑπὸ φάλαγγος ἐνόπλου, πολὺ μᾶλλον ἢ τὰ Τυρταίου παρὰ τοῖς Λάκωσιν. [30] ἐνταῦθα ἐπῄνεσεν ὡς καλῶς αὐτὸν εἰπόντα ὁ Φίλιππος καὶ ἀξίως τοῦ ποιητοῦ. οὐκοῦν, ἦ δ᾽ ὅς, καὶ τοῦτο, οὗπερ νῦνἐμνήσθημεν, Ὅμηρος ἐπιδείκνυσιν. τὸν γοῦν Ἀχιλλέα πεποίηκεν ὑστερίζοντα ἐν τῷ στρατοπέδῳ τῶν Ἀχαιῶν οὐκ ἔκλυτα οὐδὲ ἐρωτικὰ μέλη ᾄδοντα: καίτοι φησί γε ἐρᾶν αὐτὸν τῆς Βρισηίδος: ἀλλὰ κιθάρᾳ μὲν χρῆσθαι, μὰ Δί᾽ οὐκ ὠνησάμενον οὐδὲ οἴκοθεν ἄγοντα παρὰ τοῦ πατρός, ἀλλὰ ἐκ τῶν λαφύρων ἐξελόμενον, ὅτε εἷλετὰς Θήβας καὶ τὸν Ἠετίωνα ἀπέκτεινε τὸν τοῦ Έκτορος κηδεστήν. [31] τῇ ὅγε, φησί, θυμὸν ἔτερπεν: ἄειδε δ᾽ ἄρα κλέα ἀνδρῶν, ὡς οὐδέποτε ἐκλανθάνεσθαι δέον τῆς ἀρετῆς οὐδὲ τῶν εὐκλεῶν πράξεων, οὔτε πίνοντα οὔτε ᾄδοντα, τὸν γενναῖον ἄνδρα καὶ βασιλικὸν, ἀλλ᾽ ἀεὶ διατελεῖν ἢ πράττοντα αὐτὸν μέγα τι καὶ θαυμαστὸν ἢ μεμνημένον [32] τῶν ὁμοίων. ταῦτα δὲ ἔλεγε πρὸς τὸν πατέρα, ἐπιδεικνύμενος τὴν αὑτοῦ διάνοιαν. καὶ γὰρ δὴ ἐτύγχανε τὸν μὲν Ὅμηρον ἀγαπῶν, τὸν Ἀχιλλέα δὲ οὐ μόνον ἐθαύμαζεν, ἀλλὰ καὶ ἐζηλοτύπει τῆς Ὁμήρου ποιήσεως, ὥσπερ οἱ καλοὶ παῖδες ζηλοτυποῦσι τοὺς καλοὺς ἐνίοτε, [p. 23] κρειττόνων ἐραστῶν τυγχάνοντας. τὸν δὲ Ἀγαμέμνονα οὐκ ἐμακάριζεν: [33] ἤλπιζε γὰρ πολὺ πλειόνων ἄρξειν αὐτὸς ἢ ὁπόσων ἐκεῖνος. τῶν δὲ ἄλλων ποιητῶν οὐ σφόδρα ἐφρόντιζε. Στησιχόρου δὲ καὶ Πινδάρου ἐπεμνήσθη, τοῦ μὲν ὅτι μιμητὴς Ὁμήρου γενέσθαι δοκεῖ καὶ τὴν ἅλωσιν οὐκ ἀναξίως ἐποίησε τῆς Τροίας, τοῦ δὲ Πινδάρου διά τε τὴν λαμπρότητα τῆ�
� φύσεως καὶ ὅτι τὸν πρόγονον αὐτοῦ καὶ ὁμώνυμον ἐπῄνεσεν Ἀλέξανδρον τὸν φιλέλληνα ἐπικληθέντα ποιήσας εἰς αὐτόν,
ὀλβίων ἐπώνυμε Δαρδανιδᾶν.
διὰ τοῦτο γὰρ καὶ Θήβας ὕστερον πορθῶν μόνην κατέλιπε τὴν οἰκίαν τὴν ἐκείνου κελεύσας ἐπιγράψαι, Πινδάρου τοῦ μουσοποιοῦ τὴν στέγην μὴ κάετε. ἦπου πολλὴν ἠπίστατο χάριν τοῖς αὑτὸν ἐγκωμιάζουσι μὴ φαύλως, οὕτως ἄγαν φιλότιμος ὤν. [34] τί δέ; εἶπεν ὁ Φίλιππος, ὦ παῖ, πάνυ γὰρ ἡδέως ἀκούω σου τὰ τοιαῦτα λέγοντος, οὐδὲ οἴκησιν ἀξιοῖς κατεσκευάσθαι τὸν βασιλέα πρὸς ἡδονὴν κεκοσμημένην χρυσῷ καὶ ἠλέκτρῳ καὶ ἐλέφαντι τοῖς πολυτίμοις; οὐδαμῶς, εἶπεν, ὦ πάτερ, πολὺ δὲ μᾶλλον σκύλοις τε καὶ ὅπλοις πολεμίων ἀνδρῶν: καὶ τά γε ἱερὰ τοιούτοις κόσμοις ἱλάσκεσθαι καθάπερ ὁ Ἕκτωρ ἠξίου, προκαλούμενος τὸν ἄριστον τῶν Ἀχαιῶν: ὅτι κρατήσας τὸ μὲν σῶμα ἀποδώσει τοῖς συμμάχοις, τὰ δὲ ὅπλα, ἔφη, σκυλεύσω,
καὶ κρεμόω ποτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο.
[35] τῷ παντὶ γὰρ κρείττων οὗτος κόσμος τῶν ἱερῶν ἢ σμαράγδων καὶ σαρδίων καὶ ὀνύχων, οἷος ἦν ὁ Σαρδαναπάλου περὶ Νίνον. οὐ γὰρ βασιλέως τὰ τοιαῦτα φιλοτιμήματα οὐδαμῶς, ἀλλ᾽ ἀνοήτου [36] μὲν παίγνια κόρης, ἀκολάστου δὲ γυναικός. οὔκουν οὐδὲ Ἀθηναίους οὕτως, ἔφη, ζηλῶ τῆς δαπάνης καὶ πολυτελείας τῆς περὶ τὴν πόλιν καὶ τὰ ἱερὰ ὅσον τῶν ἔργων ἃ ἔπραξαν οἱ πρότερον: τὸν γὰρ ἀκινάκην τὸν Μαρδονίου πολὺ σεμνότερον καὶ κρεῖττον ἀνάθημα ἔχουσιν καὶ τὰς Λακώνων ἀσπίδας τῶν ἐν Πύλῳ ποτὲ [p. 24] ἁλόντων ἢ τὰ προπύλαια τῆς ἀκροπόλεως καὶ τὸ Ὀλύμπιον ἀπὸ πλειόνων ἢ μυρίων ταλάντων. [37] οὐκοῦν, Οὐκοῦν, ἦ δ᾽ ὃς ὁ Φίλιππος, ἐνταῦθα τὸν Ὅμηρον οὐκ ἂν ἔχοις ἐπαινεῖν. τὰ γὰρ τοῦ Ἀλκίνου βασίλεια, ἀνδρὸς Ἕλληνος καὶ νησιώτου, διεκόσμησεν οὐ μόνον κήποις καὶ φυτοῖς καὶ ὕδασιν, ὡς ἥδιστα ἐνοικεῖν, ἀλλὰ καὶ ἀγάλμασιχρυσοῖς. ἔτι δὲ μᾶλλον τὴν τοῦ Μενελάου οἴκησιν, καὶ ταῦτα ἀπὸ στρατείας ἥκοντος, ἆρ᾽ οὐ Περσικήν τινα καὶ Μηδικὴν ἐξηγεῖται, σχεδόν τε οὐ πολὺ ἀποδέουσαν Σεμιράμιδος ἢ Δαρείου τε καὶ Ξέρξου τῶν βασιλείων; [38] φησὶ γοῦν,
ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
δῶμα καθ᾽ ὑψερεφὲς Μενελάου κυδαλίμοιο
χρυσοῦ τ᾽ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ᾽ ἐλέφαντος.
[39] τοῖς γὰρ Τρωικοῖς σκύλοις ἐχρῆν μᾶλλον λάμπειν αὐτὸ ἢ τούτοις κατά γε τὴν σὴν διάνοιαν. καὶ ὁ Ἀλέξανδρος ἐπισχών, Οὐκ ἔγωγε, εἶπε, τὸν Ὅμηρον ἐάσειν μοι δοκῶ ἀναπολόγητον: ἴσως γὰρ πρὸστὸν τοῦ Μενελάου τρόπον ἐποίησε τὰ βασίλεια, ὅν φησι μόνον εἶναι τῶν Ἀχαιῶν μαλθακὸν αἰχμητήν. [40] σχεδὸν γὰρ οὖν ἔοικεν οὐδὲ τῶν ἄλλων οὐδὲν μάτην ὁ ποιητὴς οὗτος λέγειν, ἀλλὰ καὶ στολὴν καὶ οἴκησιν καὶ δίαιταν πρὸς τὸ τῶν ἀνθρώπων ἦθος πολλάκις ἀπεικάζει. διὰ τοῦτο τὰ μὲν ἐν Φαίαξι βασίλεια ἐκόσμησεν [41] ἄλσεσί τε καὶ ὀπώραις δι᾽ ἔτους καὶ κρήναις ἀενάοις, ἔτι δὲ μᾶλλον τὸ τῆς Καλυψοῦς, ἅτε ὡραίας καὶ φιλανθρώπου θεᾶς, ἐν νήσῳ καθ᾽ αὑτὴν ἀπῳκισμένης: τοῦτο μὲν γὰρ εὐώδη διαφερόντως φησὶ τὴν νῆσον τῶν ἡδίστων ἐν αὐτῇ καιομένων θυμιαμάτων, τοῦτο δὲ σύσκιον δένδροις εὐθαλέσι, κύκλῳ δὲ περὶ τὸ σπήλαιον ἄμπελονπεριήκουσαν ὡραίαν, βότρυσι βριθομένην, ἔμπροσθεν δὲ λειμῶνας ἁπαλοὺς ἀναμὶξ σελίνων τε καὶ ἑτέρων, ἐν δὲ τῷ μέσῳ κρήνας τέτταρας [p. 25] λαμπροῦ καὶ διαφανοῦς ὕδατος πάντοσε ἀπορρέοντος, ἅτε οὐκ ὄντος ἑτεροκλινοῦς οὐδὲ ἀνίσου τοῦ χωρίου. πάντα γὰρ ταῦτα ὑπερφυῶς ἐρωτικὰ καὶ ἡδέα, κατὰ τὸν τρόπον οἶμαι τῆς θεᾶς. [42] τὴν δέ γε τοῦ Μενελάου πολυχρήματον καὶ πολύχρυσον αὐλήν, καθάπερ οἶμαι τῶν Ἀσιαγενῶν τινος βασιλέων. καὶ γὰρ οὗτος ἦν οὐ μακρὰν τοῦ τε Ταντάλου καὶ Πέλοπος, ὅθεν οἶμαι καὶ τὸν χορὸν Εὐριπίδης εἰς τοῦτο αἰνιττόμενον πεποίηκεν ἐν τῇ προσόδῳ τοῦ βασιλέως,
Μενέλαος δὲ
πολὺ δ᾽ ἁβροσύνῃ δῆλος ὁρᾶσθαι
τοῦ Τανταλιδᾶν ἐξ αἵματος ὤν.
[43] οὐ μὴν τήν γε τοῦ Ὀδυσσέως οἴκησιν οὐδαμῶς τούτοις ὁμοίαν, ἀλλ᾽ ὡς ἂν ἀσφαλοῦς ἀνδρὸς πεποίηκε πρὸς αὐτὸ τοῦτο παρεσκευασμένην. λέγει γὰρ οὕτως:
ἐξ ἑτέρων ἕτερ᾽ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ
τοίχῳ καὶ θριγκοῖσι: θύραι δ᾽ εὐεργέες εἰσὶ
δίκλιδες: οὐκ ἂν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
[44] δεῖ δὲ τοῦ ποιητοῦ τὰ μὲν ὡς συμβουλεύοντος καὶ παραινοῦντος ἀποδέχεσθαι, τὰ δὲ ὡς ἐξηγουμένου μόνον, πολλὰ δὲ ὡς ὀνειδίζοντος καὶ καταγελῶντος. ἔοικέ γε μὴν καὶ τὰ περὶ κοίτην καὶ τὴν καθ᾽ ἡμέραν δίαιταν ἱκανὸς εἶναι παιδεύειν Ὅμηρος ἡρωικήν τινα καὶ βασιλικὴν τῷ ὄντι παίδευσιν, ὡς τὰς Λακωνικὰς ἑστιάσεις τῶν φιλιτίων δείπνων μαθόντα παρ᾽ ἐκείνου Λυκοῦργον νομοθετῆσαι τοῖς Σπαρτιάταις. [45] ἐπεί τοι καί φασιν αὐτὸν ἐπαινέτην Ὁμήρου γενέσθαι, καὶ πρῶτον ἀπὸ Κρήτης ἢ τῆς Ἰωνίας κομίσαι τὴν ποίησιν εἰς τὴν Ἑλλάδα. τὸν γοῦν Διομήδην πάνυ στερεῶς κατέκλινεν ἐπὶ βύρσης ἀγραύλου βοός, κύκλῳ περιστήσας τὰ δόρατα ὀρθὰ ἐπὶ σαυρωτῆρος, οὐ κόσμου χάριν, ἀλλ᾽ ἕτοιμα [p. 26] λαβεῖν: εὐωχεῖ γε μὴν ἀπὸ κρεῶν τοὺς ἥρωας, καὶ �
�ούτων βοείων, [46] δῆλον ὅτι ἰσχύος, οὐχ ἡδονῆς ἕνεκεν. τὸν γοῦν Ἀγαμέμνονα τὸν ξυμπάντων βασιλέα καὶ πλουσιώτατον βοῦν ἀεί φησι θύειν, καὶ ἐπὶ τοῦτον καλεῖν τοὺς ἀρίστους. καὶ τὸν Αἴαντα μετά τὴν νίκην φιλοφρονεῖται τοῖς νώτοις τοῦ βοός. [47] ἰχθύων δὲ οὐδέποτε γευομένουσαὐτοὺς ἐποίησεν, καὶ ταῦτα ἐπὶ θαλάττῃ στρατοπεδεύοντας, καίτοι τὸν Ἑλλήσποντον, ὥσπερ ἐστίν, ἰχθυόεντα ἑκάστοτε καλῶν: πάνυ γὰρ ὀρθῶς αὐτὸ τοῦτο ἀπεμνημόνευσεν ὁ Πλάτων: ἀλλ᾽ οὐδὲ τοὺς μνηστῆρας ἰχθύσιν ἑστιᾷ, σφόδρα ἀσελγεῖς καὶ τρυφεροὺς ὄντας, καὶ ταῦτα ἐν Ἰθάκῃ ἑστιωμένους. [48] ὅτι γε μὴν οὐκ ἄλλωσδιέξεισι ταῦτα, φανερῶς αὐτὸς ἀποφαίνεται ποίαν τινὰ δεῖ τὴν τροφὴν εἶναι καὶ πρὸς τί γιγνομένην. ἣν γὰρ ἂν θέλῃ ἐπαινέσαι, μενοεικέα δαῖτά φησιν, τὴν οἵαν τε παρέχειν μένος, τουτέστιν ἰσχύν. ταῦτα δὲ λέγει διδάσκων καὶ παραινῶν ὡς δεῖ καὶ τραπέζης ἐπιμελεῖσθαι τοὺς ἀγαθούς, ἐπεὶ τροφῆς γε παντοίας καὶ πολυτελείασοὐκ ἐτύγχανεν ἄπειρος ὤν, ὥστε τοὺς περὶ ταῦτα νῦν ἐπτοημένους Πέρσας καὶ Σύρους καὶ τῶν Ἑλλήνων Ἰταλιώτας καὶ Ἴωνας μηδὲ ἐγγὺς ἐφικνεῖσθαι τῆς παρ᾽ Ὁμήρῳ χορηγίας καὶ ἁβρότητος. [49] τί δέ, εἶπεν ὁ Φίλιππος, οὐ δίδωσιν ἐσθῆτα ὡς οἷόν τε καλλίστην τοῖς ἥρωσι; νὴ Δία γε, ἦ δ᾽ ὃς ὁ Ἀλέξανδρος, οὐ μέντοι γυναικείανοὐδὲ ποικίλην, ἀλλὰ πορφύρᾳ μόνον ἐκόσμησε τὸν Ἀγαμέμνονα, καὶ τὸν Ὀδυσσέα δὲ μιᾷ χλαίνῃ τῇ οἴκοθεν. οὐδὲ γὰρ οἴεται δεῖν Ὅμηρος τὸν ἡγεμόνα φαίνεσθαι ταπεινὸν οὐδὲ τοῖς πολλοῖς καὶ ἰδιώταις ὅμοιον, ἀλλὰ καὶ στολῇ καὶ ὁπλίσει διαφέρειν παρὰ τοὺς ἄλλους ἐπὶ τὸ μεῖζον καὶ σεμνότερον, οὐ μὴν τρυφῶντά γε [50] οὐδὲ σπουδάζοντα. τὸν γοῦν Κᾶρα τὸν χρυσῷ καλλωπιζόμενον εἰς τὸν πόλεμον μάλα ὑβριστικῶς ἐλοιδόρησεν, εἰπών, [p. 27]