Delphi Complete Works of Dio Chrysostom
Page 91
ὃς καὶ χρυσὸν ἔχων πόλεμόνδ᾽ ἴεν ἠύτε κούρη
νήπιος, οὐδ᾽ ἄρα οἱ τό γ᾽ ἐπήρκεσε λυγρὸν ὄλεθρον
ἀλλ᾽ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
ἐν ποταμῷ: χρυσὸν δ᾽ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων:
[51] καταγελῶν αὐτοῦ τῆς τρυφῆς ἅμα καὶ τῆς ἀφροσύνης, ὅτι τοῖς πολεμίοις ἆθλα ἐκόμιζε τοῦ θανάτου σχεδόν. οὔκουν φαίνεται χρυσοφορίας ἐπαινῶν ὁ Ὅμηρος, καὶ ταῦτα εἰς πόλεμον, ψελίων τε καὶ στρεπτῶν, ἔτι δὲ χρυσῶν φαλάρων καὶ χαλινῶν, ὁποῖα τοὺς Πέρσας φασὶν ἐπιτηδεύειν: οὐ γὰρ ἔχουσιν ἐπιτιμητὴν Ὅμηρον τῶν πολεμικῶν. [52] ἐκ δὲ τούτων τῶν ἐπιτηδευμάτων τούς τε ἄρχοντας πεποίηκεν. ἀγαθοὺς καὶ τὸ πλῆθος εὔτακτον. προΐασι γοῦν αὐτῷ σιγῇ, ῾δειδιότες σημάντορασ᾽, οἱ δὲ βάρβαροι μετὰ πολλοῦ θορύβου καὶ ἀταξίας, ταῖς γεράνοις ὁμοίως: ὡς τοῦτο μάλιστα σωτήριον ὂν καὶ νικηφόρον ἐν τοῖς κινδύνοις, τὸ μὴ ἀδεεῖς εἶναι τῶν ἡγεμόνων τοὺς στρατιώτας. ὅσοι δ᾽ ἂν ὦσιν ἄφοβοι τῶν σφετέρων ἀρχόντων, οὗτοι τάχιστα ἂν φοβοῖντο τοὺς πολεμίους. [53] καὶ μέντοι καὶ νικῶντας τοὺς Ἀχαιοὺς καθ᾽ ἡσυχίαν φησὶ στρατοπεδεύειν: παρὰ δὲ τοῖς Τρωσὶν ἐπειδή τι πλεονεκτεῖν ἔδοξαν, εὐθὺς εἶναι δι᾽ ὅλης τῆς νυκτὸς
αὐλῶν συρίγγων τ᾽ ἐνοπὴν ὅμαδόν τ᾽ ἀνθρώπων:
ὡς καὶ τοῦτο ἱκανὸν ὂν σημεῖον ἀρετῆς ἢ κακίας, οἵτινες ἂν ἐγκρατῶς τὰς εὐτυχίας ἢ τοὐναντίον μεθ᾽ ὕβρεως φέρωσιν. [54] ἐμοὶ μὲν οὖν, ὦ πάτερ, ἱκανώτατος σωφρονιστὴς Ὅμηρος καὶ ὁ τούτῳ πειρώμενος τὸν νοῦν προσέχειν εὐτυχέστατός τε καὶ ἄριστος βασιλεύς. αὐτὸς γὰρ σαφῶς ὑποτίθεται δύο τὰς βασιλικωτάτας ἀρετὰς τήν τε ἀνδρείαν καὶ δικαιοσύνην, ὅπου φησίν,
ἀμφότερον, βασιλεύς τ᾽ ἀγαθὸς κρατερός τ᾽ αἰχμητής,
[55] ὡς τῶν ἄλλων ταύταις συνεπομένων. οὐ μέντοι μόνον αὐτὸν οἶμαι [p. 28] δεῖν διαφέρειν τὸν βασιλέα πρὸς τὸ ἀνδρεῖον καὶ σεμνόν, ἀλλὰ μηδὲ τῶν ἄλλων ἀκούειν μήτ᾽ αὐλούντων μήτε κιθαριζόντων μήτε ᾀδόντων ἀνειμένα μέλη καὶ τρυφερά, μηδὲ αὖ λόγων διεφθορότων κακοὺς ζήλους παραδέχεσθαι, πρὸς ἡδονὴν τῶν ἀμαθεστάτων γεγονότας, [56] ἀλλὰ πάντα τὰ τοιαῦτα πρῶτον μὲν καὶ μάλιστα ἐκβαλεῖνὡς πορρωτάτω καὶ ἀποπέμψαι τῆς αὑτοῦ ψυχῆς, ἔπειτα τῆς βασιλευούσης πόλεως, γέλωτάς τε ἀκράτους καὶ τοιούτου γέλωτος ποιητὰς μετὰ σκωμμάτων, ἐμμέτρου τε καὶ ἀμέτρου, ὀρχήσεις τε πρὸς τούτοις καταλύειν ἀσελγεῖς καὶ σχήματα ἑταιρικὰ γυναικῶν ἐν ὀρχήσεσιν ἀκολάστοις, αὐλημάτων τε ὀξεῖς καὶ παρανόμουσῥυθμοὺς καὶ κατεαγότα μέλη ἀμούσοις καμπαῖς καὶ πολυφώνων ὀργάνων ποικιλίας. [57] μόνην δὲ ᾠδὴν μὲν ᾄσεται καὶ παραδέξεται τὴν τῷ Ἐνυαλίῳ πρέπουσαν μάλα ἰσχυρὰν καὶ διάτορον, οὐχ ἡδονὴν οὐδὲ ῥᾳθυμίαν φέρουσαν τοῖς ἀκούουσιν, ἀλλ᾽ ἀμήχανον φόβον καὶ θόρυβον, οἷον ὅ τε Ἄρης αὐτὸς ἤγειρεν,
ὀξὺ κατ᾽ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,
ὅ τε Ἀχιλλεὺς ὅτε φθεγξάμενος μόνον, πρὶν ὀφθῆναι, τροπὴν ἐποίησε τῶν Τρώων, καὶ δώδεκα ἀνδράσιν αἴτιος ὑπῆρξεν ὀλέθρου περὶ τοῖς αὐτῶν ἅρμασι καὶ ὅπλοις: [58] καὶ τὴν ἐπὶ ταύτῃ ποιηθεῖσαν ὑπὸ τῶν Μουσῶν τὴν ἐπινίκιον, οἷον ἐκέλευεν Ἀχιλλεὺς, τοῖσἈχαιοῖς τὸν παιᾶνα λέγειν ἅμα τῇ τοῦ Ἕκτορος ἀγωγῇ πρὸς τὰς ναῦς αὐτὸς ἐξάρχων,
νῦν δ᾽ ἄγ᾽ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
νηυσὶν ἐπὶ γλαφυρῇσι νεώμεθα, τόνδε δ᾽ ἄγωμεν.
ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον,
ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.
[59] ἔτι δὲ οἶμαι τὴν παρακλητικήν, οἵα ἡ τῶν Λακωνικῶν ἐμβατηρίων, μάλα πρέπουσα τῇ Λυκούργου πολιτείᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ἐκείνοις: [p. 29]
ἄγετ᾽, ὦ Σπάρτας εὐάνδρου
κοῦροι πατέρων πολιητᾶν,
λαιᾷ μὲν ἴτυν προβάλεσθε,
δόρυ δ᾽ εὐτόλμως πάλλοντες,
...
μὴ φειδόμενοι τᾶς ζωᾶς:
οὐ γὰρ πάτριον τᾷ Σπάρτᾳ.
[60] χορεύματα δὲ καὶ χοροὺς ἀνάλογον τούτοις οὐ σφαλλομένους οὐδὲ ἀκρατεῖς, ἀλλὰ ὡς οἷόν τε ἰσχυροὺς καὶ σώφρονας ἐπάγειν ἐν καθεστῶτι ῥυθμῷ: ὄρχησίν γε μὴν τὴν ἐνόπλιον, τὴν γιγνομένην τοῖς θεοῖς ἀπαρχὴν ἅμα καὶ μελέτην τῶν πολεμικῶν, ἧς φησιν ὁ ποιητὴς καὶ τὸν Μηριόνην ἔμπειρον εἶναι: τῶν γὰρ Τρώων τινὰ πεποίηκε λέγοντα,
Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σ᾽ ἔβαλόν περ.
[61] ἢ σὺ οἴει ἄλλην τινὰ λέγειν ἐπίστασθαι τὸν τοῦ Μόλου υἱόν, ἀριθμούμενον ἐν τοῖς ἀρίστοις τῶν Ἀχαιῶν, ἢ τὴν ἐνόπλιον, τὴν Κουρητικήν, ἥπερ ἦν ἐπιχώριος τοῖς Κρησίν, τὴν ὀξεῖαν καὶ ἐλαφρὰν κίνησιν πρὸς τὸ διακλῖναι καὶ φυλάξασθαι ῥᾳδίως τὸ βέλος; [62] τούτοις γε μὴν ξυνέπεται μηδὲ εὐχὰς εὔχεσθαι τὸν βασιλέα τοῖς ἄλλοις ὁμοίας μηδὲ αὖ τοὺς θεοὺς καλεῖν οὕτως εὐχόμενον ὥσπερ ὁ Ἰώνων ποιητὴς Ἀνακρέων,
ὦναξ, ᾧ δαμάλης Ἔρως
καὶ Νύμφαι κυανώπιδες
πορφυρέη τ᾽ Ἀφροδίτη
συμπαίζουσιν, ἐπιστρέφεαι δ᾽
ὑψηλὰς ὀρέων κορυφάς,
γουνοῦμαί σε, σὺ δ᾽ εὐμενὴς [p. 30]
&nb
sp; ἔλθοις μοι, κεχαρισμένης δ᾽
εὐχωλῆς ἐπακούειν:
Κλευβούλῳ δ᾽ ἀγαθὸς γενεῦ
σύμβουλος, τὸν ἐμὸν δ᾽ ἔρωτ᾽,
ὦ Δεύνυσε, δέχεσθαι.
Anacr. fr. 2 [63] ἢ νὴ Δία τὰς τῶν Ἀττικῶν σκολιῶν τε καὶ ἐποινίων εὐχάς, οὐ βασιλεῦσι πρεπούσας, ἀλλὰ δημόταις καὶ φράτορσιν ἱλαροῖς καὶ σφόδρα ἀνειμένοις, ῾β. π. λ. ιιι π. 649᾿
εἴθε λύρα καλὴ γενοίμαν ἐλεφαντίνη,
καὶ με καλοὶ παῖδες φορέοιεν Διονύσιον ἐς χορόν.
εἴθ᾽ ἄπυρον καλὸν γενοίμαν μέγα χρυσίον,
καί με γυνὴ καλὴ φοροίη.
[64] πολὺ δὲ μᾶλλον ὡς Ὅμηρος πεποίηκεν εὐχόμενον τὸν βασιλέα τῶν πάντων Ἑλλήνων,
Ζεῦ κύδιστε, μέγιστε, κελαινεφές, αἰθέρι ναίων,
μὴ πρὶν ἐπ᾽ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν,
πρίν με καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηίοιο θύρετρα:
Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι,
χαλκῷ ῥωγαλέον, πολέες δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι
πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
[65] πολλὰ δὲ καὶ ἄλλα ἔχοι τις ἂν εἰπεῖν παρ᾽ Ὁμήρῳ παιδεύματα καὶ διδάγματα ἀνδρεῖα καὶ βασιλικά, ὑπὲρ ὧν ἴσως μακρότερον τοῦ νῦν ἐπεξιέναι. πλὴν ὅτι γε τὴν αὑτοῦ γνώμην ἅπασαν ἀποδείκνυται σαφῶς, ὅτι πάντων ἄριστον οἴεται δεῖν τὸν βασιλέα εἶναι,μάλιστα δὲ ἐπὶ τοῦ Ἀγαμέμνονος, ὅτε τὸ πρῶτον παρατάττει τὴν στρατιὰν καὶ τοὺς ἡγεμόνας σύμπαντας καταλέγει καὶ τὸ πλῆθος τῶν νεῶν. [66] ἐκεῖ γὰρ οὐδὲ ἅμιλλαν τῶν ἄλλων οὐδενὶ καταλέλοιπεν ἡρώων πρὸς αὐτόν, ἀλλ᾽ ὅσον ταῦρος ἀγέλης ὑπερφέρει κατὰ ῥώμην καὶ μέγεθος, τοσοῦτον διαφέρειν φησὶ τὸν βασιλέα, οὕτως λέγων:[p. 31]
ἠύτε βοῦς ἀγέληφι μέγ᾽ ἔξοχος ἔπλετο πάντων
ταῦρος: ὁ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι:
τοῖον ἄρ᾽ Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳ,
ἐκπρεπέ᾽ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.
[67] τοῦτο δὲ οὐχ ἁπλῶς εἴρηκεν, ἐμοὶ δοκεῖν, τὴν ἰσχὺν αὐτοῦ μόνον ἐπαινῶν καὶ ἐπιδεῖξαι βουλόμενος: οὕτω μὲν γὰρ δὴ καὶ λέοντι παραβαλὼν καλῶς ἂν αὐτὸν ἐδόκει ἀφομοιῶσαι: τὸ δὲ ἥμερον τῆς φύσεως ἐνδεικνύμενος καὶ τὴν ὑπὲρ τῶν ἀρχομένων προθυμίαν. ὁ γὰρ ταῦρος οὐκ ἔστι τῶν γενναίων μόνον ζῴων οὐδὲ αὑτοῦ χάριν χρῆται τῇ ἀλκῇ, καθάπερ ὅ τε λέων καὶ σῦς οἵ τε ἀετοί, διώκοντες τὰ λοιπὰ ζῷα καὶ κρείττους γιγνόμενοι τροφῆς ἕνεκα τῆς αὑτῶν: διὸ δὴ καὶ μᾶλλον ἄν τις αὐτοὺς φαίη τυραννίδος παράδειγμα ἢ βασιλείας γεγονέναι. [68] ὁ δὲ ταῦρος σαφῶς, ἐμοὶ δοκεῖν, πρὸς βασιλείαν καὶ βασιλέως εἰκόνα πεποίηται. τροφῇ τε γὰρ ἑτοίμῃ καὶ διαίτῃ χρῆται νεμόμενος, ὥστε μηδὲν δεῖν βιάζεσθαι μηδὲ πλεονεκτεῖν ταύτης ἕνεκεν, ἀλλ᾽ ὥσπερ τοῖς ὀλβίοις βασιλεῦσιν ἀνελλιπῆ καὶ ἄφθονα ὑπάρχει τὰ τῆς ἀναγκαίου κτήσεως. [69] βασιλεύει δὲ καὶ ἄρχει τῶν ὁμοφύλων μετ᾽ εὐνοίας, ὡς ἂν εἴποι τις, καὶ κηδεμονίας, τοῦτο μὲν ἐξηγούμενος νομῆς, τοῦτο δὲ θηρίου φανέντος οὐ φεύγων, ἀλλὰ πάσης τῆς ἀγέλης προμαχόμενος καὶ τοῖς ἀσθενέσι βοηθῶν, προθυμούμενος σῴζειν τὸ πλῆθος ἀπὸ τῶν χαλεπῶν καὶ ἀγρίων θηρίων: ὥσπερ καὶ τὸν ἄρχοντα χρὴ καὶ βασιλέα τῷ ὄντι καὶ τῆς μεγίστης ἐν ἀνθρώποις οὐκ ἀνάξιον τιμῆς. [70] ἐνίοτέ γε μὴν ἄλλης ἀγέλης ἐπιφανείσης ἀγωνίζεται πρὸς τὸν ἐκείνης ἡγεμόνα νίκης ἕνεκα, ὡς κρείττω μὲν αὐτὸν δόξαι, κρείττω δὲ τὴν αὐτοῦ ἀγέλην. καὶ μὴν τό γε ἀνθρώποις μὴ πολεμεῖν, ἀλλὰ τῶν ἀφρόνων ζῴων ἡγεμονικώτατόν τε καὶ ἄριστον πεφυκότα [p. 32] ὅμως προσίεσθαι τὴν τοῦ κρείττονος ἡγεμονίαν, ἰσχύι μὲν καὶ θυμῷ καὶ βίᾳ μηδενὸς ἡττώμενον μηδὲ ὑπείκοντα, λογισμῷ δὲ καὶ φρονήσει ἑκόντα ὑποταττόμενον, πῶς οὐχὶ καὶ τοῦτο θείη τις ἂν παίδευμα καὶ δίδαγμα βασιλικὸν τῶν σωφρόνων βασιλέων, [71] τὸ δεῖν ἀνθρώπων μὲν τῶν ὁμοίων κρείττονα φαινόμενον ἄρχειν, δικαίωσκαὶ κατὰ φύσιν ἔχοντα τὴν ἡγεμονίαν, καὶ τὸ μὲν πλῆθος σῴζειν τῶν ὑπηκόων, προβουλεύοντα καὶ προπολεμοῦντα, ὅταν δέῃ, καὶ φυλάττοντα ἀπὸ τῶν ἀγρίων καὶ παρανόμων τυράννων, πρὸς δὲ τοὺς ἄλλων βασιλέας, εἴ τινες ἄρα εἶεν, ἁμιλλᾶσθαι περὶ τῆς ἀρετῆς καὶ ζητεῖν, εἰ δυνατὸν εἴη, ἐπ᾽ ὠφελείᾳ τῶν ὅποι ποτὲ ἀνθρώπων [72] κρατεῖν: θεοῖς γε μὴν τοῖς ἀμείνοσιν ἕπεσθαι, καθάπερ οἶμαι νομεῦσιν ἀγαθοῖς, καὶ τὴν κρείττω καὶ μακαριωτέραν φύσιν προτιμᾶν, δεσπότας αὑτοῦ καὶ ἄρχοντας νομίζοντα ἐκείνους, καὶ τοῦ μεγίστου καὶ πρώτου βασιλέως θεοῦ κτῆμα ἀποφαίνοντα τιμιώτατον πρῶτον μὲν αὑτόν, ἔπειτα τοὺς ἄλλους τοὺς ὑπ᾽ αὐτῷ [73] τεταγμένους. καὶ γὰρ δὴ ὥσπερ οἱ σώφρονες νομεῖς, ἐπειδὰν χαλεπὸς καὶ ἄγριος ταῦρος γενόμενος ἄρχῃ ἀσελγῶς παρὰ φύσιν, τῆς μὲν αὑτοῦ καταφρονῶν ἀγέλης καὶ λυμαινόμενος, τοὺς δὲ ἔξωθεν ἐπιβουλεύοντας ὑποχωρῶν καὶ προβαλλόμενος τὸ ἀδύνατον πλῆθος, μηδενὸς δὲ χαλεποῦ παρόντος ὑβρίζων καὶ θρασυνόμενος, τοῦτομὲν ὀξὺ καὶ ἀπειλητικὸν μυκώμενος, τοῦτο δὲ ὀρθοῖς τοῖς κέρασι παίων τὸν οὐκ ἀνθιστάμενον, ἐπιδεικνύμενος δὲ τὴν ἰσχὺν ἐν τοῖς ἥττοσι καὶ τοῖς οὐ μαχομένοις, τὸ
δὲ τῶν βοῶν πλῆθος οὐκ ἐῶν νέμεσθαι καθ᾽ ἡσυχίαν δι᾽ ἔκπληξιν καὶ φόβον: τότε τοῦτον οἱ δεσπόται καὶ βουκόλοι μετέστησαν καὶ ἠφάνισαν, ὡς οὐκ ἐπιτήδειον [74] οὐδὲ συμφέροντα ἡγεῖσθαι τῆς ἀγέλης: τὸν δὲ πρᾷον μὲν ταῖς ἑπομέναις βουσίν, εὔψυχον δὲ καὶ ἄφοβον πρὸς τὰ θηρία, σεμνὸν δὲ καὶ μεγαλοπρεπῆ καὶ δυνατὸν φυλάττειν καὶ προηγεῖσθαι τῆς ἀγέλης, τοῖς δέ γε νομεῦσιν εἴκοντα καὶ πειθόμενον, ἐῶσι μέχρι γήρως ὑστάτου, κἂν ἤδη βαρύτερος τὸ σῶμα γένηται. [75] ὁμοίως δὲ[p. 33] καὶ οἱ θεοὶ καὶ ὁ δὴ μέγας βασιλεὺς βασιλέων, ὅτε κηδεμὼν καὶ πατὴρ κοινὸς ἀνθρώπων καὶ θεῶν, Ζεύς ὃς ἂν ἀνθρώπων γένηται βίαιος καὶ ἄδικος καὶ παράνομος ἄρχων, τὴν ἰσχὺν οὐ τοῖς πολεμίοις ἐνδεικνύμενος, ἀλλὰ τοῖς ὑπηκόοις καὶ τοῖς φίλοις, ἄπληστος μὲν ἡδονῶν, ἄπληστος δὲ χρημάτων, ὑπονοῆσαι ταχύς, ἀμείλικτος ὀργισθείς, ὀξὺς πρὸς διαβολάς, ἀπειθὴς λόγοις, πανοῦργος, ἐπίβουλος, ταπεινός, αὐθάδης, τοὺς κακοὺς αὔξων, τοῖς κρείττοσι φθονῶν, παιδείας ἀσύνετος, φίλον οὐδένα νομίζων οὐδ᾽ ἔχων, ὡς ἔλαττον αὑτοῦ τὸ κτῆμα, ἐκεῖνον ἐκποδὼν ἐποιήσατο καὶ μετέστησεν, [76] ὡς οὐκ ἄξιον ὄντα βασιλεύειν οὐδὲ κοινωνεῖν τῆς αὑτοῦ τιμῆς καὶ ἐπωνυμίας, μετά τε αἰσχύνης καὶ προπηλακισμοῦ, καθάπερ οἶμαι Φάλαρίν τε καὶ Ἀπολλόδωρον καὶ πολλοὺς ἄλλους τῶν ὁμοίων. [77] τὸν δέ γε ἀνδρεῖον καὶ φιλάνθρωπον καὶ τοῖς ὑπηκόοις εὔνουν καὶ τιμῶντα μὲν τὴν ἀρετὴν καὶ συναγωνιῶντα μή τινος τῶν ἀγαθῶν δόξῃ φαυλότερος, τοὺς δὲ ἀδίκους μετανοεῖν ἀναγκάζοντα, τοῖς δὲ ἀσθενέσιν ἀρήγοντα, τῆς ἀρετῆς ἀγάμενος ὡς τὸ πολὺ μὲν ἄγει πρὸς γῆρας, καθάπερ ἀκούομεν Κῦρόν τε καὶ Δηιόκην τὸν Μῆδον καὶ Ἰδάνθυρσον τὸν Σκύθην καὶ Λεύκωνα καὶ πολλοὺς τῶν Λακωνικῶν βασιλέων καὶ τῶν ἐν Αἰγύπτῳ πρότερόν τινας: [78] ἐὰν δὲ τὸ τῆς εἱμαρμένης ἀναγκαῖον ἐπείγῃ πρὸ τοῦ γήρως, ἀλλ᾽ οὖν μνήμης γε ἀγαθῆς καὶ παρὰ πᾶσιν εὐφημίας εἰς τὸν ἀεὶ χρόνον ἠξίωσε, καθάπερ, εἶπεν ὁ Ἀλέξανδρος, τὸν ἡμέτερον πρόγονον, [79] τὸν νομισθέντα τοῦ Διὸς διὰ τὴν ἀρετὴν Ἡρακλέα. ταῦτα δὲ ἀκούσας ὁ Φίλιππος, ἡσθείς, Οὐ μάτην, εἶπεν, Ἀλέξανδρε, περὶ πολλοῦ ποιούμεθα τὸν Ἀριστοτέλη, καὶ τὴν πατρίδα αὐτῷ συνεχωρήσαμεν ἀνακτίζειν, Στάγειρα τῆς Ὀλυνθίας οὖσαν. ὁ γὰρ ἀνὴρ ἄξιος πολλῶν καὶ μεγάλων δωρεῶν, εἰ τοιαῦτά σε διδάσκει περί τε ἀρχῆς καὶ βασιλείας εἴτε Ὅμηρον ἐξηγούμενος εἴτε ἄλλον τρόπον. [p. 34]