The Complete Plays
Page 97
Λυσιστράτη
εἰρημένον δ᾽ αὐταῖς ἀπαντᾶν ἐνθάδε
βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
15 εὕδουσι κοὐχ ἥκουσιν.
Καλονίκη
ἀλλ᾽ ὦ φιλτάτη
ἥξουσι: χαλεπή τοι γυναικῶν ἔξοδος.
ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ᾽ ἐκύπτασεν,
ἡ δ᾽ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον
κατέκλινεν, ἡ δ᾽ ἔλουσεν, ἡ δ᾽ ἐψώμισεν.
Λυσιστράτη
20 ἀλλ᾽ ἕτερά τἄρ᾽ ἦν τῶνδε προὐργιαίτερα
αὐταῖς.
Καλονίκη
τί δ᾽ ἐστὶν ὦ φίλη Λυσιστράτη,
ἐφ᾽ ὅ τι ποθ᾽ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;
τί τὸ πρᾶγμα; πηλίκον τι;
Λυσιστράτη
μέγα.
Καλονίκη
μῶν καὶ παχύ;
Λυσιστράτη
καὶ νὴ Δία παχύ.
Καλονίκη
κᾆτα πῶς οὐχ ἥκομεν;
Λυσιστράτη
25 οὐχ οὗτος ὁ τρόπος: ταχὺ γὰρ ἂν ξυνήλθομεν.
ἀλλ᾽ ἔστιν ὑπ᾽ ἐμοῦ πρᾶγμ᾽ ἀνεζητημένον
πολλαῖσί τ᾽ ἀγρυπνίαισιν ἐρριπτασμένον.
Καλονίκη
ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον.
Λυσιστράτη
οὕτω γε λεπτὸν ὥσθ᾽ ὅλης τῆς Ἑλλάδος
30 ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.
Καλονίκη
ἐν ταῖς γυναιξίν; ἐπ᾽ ὀλίγου γ᾽ ὠχεῖτ᾽ ἄρα.
Λυσιστράτη
ὡς ἔστ᾽ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,
ἢ μηκέτ᾽ εἶναι μήτε Πελοποννησίους —
Καλονίκη
βέλτιστα τοίνυν μηκέτ᾽ εἶναι νὴ Δία.
Λυσιστράτη
35 Βοιωτίους τε πάντας ἐξολωλέναι.
Καλονίκη
μὴ δῆτα πάντας γ᾽, ἀλλ᾽ ἄφελε τὰς ἐγχέλεις.
Λυσιστράτη
περὶ τῶν Ἀθηνῶν δ᾽ οὐκ ἐπιγλωττήσομαι
τοιοῦτον οὐδέν: ἀλλ᾽ ὑπονόησον σύ μοι.
ἢν δὲ ξυνέλθωσ᾽ αἱ γυναῖκες ἐνθάδε
40 αἵ τ᾽ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων
ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.
Καλονίκη
τί δ᾽ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο
ἢ λαμπρόν, αἳ καθήμεθ᾽ ἐξηνθισμέναι,
κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
45 καὶ Κιμμερίκ᾽ ὀρθοστάδια καὶ περιβαρίδας;
Λυσιστράτη
ταῦτ᾽ αὐτὰ γάρ τοι κἄσθ᾽ ἃ σώσειν προσδοκῶ,
τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες
χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.
Καλονίκη
τίνα δὴ τρόπον ποθ᾽;
Λυσιστράτη
ὥστε τῶν νῦν μηδένα
50 ἀνδρῶν ἐπ᾽ ἀλλήλοισιν ἄρεσθαι δόρυ —
Καλονίκη
κροκωτὸν ἄρα νὴ τὼ θεὼ ‘γὼ βάψομαι.
Λυσιστράτη
μηδ᾽ ἀσπίδα λαβεῖν —
Καλονίκη
Κιμμερικὸν ἐνδύσομαι.
Λυσιστράτη
μηδὲ ξιφίδιον.
Καλονίκη
κτήσομαι περιβαρίδας.
Λυσιστράτη
ἆρ᾽ οὐ παρεῖναι τὰς γυναῖκας δῆτ᾽ ἐχρῆν;
Καλονίκη
55 οὐ γὰρ μὰ Δί᾽ ἀλλὰ πετομένας ἥκειν πάλαι.
Λυσιστράτη
ἀλλ᾽ ὦ μέλ᾽ ὄψει τοι σφόδρ᾽ αὐτὰς Ἀττικάς,
ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον.
ἀλλ᾽ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα,
οὐδ᾽ ἐκ Σαλαμῖνος.
Καλονίκη
ἀλλ᾽ ἐκεῖναί γ᾽ οἶδ᾽ ὅτι
60 ἐπὶ τῶν κελήτων διαβεβήκασ᾽ ὄρθριαι.
Λυσιστράτη
οὐδ᾽ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ
πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων
γυναῖκας, οὐχ ἥκουσιν.
Καλονίκη
ἡ γοῦν Θεογένους
ὡς δεῦρ᾽ ἰοῦσα θοὐκάταιον ἤρετο.
65 ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.
Λυσιστράτη
αἱδί θ᾽ ἕτεραι χωροῦσί τινες.
Καλονίκη
ἰοὺ ἰού,
πόθεν εἰσίν;
Λυσιστράτη
Ἀναγυρουντόθεν.
Καλονίκη
νὴ τὸν Δία:
ὁ γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.
Μυρρίνη
μῶν ὕστεραι πάρεσμεν ὦ Λυσιστράτη;
70 τί φῄς; τί σιγᾷς;
Λυσιστράτη
οὔ σ᾽ ἐπαινῶ Μυρρίνη
ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.
Μυρρίνη
μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον.
ἀλλ᾽ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.
Λυσιστράτη
μὰ Δί᾽ ἀλλ᾽ ἐπαναμείνωμεν ὀλίγου γ᾽ οὕνεκα
75 τάς τ᾽ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων
γυναῖκας ἐλθεῖν.
Μυρρίνη
πολὺ σὺ κάλλιον λέγεις.
ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται.
Λυσιστράτη
ὦ φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ.
οἷον τὸ κάλλος γλυκυτάτη σου φαίνεται.
80 ὡς δ᾽ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.
κἂν ταῦρον ἄγχοις.
Λαμπιτώ
μάλα γ᾽ οἰῶ ναὶ τὼ σιώ:
γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.
Καλονίκη
ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις.
Λαμπιτώ
ᾇπερ ἱερεῖόν τοί μ᾽ ὑποψαλάσσετε.
Λυσιστράτη
85 ἡδὶ δὲ ποδαπή ‘σθ᾽ ἡ νεᾶνις ἡτέρα;
&n
bsp; Λαμπιτώ
πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία
ἵκει ποθ᾽ ὑμέ.
Μυρρίνη
νὴ μὰ Δία Βοιωτία,
καλόν γ᾽ ἔχουσα τὸ πεδίον.
Καλονίκη
καὶ νὴ Δία
κομψότατα τὴν βληχώ γε παρατετιλμένη.
Λυσιστράτη
90 τίς δ᾽ ἡτέρα παῖς;
Λαμπιτώ
χαΐα ναὶ τὼ σιώ,
Κορινθία δ᾽ αὖ.
Καλονίκη
χαΐα νὴ τὸν Δία
δήλη ‘στὶν οὖσα ταυταγὶ τἀντευθενί.
Λαμπιτώ
τίς δ᾽ αὖ ξυναλίαξε τόνδε τὸν στόλον
τὸν τᾶν γυναικῶν;
Λυσιστράτη
ἥδ᾽ ἐγώ.
Λαμπιτώ
μύσιδδέ τοι
95 ὅ τι λῇς ποθ᾽ ἁμέ.
Καλονίκη
νὴ Δί᾽ ὦ φίλη γύναι,
λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτ᾽ ἐστί σοι.
Λυσιστράτη
λέγοιμ᾽ ἂν ἤδη. πρὶν λέγειν δ᾽, ὑμᾶς τοδὶ
ἐπερήσομαί τι μικρόν.
Καλονίκη
ὅ τι βούλει γε σύ.
Λυσιστράτη
τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων
100 ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδ᾽ ὅτι
πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.
Καλονίκη
ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλαν
ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.
Μυρρίνη
ὁ δ᾽ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.
Λαμπιτώ
105 ὁ δ᾽ ἐμός γα καἴ κ᾽ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,
πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.
Λυσιστράτη
ἀλλ᾽ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.
ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,
οὐκ εἶδον οὐδ᾽ ὄλισβον ὀκτωδάκτυλον,
110 ὃς ἦν ἂν ἡμῖν σκυτίνη ‘πικουρία.
ἐθέλοιτ᾽ ἂν οὖν, εἰ μηχανὴν εὕροιμ᾽ ἐγώ,
μετ᾽ ἐμοῦ καταλῦσαι τὸν πόλεμον;
Καλονίκη
νὴ τὼ θεώ:
ἔγωγ᾽ ἂν οὖν κἂν εἴ με χρείη τοὔγκυκλον
τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.
Μυρρίνη
115 ἐγὼ δέ γ᾽ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ
δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.
Λαμπιτώ
ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γ᾽ ἄνω
ἔλσοιμ᾽ ὅπᾳ μέλλοιμί γ᾽ εἰράναν ἰδεῖν.
Λυσιστράτη
λέγοιμ᾽ ἄν: οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.
120 ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομεν
ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,
ἀφεκτέ᾽ ἐστὶ —
Καλονίκη
τοῦ; φράσον.
Λυσιστράτη
ποιήσετ᾽ οὖν;
Καλονίκη
ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.
Λυσιστράτη
ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.
125 τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε;
αὗται τί μοιμυᾶτε κἀνανεύετε;
τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται;
ποιήσετ᾽ ἢ οὐ ποιήσετ᾽; ἢ τί μέλλετε;
Καλονίκη
οὐκ ἂν ποιήσαιμ᾽, ἀλλ᾽ ὁ πόλεμος ἑρπέτω.
Μυρρίνη
130 μὰ Δί᾽ οὐδ᾽ ἐγὼ γάρ, ἀλλ᾽ ὁ πόλεμος ἑρπέτω.
Λυσιστράτη
ταυτὶ σὺ λέγεις ὦ ψῆττα; καὶ μὴν ἄρτι γε
ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.
Καλονίκη
ἄλλ᾽ ἄλλ᾽ ὅ τι βούλει: κἄν με χρῇ διὰ τοῦ πυρὸς
ἐθέλω βαδίζειν: τοῦτο μᾶλλον τοῦ πέους.
135 οὐδὲν γὰρ οἷον ὦ φίλη Λυσιστράτη.
Λυσιστράτη
τί δαὶ σύ;
Ἄλλη
κἀγὼ βούλομαι διὰ τοῦ πυρός.
Λυσιστράτη
ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος,
οὐκ ἐτὸς ἀφ᾽ ἡμῶν εἰσιν αἱ τραγῳδίαι.
οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.
140 ἀλλ᾽ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ
μόνη μετ᾽ ἐμοῦ, τὸ πρᾶγμ᾽ ἀνασωσαίμεσθ᾽ ἔτ᾽ ἄν,
ξυμψήφισαί μοι.
Λαμπιτώ
χαλεπὰ μὲν ναὶ τὼ σιὼ
γυναῖκάς ἐσθ᾽ ὑπνῶν ἄνευ ψωλᾶς μόνας.
ὅμως γα μάν: δεῖ τᾶς γὰρ εἰράνας μάλ᾽ αὖ.
Λυσιστράτη
145 ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.
Καλονίκη
εἰ δ᾽ ὡς μάλιστ᾽ ἀπεχοίμεθ᾽ οὗ σὺ δὴ λέγεις,
ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶ
γένοιτ᾽ ἂν εἰρήνη;
Λυσιστράτη
πολύ γε νὴ τὼ θεώ.
εἰ γὰρ καθοίμεθ᾽ ἔνδον ἐντετριμμέναι,
150 κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοις
γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι,
στύοιντο δ᾽ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν,
ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλ᾽ ἀπεχοίμεθα,
σπονδὰς ποιήσαιντ᾽ ἂν ταχέως, εὖ οἶδ᾽ ὅτι.
Λαμπιτώ
155 ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳ
γυμνᾶς παραϊδὼν ἐξέβαλ᾽, οἰῶ, τὸ ξίφος.
Καλονίκη
τί δ᾽ ἢν ἀφιῶσ᾽ ἅνδρες ἡμᾶς ὦ μέλε;
Λυσιστράτη
τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.
Καλονίκη
φλυαρία ταῦτ᾽ ἐστὶ τὰ μεμιμημένα.
160 ἐὰν λαβόντες δ᾽ ἐς τὸ δωμάτιον βίᾳ
ἕλκωσιν ἡμᾶς;
Λυσιστράτη
ἀντέχου σὺ τῶν θυρῶν.
&nb
sp; Καλονίκη
ἐὰν δὲ τύπτωσιν;
Λυσιστράτη
παρέχειν χρὴ κακὰ κακῶς.
οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν.
κἄλλως ὀδυνᾶν χρή: κἀμέλει ταχέως πάνυ
165 ἀπεροῦσιν. οὐ γὰρ οὐδέποτ᾽ εὐφρανθήσεται
ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.
Καλονίκη
εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.
Λαμπιτώ
καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομες
παντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν:
170 τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετον
πᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;
Λυσιστράτη
ἡμεῖς ἀμέλει σοι τά γε παρ᾽ ἡμῖν πείσομεν.
Λαμπιτώ
οὐχ ἇς πόδας κ᾽ ἔχωντι ταὶ τριήρεες,
καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.
Λυσιστράτη
175 ἀλλ᾽ ἔστι καὶ τοῦτ᾽ εὖ παρεσκευασμένον:
καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.
ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν,
ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα,
θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.
Λαμπιτώ
180 παντᾷ κ᾽ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς.
Λυσιστράτη
τί δῆτα ταῦτ᾽ οὐχ ὡς τάχιστ᾽ ὦ Λαμπιτοῖ
ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;
Λαμπιτώ
πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.
Λυσιστράτη
καλῶς λέγεις. ποῦ ‘σθ᾽ ἡ Σκύθαινα; ποῖ βλέπεις;
185 θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα,
καί μοι δότω τὰ τόμιά τις.
Καλονίκη
Λυσιστράτη
τίν᾽ ὅρκον ὁρκώσεις ποθ᾽ ἡμᾶς;
Λυσιστράτη
ὅντινα;
εἰς ἀσπίδ᾽, ὥσπερ φάσ᾽ ἐν Αἰσχύλῳ ποτέ,
μηλοσφαγούσας.
Καλονίκη
μὴ σύ γ᾽ ὦ Λυσιστράτη